Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ῥεῖα δέ κʼ ἀκμῆτες κεκμηότας ἄνδρας ἀϋτῇ
  2. ὤσαισθε προτὶ ἄστυ νεῶν ἄπο καὶ κλισιάων.
  3. ὣς φάτο, τῷ δʼ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε,
  4. βῆ δὲ θέειν παρὰ νῆας ἐπʼ Αἰακίδην Ἀχιλῆα.
  5. ἀλλʼ ὅτε δὴ κατὰ νῆας Ὀδυσσῆος θείοιο
  6. ἷξε θέων Πάτροκλος, ἵνά σφʼ ἀγορή τε θέμις τε
  7. ἤην, τῇ δὴ καί σφι θεῶν ἐτετεύχατο βωμοί,
  8. ἔνθά οἱ Εὐρύπυλος βεβλημένος ἀντεβόλησε
  9. διογενὴς Εὐαιμονίδης κατὰ μηρὸν ὀϊστῷ
  10. σκάζων ἐκ πολέμου· κατὰ δὲ νότιος ῥέεν ἱδρὼς
  11. ὤμων καὶ κεφαλῆς, ἀπὸ δʼ ἕλκεος ἀργαλέοιο
  12. αἷμα μέλαν κελάρυζε· νόος γε μὲν ἔμπεδος ἦεν.
  13. τὸν δὲ ἰδὼν ᾤκτειρε Μενοιτίου ἄλκιμος υἱός,
  14. καί ῥʼ ὀλοφυρόμενος ἔπεα πτερόεντα προσηύδα·
  15. ἆ δειλοὶ Δαναῶν ἡγήτορες ἠδὲ μέδοντες
  16. ὣς ἄρʼ ἐμέλλετε τῆλε φίλων καὶ πατρίδος αἴης
  17. ἄσειν ἐν Τροίῃ ταχέας κύνας ἀργέτι δημῷ.
  18. ἀλλʼ ἄγε μοι τόδε εἰπὲ διοτρεφὲς Εὐρύπυλʼ ἥρως,
  19. ἤ ῥʼ ἔτι που σχήσουσι πελώριον Ἕκτορʼ Ἀχαιοί,
  20. ἦ ἤδη φθίσονται ὑπʼ αὐτοῦ δουρὶ δαμέντες;