Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  • σφὼ δὲ μάλʼ ἠθέλετον, τὼ δʼ ἄμφω πόλλʼ ἐπέτελλον.
  • Πηλεὺς μὲν ᾧ παιδὶ γέρων ἐπέτελλʼ Ἀχιλῆϊ
  • αἰὲν ἀριστεύειν καὶ ὑπείροχον ἔμμεναι ἄλλων·
  • σοὶ δʼ αὖθʼ ὧδʼ ἐπέτελλε Μενοίτιος Ἄκτορος υἱός·
  • τέκνον ἐμὸν γενεῇ μὲν ὑπέρτερός ἐστιν Ἀχιλλεύς,
  • πρεσβύτερος δὲ σύ ἐσσι· βίῃ δʼ ὅ γε πολλὸν ἀμείνων.
  • ἀλλʼ εὖ οἱ φάσθαι πυκινὸν ἔπος ἠδʼ ὑποθέσθαι
  • καί οἱ σημαίνειν· ὃ δὲ πείσεται εἰς ἀγαθόν περ.
  • ὣς ἐπέτελλʼ ὃ γέρων, σὺ δὲ λήθεαι· ἀλλʼ ἔτι καὶ νῦν
  • ταῦτʼ εἴποις Ἀχιλῆϊ δαΐφρονι αἴ κε πίθηται.
  • τίς δʼ οἶδʼ εἴ κέν οἱ σὺν δαίμονι θυμὸν ὀρίναις
  • παρειπών; ἀγαθὴ δὲ παραίφασίς ἐστιν ἑταίρου.
  • εἰ δέ τινα φρεσὶν ᾗσι θεοπροπίην ἀλεείνει
  • καί τινά οἱ πὰρ Ζηνὸς ἐπέφραδε πότνια μήτηρ,
  • ἀλλὰ σέ περ προέτω, ἅμα δʼ ἄλλος λαὸς ἑπέσθω
  • Μυρμιδόνων, αἴ κέν τι φόως Δαναοῖσι γένηαι·
  • καί τοι τεύχεα καλὰ δότω πόλεμον δὲ φέρεσθαι,
  • αἴ κέ σε τῷ εἴσκοντες ἀπόσχωνται πολέμοιο
  • Τρῶες, ἀναπνεύσωσι δʼ ἀρήϊοι υἷες Ἀχαιῶν
  • τειρόμενοι· ὀλίγη δέ τʼ ἀνάπνευσις πολέμοιο.