Iliad
Homer
Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.
- ὄφρα μὲν Ἕκτωρ ζωὸς ἔην καὶ μήνιʼ Ἀχιλλεὺς
- καὶ Πριάμοιο ἄνακτος ἀπόρθητος πόλις ἔπλεν,
- τόφρα δὲ καὶ μέγα τεῖχος Ἀχαιῶν ἔμπεδον ἦεν.
- αὐτὰρ ἐπεὶ κατὰ μὲν Τρώων θάνον ὅσσοι ἄριστοι,
- πολλοὶ δʼ Ἀργείων οἳ μὲν δάμεν, οἳ δὲ λίποντο,
- πέρθετο δὲ Πριάμοιο πόλις δεκάτῳ ἐνιαυτῷ,
- Ἀργεῖοι δʼ ἐν νηυσὶ φίλην ἐς πατρίδʼ ἔβησαν,
- δὴ τότε μητιόωντο Ποσειδάων καὶ Ἀπόλλων
- τεῖχος ἀμαλδῦναι ποταμῶν μένος εἰσαγαγόντες.
- ὅσσοι ἀπʼ Ἰδαίων ὀρέων ἅλα δὲ προρέουσι,
- Ῥῆσός θʼ Ἑπτάπορός τε Κάρησός τε Ῥοδίος τε
- Γρήνικός τε καὶ Αἴσηπος δῖός τε Σκάμανδρος
- καὶ Σιμόεις, ὅθι πολλὰ βοάγρια καὶ τρυφάλειαι
- κάππεσον ἐν κονίῃσι καὶ ἡμιθέων γένος ἀνδρῶν·
- τῶν πάντων ὁμόσε στόματʼ ἔτραπε Φοῖβος Ἀπόλλων,
- ἐννῆμαρ δʼ ἐς τεῖχος ἵει ῥόον· ὗε δʼ ἄρα Ζεὺς
- συνεχές, ὄφρά κε θᾶσσον ἁλίπλοα τείχεα θείη.
- αὐτὸς δʼ ἐννοσίγαιος ἔχων χείρεσσι τρίαιναν
- ἡγεῖτʼ, ἐκ δʼ ἄρα πάντα θεμείλια κύμασι πέμπε
- φιτρῶν καὶ λάων, τὰ θέσαν μογέοντες Ἀχαιοί,
- λεῖα δʼ ἐποίησεν παρʼ ἀγάρροον Ἑλλήσποντον,
- αὖτις δʼ ἠϊόνα μεγάλην ψαμάθοισι κάλυψε
- τεῖχος ἀμαλδύνας· ποταμοὺς δʼ ἔτρεψε νέεσθαι
- κὰρ ῥόον, ᾗ περ πρόσθεν ἵεν καλλίρροον ὕδωρ.
- ὣς ἄρʼ ἔμελλον ὄπισθε Ποσειδάων καὶ Ἀπόλλων
- θησέμεναι· τότε δʼ ἀμφὶ μάχη ἐνοπή τε δεδήει
- τεῖχος ἐΰδμητον, κανάχιζε δὲ δούρατα πύργων
- βαλλόμενʼ· Ἀργεῖοι δὲ Διὸς μάστιγι δαμέντες
- νηυσὶν ἔπι γλαφυρῇσιν ἐελμένοι ἰσχανόωντο
- Ἕκτορα δειδιότες, κρατερὸν μήστωρα φόβοιο·
- αὐτὰρ ὅ γʼ ὡς τὸ πρόσθεν ἐμάρνατο ἶσος ἀέλλῃ·
- ὡς δʼ ὅτʼ ἂν ἔν τε κύνεσσι καὶ ἀνδράσι θηρευτῇσι
- κάπριος ἠὲ λέων στρέφεται σθένεϊ βλεμεαίνων·
- οἳ δέ τε πυργηδὸν σφέας αὐτοὺς ἀρτύναντες
- ἀντίον ἵστανται καὶ ἀκοντίζουσι θαμειὰς
- αἰχμὰς ἐκ χειρῶν· τοῦ δʼ οὔ ποτε κυδάλιμον κῆρ
- ταρβεῖ οὐδὲ φοβεῖται, ἀγηνορίη δέ μιν ἔκτα·
- ταρφέα τε στρέφεται στίχας ἀνδρῶν πειρητίζων·
- ὅππῃ τʼ ἰθύσῃ τῇ εἴκουσι στίχες ἀνδρῶν·
- ὣς Ἕκτωρ ἀνʼ ὅμιλον ἰὼν ἐλλίσσεθʼ ἑταίρους
- τάφρον ἐποτρύνων διαβαινέμεν· οὐδέ οἱ ἵπποι
- τόλμων ὠκύποδες, μάλα δὲ χρεμέτιζον ἐπʼ ἄκρῳ
- χείλει ἐφεσταότες· ἀπὸ γὰρ δειδίσσετο τάφρος
- εὐρεῖʼ, οὔτʼ ἄρʼ ὑπερθορέειν σχεδὸν οὔτε περῆσαι
- ῥηϊδίη· κρημνοὶ γὰρ ἐπηρεφέες περὶ πᾶσαν
- ἕστασαν ἀμφοτέρωθεν, ὕπερθεν δὲ σκολόπεσσιν
- ὀξέσιν ἠρήρει, τοὺς ἵστασαν υἷες Ἀχαιῶν
- πυκνοὺς καὶ μεγάλους δηΐων ἀνδρῶν ἀλεωρήν.
- ἔνθʼ οὔ κεν ῥέα ἵππος ἐΰτροχον ἅρμα τιταίνων
- ἐσβαίη, πεζοὶ δὲ μενοίνεον εἰ τελέουσι.
- δὴ τότε Πουλυδάμας θρασὺν Ἕκτορα εἶπε παραστάς·
- Ἕκτορ τʼ ἠδʼ ἄλλοι Τρώων ἀγοὶ ἠδʼ ἐπικούρων
- ἀφραδέως διὰ τάφρον ἐλαύνομεν ὠκέας ἵππους·
- ἣ δὲ μάλʼ ἀργαλέη περάαν· σκόλοπες γὰρ ἐν αὐτῇ
- ὀξέες ἑστᾶσιν, ποτὶ δʼ αὐτοὺς τεῖχος Ἀχαιῶν,
- ἔνθʼ οὔ πως ἔστιν καταβήμεναι οὐδὲ μάχεσθαι
- ἱππεῦσι· στεῖνος γάρ, ὅθι τρώσεσθαι ὀΐω.
- εἰ μὲν γὰρ τοὺς πάγχυ κακὰ φρονέων ἀλαπάζει
- Ζεὺς ὑψιβρεμέτης, Τρώεσσι δὲ ἵετʼ ἀρήγειν,
- ἦ τʼ ἂν ἔγωγʼ ἐθέλοιμι καὶ αὐτίκα τοῦτο γενέσθαι,
- νωνύμνους ἀπολέσθαι ἀπʼ Ἄργεος ἐνθάδʼ Ἀχαιούς·
- εἰ δέ χʼ ὑποστρέψωσι, παλίωξις δὲ γένηται
- ἐκ νηῶν καὶ τάφρῳ ἐνιπλήξωμεν ὀρυκτῇ,
- οὐκέτʼ ἔπειτʼ ὀΐω οὐδʼ ἄγγελον ἀπονέεσθαι
- ἄψορρον προτὶ ἄστυ ἑλιχθέντων ὑπʼ Ἀχαιῶν.
- ἀλλʼ ἄγεθʼ ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες·
- ἵππους μὲν θεράποντες ἐρυκόντων ἐπὶ τάφρῳ,
- αὐτοὶ δὲ πρυλέες σὺν τεύχεσι θωρηχθέντες
- Ἕκτορι πάντες ἑπώμεθʼ ἀολλέες· αὐτὰρ Ἀχαιοὶ
- οὐ μενέουσʼ εἰ δή σφιν ὀλέθρου πείρατʼ ἐφῆπται.
- ὣς φάτο Πουλυδάμας, ἅδε δʼ Ἕκτορι μῦθος ἀπήμων,
- αὐτίκα δʼ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε.
- οὐδὲ μὲν ἄλλοι Τρῶες ἐφʼ ἵππων ἠγερέθοντο,
- ἀλλʼ ἀπὸ πάντες ὄρουσαν, ἐπεὶ ἴδον Ἕκτορα δῖον.
- ἡνιόχῳ μὲν ἔπειτα ἑῷ ἐπέτελλεν ἕκαστος
- ἵππους εὖ κατὰ κόσμον ἐρυκέμεν αὖθʼ ἐπὶ τάφρῳ·
- οἳ δὲ διαστάντες σφέας αὐτοὺς ἀρτύναντες
- πένταχα κοσμηθέντες ἅμʼ ἡγεμόνεσσιν ἕποντο.
- οἳ μὲν ἅμʼ Ἕκτορʼ ἴσαν καὶ ἀμύμονι Πουλυδάμαντι,
- οἳ πλεῖστοι καὶ ἄριστοι ἔσαν, μέμασαν δὲ μάλιστα
- τεῖχος ῥηξάμενοι κοίλῃς ἐπὶ νηυσὶ μάχεσθαι.
- καί σφιν Κεβριόνης τρίτος εἵπετο· πὰρ δʼ ἄρʼ ὄχεσφιν
- ἄλλον Κεβριόναο χερείονα κάλλιπεν Ἕκτωρ.
- τῶν δʼ ἑτέρων Πάρις ἦρχε καὶ Ἀλκάθοος καὶ Ἀγήνωρ,
- τῶν δὲ τρίτων Ἕλενος καὶ Δηΐφοβος θεοειδὴς
- υἷε δύω Πριάμοιο· τρίτος δʼ ἦν Ἄσιος ἥρως
- Ἄσιος Ὑρτακίδης, ὃν Ἀρίσβηθεν φέρον ἵπποι
- αἴθωνες μεγάλοι ποταμοῦ ἄπο Σελλήεντος.
- τῶν δὲ τετάρτων ἦρχεν ἐῢς πάϊς Ἀγχίσαο
- Αἰνείας, ἅμα τῷ γε δύω Ἀντήνορος υἷε
- Ἀρχέλοχός τʼ Ἀκάμας τε μάχης εὖ εἰδότε πάσης.
- Σαρπηδὼν δʼ ἡγήσατʼ ἀγακλειτῶν ἐπικούρων,
- πρὸς δʼ ἕλετο Γλαῦκον καὶ ἀρήϊον Ἀστεροπαῖον·
- οἳ γάρ οἱ εἴσαντο διακριδὸν εἶναι ἄριστοι
- τῶν ἄλλων μετά γʼ αὐτόν· ὃ δʼ ἔπρεπε καὶ διὰ πάντων.
- οἳ δʼ ἐπεὶ ἀλλήλους ἄραρον τυκτῇσι βόεσσι
- βάν ῥʼ ἰθὺς Δαναῶν λελιημένοι, οὐδʼ ἔτʼ ἔφαντο
- σχήσεσθʼ, ἀλλʼ ἐν νηυσὶ μελαίνῃσιν πεσέεσθαι.
- ἔνθʼ ἄλλοι Τρῶες τηλεκλειτοί τʼ ἐπίκουροι
- βουλῇ Πουλυδάμαντος ἀμωμήτοιο πίθοντο·
- ἀλλʼ οὐχ Ὑρτακίδης ἔθελʼ Ἄσιος ὄρχαμος ἀνδρῶν
- αὖθι λιπεῖν ἵππους τε καὶ ἡνίοχον θεράποντα,
- ἀλλὰ σὺν αὐτοῖσιν πέλασεν νήεσσι θοῇσι
- νήπιος, οὐδʼ ἄρʼ ἔμελλε κακὰς ὑπὸ κῆρας ἀλύξας
- ἵπποισιν καὶ ὄχεσφιν ἀγαλλόμενος παρὰ νηῶν
- ἂψ ἀπονοστήσειν προτὶ Ἴλιον ἠνεμόεσσαν·
- πρόσθεν γάρ μιν μοῖρα δυσώνυμος ἀμφεκάλυψεν
- ἔγχεϊ Ἰδομενῆος ἀγαυοῦ Δευκαλίδαο.
- εἴσατο γὰρ νηῶν ἐπʼ ἀριστερά, τῇ περ Ἀχαιοὶ
- ἐκ πεδίου νίσοντο σὺν ἵπποισιν καὶ ὄχεσφι·
- τῇ ῥʼ ἵππους τε καὶ ἅρμα διήλασεν, οὐδὲ πύλῃσιν
- εὗρʼ ἐπικεκλιμένας σανίδας καὶ μακρὸν ὀχῆα,
- ἀλλʼ ἀναπεπταμένας ἔχον ἀνέρες, εἴ τινʼ ἑταίρων
- ἐκ πολέμου φεύγοντα σαώσειαν μετὰ νῆας.
- τῇ ῥʼ ἰθὺς φρονέων ἵππους ἔχε, τοὶ δʼ ἅμʼ ἕποντο
- ὀξέα κεκλήγοντες· ἔφαντο γὰρ οὐκ ἔτʼ Ἀχαιοὺς
- σχήσεσθʼ, ἀλλʼ ἐν νηυσὶ μελαίνῃσιν πεσέεσθαι
- νήπιοι, ἐν δὲ πύλῃσι δύʼ ἀνέρας εὗρον ἀρίστους
- υἷας ὑπερθύμους Λαπιθάων αἰχμητάων,
- τὸν μὲν Πειριθόου υἷα κρατερὸν Πολυποίτην,
- τὸν δὲ Λεοντῆα βροτολοιγῷ ἶσον Ἄρηϊ.
- τὼ μὲν ἄρα προπάροιθε πυλάων ὑψηλάων
- ἕστασαν ὡς ὅτε τε δρύες οὔρεσιν ὑψικάρηνοι,
- αἵ τʼ ἄνεμον μίμνουσι καὶ ὑετὸν ἤματα πάντα
- ῥίζῃσιν μεγάλῃσι διηνεκέεσσʼ ἀραρυῖαι·
- ὣς ἄρα τὼ χείρεσσι πεποιθότες ἠδὲ βίηφι
- μίμνον ἐπερχόμενον μέγαν Ἄσιον οὐδὲ φέβοντο.
- οἳ δʼ ἰθὺς πρὸς τεῖχος ἐΰδμητον βόας αὔας
- ὑψόσʼ ἀνασχόμενοι ἔκιον μεγάλῳ ἀλαλητῷ
- Ἄσιον ἀμφὶ ἄνακτα καὶ Ἰαμενὸν καὶ Ὀρέστην
- Ἀσιάδην τʼ Ἀδάμαντα Θόωνά τε Οἰνόμαόν τε.
- οἳ δʼ ἤτοι εἷος μὲν ἐϋκνήμιδας Ἀχαιοὺς
- ὄρνυον ἔνδον ἐόντες ἀμύνεσθαι περὶ νηῶν·
- αὐτὰρ ἐπεὶ δὴ τεῖχος ἐπεσσυμένους ἐνόησαν
- Τρῶας, ἀτὰρ Δαναῶν γένετο ἰαχή τε φόβος τε,
- ἐκ δὲ τὼ ἀΐξαντε πυλάων πρόσθε μαχέσθην
- ἀγροτέροισι σύεσσιν ἐοικότε, τώ τʼ ἐν ὄρεσσιν
- ἀνδρῶν ἠδὲ κυνῶν δέχαται κολοσυρτὸν ἰόντα,
- δοχμώ τʼ ἀΐσσοντε περὶ σφίσιν ἄγνυτον ὕλην
- πρυμνὴν ἐκτάμνοντες, ὑπαὶ δέ τε κόμπος ὀδόντων
- γίγνεται εἰς ὅ κέ τίς τε βαλὼν ἐκ θυμὸν ἕληται·
- ὣς τῶν κόμπει χαλκὸς ἐπὶ στήθεσσι φαεινὸς
- ἄντην βαλλομένων· μάλα γὰρ κρατερῶς ἐμάχοντο
- λαοῖσιν καθύπερθε πεποιθότες ἠδὲ βίηφιν.
- οἳ δʼ ἄρα χερμαδίοισιν ἐϋδμήτων ἀπὸ πύργων
- βάλλον ἀμυνόμενοι σφῶν τʼ αὐτῶν καὶ κλισιάων
- νηῶν τʼ ὠκυπόρων· νιφάδες δʼ ὡς πῖπτον ἔραζε,
- ἅς τʼ ἄνεμος ζαὴς νέφεα σκιόεντα δονήσας
- ταρφειὰς κατέχευεν ἐπὶ χθονὶ πουλυβοτείρῃ·
- ὣς τῶν ἐκ χειρῶν βέλεα ῥέον ἠμὲν Ἀχαιῶν
- ἠδὲ καὶ ἐκ Τρώων· κόρυθες δʼ ἀμφʼ αὖον ἀΰτευν
- βαλλομένων μυλάκεσσι καὶ ἀσπίδες ὀμφαλόεσσαι.
- δή ῥα τότʼ ᾤμωξεν καὶ ὣ πεπλήγετο μηρὼ
- Ἄσιος Ὑρτακίδης, καὶ ἀλαστήσας ἔπος ηὔδα·
- Ζεῦ πάτερ ἦ ῥά νυ καὶ σὺ φιλοψευδὴς ἐτέτυξο
- πάγχυ μάλʼ· οὐ γὰρ ἔγωγʼ ἐφάμην ἥρωας Ἀχαιοὺς
- σχήσειν ἡμέτερόν γε μένος καὶ χεῖρας ἀάπτους.
- οἳ δʼ, ὥς τε σφῆκες μέσον αἰόλοι ἠὲ μέλισσαι
- οἰκία ποιήσωνται ὁδῷ ἔπι παιπαλοέσσῃ,
- οὐδʼ ἀπολείπουσιν κοῖλον δόμον, ἀλλὰ μένοντες
- ἄνδρας θηρητῆρας ἀμύνονται περὶ τέκνων,
- ὣς οἵ γʼ οὐκ ἐθέλουσι πυλάων καὶ δύʼ ἐόντε
- χάσσασθαι πρίν γʼ ἠὲ κατακτάμεν ἠὲ ἁλῶναι.
- ὣς ἔφατʼ, οὐδὲ Διὸς πεῖθε φρένα ταῦτʼ ἀγορεύων·
- Ἕκτορι γάρ οἱ θυμὸς ἐβούλετο κῦδος ὀρέξαι.
- ἄλλοι δʼ ἀμφʼ ἄλλῃσι μάχην ἐμάχοντο πύλῃσιν·
- ἀργαλέον δέ με ταῦτα θεὸν ὣς πάντʼ ἀγορεῦσαι·
- πάντῃ γὰρ περὶ τεῖχος ὀρώρει θεσπιδαὲς πῦρ
- λάϊνον· Ἀργεῖοι δὲ καὶ ἀχνύμενοί περ ἀνάγκῃ
- νηῶν ἠμύνοντο· θεοὶ δʼ ἀκαχήατο θυμὸν
- πάντες ὅσοι Δαναοῖσι μάχης ἐπιτάρροθοι ἦσαν.
- σὺν δʼ ἔβαλον Λαπίθαι πόλεμον καὶ δηϊοτῆτα.
- ἔνθʼ αὖ Πειριθόου υἱὸς κρατερὸς Πολυποίτης
- δουρὶ βάλεν Δάμασον κυνέης διὰ χαλκοπαρῄου·
- οὐδʼ ἄρα χαλκείη κόρυς ἔσχεθεν, ἀλλὰ διὰ πρὸ
- αἰχμὴ χαλκείη ῥῆξʼ ὀστέον, ἐγκέφαλος δὲ
- ἔνδον ἅπας πεπάλακτο· δάμασσε δέ μιν μεμαῶτα·
- αὐτὰρ ἔπειτα Πύλωνα καὶ Ὄρμενον ἐξενάριξεν.
- υἱὸν δʼ Ἀντιμάχοιο Λεοντεὺς ὄζος Ἄρηος
- Ἱππόμαχον βάλε δουρὶ κατὰ ζωστῆρα τυχήσας.
- αὖτις δʼ ἐκ κολεοῖο ἐρυσσάμενος ξίφος ὀξὺ
- Ἀντιφάτην μὲν πρῶτον ἐπαΐξας διʼ ὁμίλου
- πλῆξʼ αὐτοσχεδίην· ὃ δʼ ἄρʼ ὕπτιος οὔδει ἐρείσθη·
- αὐτὰρ ἔπειτα Μένωνα καὶ Ἰαμενὸν καὶ Ὀρέστην
- πάντας ἐπασσυτέρους πέλασε χθονὶ πουλυβοτείρῃ.
- ὄφρʼ οἳ τοὺς ἐνάριζον ἀπʼ ἔντεα μαρμαίροντα,
- τόφρʼ οἳ Πουλυδάμαντι καὶ Ἕκτορι κοῦροι ἕποντο,
- οἳ πλεῖστοι καὶ ἄριστοι ἔσαν, μέμασαν δὲ μάλιστα
- τεῖχός τε ῥήξειν καὶ ἐνιπρήσειν πυρὶ νῆας,
- οἵ ῥʼ ἔτι μερμήριζον ἐφεσταότες παρὰ τάφρῳ.
- ὄρνις γάρ σφιν ἐπῆλθε περησέμεναι μεμαῶσιν
- αἰετὸς ὑψιπέτης ἐπʼ ἀριστερὰ λαὸν ἐέργων
- φοινήεντα δράκοντα φέρων ὀνύχεσσι πέλωρον
- ζωὸν ἔτʼ ἀσπαίροντα, καὶ οὔ πω λήθετο χάρμης,
- κόψε γὰρ αὐτὸν ἔχοντα κατὰ στῆθος παρὰ δειρὴν
- ἰδνωθεὶς ὀπίσω· ὃ δʼ ἀπὸ ἕθεν ἧκε χαμᾶζε
- ἀλγήσας ὀδύνῃσι, μέσῳ δʼ ἐνὶ κάββαλʼ ὁμίλῳ,
- αὐτὸς δὲ κλάγξας πέτετο πνοιῇς ἀνέμοιο.
- Τρῶες δʼ ἐρρίγησαν ὅπως ἴδον αἰόλον ὄφιν
- κείμενον ἐν μέσσοισι Διὸς τέρας αἰγιόχοιο.
- δὴ τότε Πουλυδάμας θρασὺν Ἕκτορα εἶπε παραστάς·
- Ἕκτορ ἀεὶ μέν πώς μοι ἐπιπλήσσεις ἀγορῇσιν
- ἐσθλὰ φραζομένῳ, ἐπεὶ οὐδὲ μὲν οὐδὲ ἔοικε
- δῆμον ἐόντα παρὲξ ἀγορευέμεν, οὔτʼ ἐνὶ βουλῇ
- οὔτέ ποτʼ ἐν πολέμῳ, σὸν δὲ κράτος αἰὲν ἀέξειν·
- νῦν αὖτʼ ἐξερέω ὥς μοι δοκεῖ εἶναι ἄριστα.
- μὴ ἴομεν Δαναοῖσι μαχησόμενοι περὶ νηῶν.
- ὧδε γὰρ ἐκτελέεσθαι ὀΐομαι, εἰ ἐτεόν γε
- Τρωσὶν ὅδʼ ὄρνις ἦλθε περησέμεναι μεμαῶσιν
- αἰετὸς ὑψιπέτης ἐπʼ ἀριστερὰ λαὸν ἐέργων
- φοινήεντα δράκοντα φέρων ὀνύχεσσι πέλωρον
- ζωόν· ἄφαρ δʼ ἀφέηκε πάρος φίλα οἰκίʼ ἱκέσθαι,
- οὐδʼ ἐτέλεσσε φέρων δόμεναι τεκέεσσιν ἑοῖσιν.
- ὣς ἡμεῖς, εἴ πέρ τε πύλας καὶ τεῖχος Ἀχαιῶν
- ῥηξόμεθα σθένεϊ μεγάλῳ, εἴξωσι δʼ Ἀχαιοί,
- οὐ κόσμῳ παρὰ ναῦφιν ἐλευσόμεθʼ αὐτὰ κέλευθα·
- πολλοὺς γὰρ Τρώων καταλείψομεν, οὕς κεν Ἀχαιοὶ
- χαλκῷ δῃώσωσιν ἀμυνόμενοι περὶ νηῶν.
- ὧδέ χʼ ὑποκρίναιτο θεοπρόπος, ὃς σάφα θυμῷ
- εἰδείη τεράων καί οἱ πειθοίατο λαοί.
- τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη κορυθαίολος Ἕκτωρ·
- Πουλυδάμα, σὺ μὲν οὐκ ἔτʼ ἐμοὶ φίλα ταῦτʼ ἀγορεύεις·
- οἶσθα καὶ ἄλλον μῦθον ἀμείνονα τοῦδε νοῆσαι.
- εἰ δʼ ἐτεὸν δὴ τοῦτον ἀπὸ σπουδῆς ἀγορεύεις,
- ἐξ ἄρα δή τοι ἔπειτα θεοὶ φρένας ὤλεσαν αὐτοί,
- ὃς κέλεαι Ζηνὸς μὲν ἐριγδούποιο λαθέσθαι
- βουλέων, ἅς τέ μοι αὐτὸς ὑπέσχετο καὶ κατένευσε·
- τύνη δʼ οἰωνοῖσι τανυπτερύγεσσι κελεύεις
- πείθεσθαι, τῶν οὔ τι μετατρέπομʼ οὐδʼ ἀλεγίζω
- εἴτʼ ἐπὶ δεξίʼ ἴωσι πρὸς ἠῶ τʼ ἠέλιόν τε,
- εἴτʼ ἐπʼ ἀριστερὰ τοί γε ποτὶ ζόφον ἠερόεντα.
- ἡμεῖς δὲ μεγάλοιο Διὸς πειθώμεθα βουλῇ,
- ὃς πᾶσι θνητοῖσι καὶ ἀθανάτοισιν ἀνάσσει.
- εἷς οἰωνὸς ἄριστος ἀμύνεσθαι περὶ πάτρης.
- τίπτε σὺ δείδοικας πόλεμον καὶ δηϊοτῆτα;
- εἴ περ γάρ τʼ ἄλλοι γε περὶ κτεινώμεθα πάντες
- νηυσὶν ἐπʼ Ἀργείων, σοὶ δʼ οὐ δέος ἔστʼ ἀπολέσθαι·
- οὐ γάρ τοι κραδίη μενεδήϊος οὐδὲ μαχήμων.
- εἰ δὲ σὺ δηϊοτῆτος ἀφέξεαι, ἠέ τινʼ ἄλλον
- παρφάμενος ἐπέεσσιν ἀποτρέψεις πολέμοιο,
- αὐτίκʼ ἐμῷ ὑπὸ δουρὶ τυπεὶς ἀπὸ θυμὸν ὀλέσσεις.
- ὣς ἄρα φωνήσας ἡγήσατο, τοὶ δʼ ἅμʼ ἕποντο
- ἠχῇ θεσπεσίῃ· ἐπὶ δὲ Ζεὺς τερπικέραυνος
- ὦρσεν ἀπʼ Ἰδαίων ὀρέων ἀνέμοιο θύελλαν,
- ἥ ῥʼ ἰθὺς νηῶν κονίην φέρεν· αὐτὰρ Ἀχαιῶν
- θέλγε νόον, Τρωσὶν δὲ καὶ Ἕκτορι κῦδος ὄπαζε.
- τοῦ περ δὴ τεράεσσι πεποιθότες ἠδὲ βίηφι
- ῥήγνυσθαι μέγα τεῖχος Ἀχαιῶν πειρήτιζον.
- κρόσσας μὲν πύργων ἔρυον, καὶ ἔρειπον ἐπάλξεις,
- στήλας τε προβλῆτας ἐμόχλεον, ἃς ἄρʼ Ἀχαιοὶ
- πρώτας ἐν γαίῃ θέσαν ἔμμεναι ἔχματα πύργων.
- τὰς οἵ γʼ αὐέρυον, ἔλποντο δὲ τεῖχος Ἀχαιῶν
- ῥήξειν· οὐδέ νύ πω Δαναοὶ χάζοντο κελεύθου,
- ἀλλʼ οἵ γε ῥινοῖσι βοῶν φράξαντες ἐπάλξεις
- βάλλον ἀπʼ αὐτάων δηΐους ὑπὸ τεῖχος ἰόντας.
- ἀμφοτέρω δʼ Αἴαντε κελευτιόωντʼ ἐπὶ πύργων
- πάντοσε φοιτήτην μένος ὀτρύνοντες Ἀχαιῶν.
- ἄλλον μειλιχίοις, ἄλλον στερεοῖς ἐπέεσσι
- νείκεον, ὅν τινα πάγχυ μάχης μεθιέντα ἴδοιεν·
- ὦ φίλοι Ἀργείων ὅς τʼ ἔξοχος ὅς τε μεσήεις
- ὅς τε χερειότερος, ἐπεὶ οὔ πω πάντες ὁμοῖοι
- ἀνέρες ἐν πολέμῳ, νῦν ἔπλετο ἔργον ἅπασι·
- καὶ δʼ αὐτοὶ τόδε που γιγνώσκετε. μή τις ὀπίσσω
- τετράφθω ποτὶ νῆας ὁμοκλητῆρος ἀκούσας,
- ἀλλὰ πρόσω ἵεσθε καὶ ἀλλήλοισι κέλεσθε,
- αἴ κε Ζεὺς δώῃσιν Ὀλύμπιος ἀστεροπητὴς
- νεῖκος ἀπωσαμένους δηΐους προτὶ ἄστυ δίεσθαι.
- ὣς τώ γε προβοῶντε μάχην ὄτρυνον Ἀχαιῶν.
- τῶν δʼ, ὥς τε νιφάδες χιόνος πίπτωσι θαμειαὶ
- ἤματι χειμερίῳ, ὅτε τʼ ὤρετο μητίετα Ζεὺς
- νιφέμεν ἀνθρώποισι πιφαυσκόμενος τὰ ἃ κῆλα·
- κοιμήσας δʼ ἀνέμους χέει ἔμπεδον, ὄφρα καλύψῃ
- ὑψηλῶν ὀρέων κορυφὰς καὶ πρώονας ἄκρους
- καὶ πεδία λωτοῦντα καὶ ἀνδρῶν πίονα ἔργα,
- καί τʼ ἐφʼ ἁλὸς πολιῆς κέχυται λιμέσιν τε καὶ ἀκταῖς,
- κῦμα δέ μιν προσπλάζον ἐρύκεται· ἄλλά τε πάντα
- εἴλυται καθύπερθʼ, ὅτʼ ἐπιβρίσῃ Διὸς ὄμβρος·
- ὣς τῶν ἀμφοτέρωσε λίθοι πωτῶντο θαμειαί,
- αἱ μὲν ἄρʼ ἐς Τρῶας, αἱ δʼ ἐκ Τρώων ἐς Ἀχαιούς,
- βαλλομένων· τὸ δὲ τεῖχος ὕπερ πᾶν δοῦπος ὀρώρει.
- οὐδʼ ἄν πω τότε γε Τρῶες καὶ φαίδιμος Ἕκτωρ
- τείχεος ἐρρήξαντο πύλας καὶ μακρὸν ὀχῆα,
- εἰ μὴ ἄρʼ υἱὸν ἑὸν Σαρπηδόνα μητίετα Ζεὺς
- ὦρσεν ἐπʼ Ἀργείοισι λέονθʼ ὣς βουσὶν ἕλιξιν.
- αὐτίκα δʼ ἀσπίδα μὲν πρόσθʼ ἔσχετο πάντοσʼ ἐΐσην
- καλὴν χαλκείην ἐξήλατον, ἣν ἄρα χαλκεὺς
- ἤλασεν, ἔντοσθεν δὲ βοείας ῥάψε θαμειὰς
- χρυσείῃς ῥάβδοισι διηνεκέσιν περὶ κύκλον.
- τὴν ἄρʼ ὅ γε πρόσθε σχόμενος δύο δοῦρε τινάσσων
- βῆ ῥʼ ἴμεν ὥς τε λέων ὀρεσίτροφος, ὅς τʼ ἐπιδευὴς
- δηρὸν ἔῃ κρειῶν, κέλεται δέ ἑ θυμὸς ἀγήνωρ
- μήλων πειρήσοντα καὶ ἐς πυκινὸν δόμον ἐλθεῖν·
- εἴ περ γάρ χʼ εὕρῃσι παρʼ αὐτόφι βώτορας ἄνδρας
- σὺν κυσὶ καὶ δούρεσσι φυλάσσοντας περὶ μῆλα,
- οὔ ῥά τʼ ἀπείρητος μέμονε σταθμοῖο δίεσθαι,
- ἀλλʼ ὅ γʼ ἄρʼ ἢ ἥρπαξε μετάλμενος, ἠὲ καὶ αὐτὸς