Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ἔγχεΐ τʼ ἄορί τε μεγάλοισί τε χερμαδίοισιν,
  2. ὄφρά οἱ αἷμʼ ἔτι θερμὸν ἀνήνοθεν ἐξ ὠτειλῆς.
  3. αὐτὰρ ἐπεὶ τὸ μὲν ἕλκος ἐτέρσετο, παύσατο δʼ αἷμα,
  4. ὀξεῖαι δʼ ὀδύναι δῦνον μένος Ἀτρεΐδαο.
  5. ὡς δʼ ὅτʼ ἂν ὠδίνουσαν ἔχῃ βέλος ὀξὺ γυναῖκα
  6. δριμύ, τό τε προϊεῖσι μογοστόκοι Εἰλείθυιαι
  7. Ἥρης θυγατέρες πικρὰς ὠδῖνας ἔχουσαι,
  8. ὣς ὀξεῖʼ ὀδύναι δῦνον μένος Ἀτρεΐδαο.
  9. ἐς δίφρον δʼ ἀνόρουσε, καὶ ἡνιόχῳ ἐπέτελλε
  10. νηυσὶν ἔπι γλαφυρῇσιν ἐλαυνέμεν· ἤχθετο γὰρ κῆρ.
  11. ἤϋσεν δὲ διαπρύσιον Δαναοῖσι γεγωνώς·
  12. ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες
  13. ὑμεῖς μὲν νῦν νηυσὶν ἀμύνετε ποντοπόροισι
  14. φύλοπιν ἀργαλέην, ἐπεὶ οὐκ ἐμὲ μητίετα Ζεὺς
  15. εἴασε Τρώεσσι πανημέριον πολεμίζειν.
  16. ὣς ἔφαθʼ, ἡνίοχος δʼ ἵμασεν καλλίτριχας ἵππους
  17. νῆας ἔπι γλαφυράς· τὼ δʼ οὐκ ἀέκοντε πετέσθην·
  18. ἄφρεον δὲ στήθεα, ῥαίνοντο δὲ νέρθε κονίῃ
  19. τειρόμενον βασιλῆα μάχης ἀπάνευθε φέροντες.
  20. Ἕκτωρ δʼ ὡς ἐνόησʼ Ἀγαμέμνονα νόσφι κιόντα
  21. Τρωσί τε καὶ Λυκίοισιν ἐκέκλετο μακρὸν ἀΰσας·
  22. Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταὶ
  23. ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς.
  24. οἴχετʼ ἀνὴρ ὤριστος, ἐμοὶ δὲ μέγʼ εὖχος ἔδωκε
  25. Ζεὺς Κρονίδης· ἀλλʼ ἰθὺς ἐλαύνετε μώνυχας ἵππους
  26. ἰφθίμων Δαναῶν, ἵνʼ ὑπέρτερον εὖχος ἄρησθε.
  27. ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.
  28. ὡς δʼ ὅτε πού τις θηρητὴρ κύνας ἀργιόδοντας
  29. σεύῃ ἐπʼ ἀγροτέρῳ συῒ καπρίῳ ἠὲ λέοντι,
  30. ὣς ἐπʼ Ἀχαιοῖσιν σεῦε Τρῶας μεγαθύμους
  31. Ἕκτωρ Πριαμίδης βροτολοιγῷ ἶσος Ἄρηϊ.
  32. αὐτὸς δʼ ἐν πρώτοισι μέγα φρονέων ἐβεβήκει,
  33. ἐν δʼ ἔπεσʼ ὑσμίνῃ ὑπεραέϊ ἶσος ἀέλλῃ,
  34. ἥ τε καθαλλομένη ἰοειδέα πόντον ὀρίνει.
  35. ἔνθα τίνα πρῶτον, τίνα δʼ ὕστατον ἐξενάριξεν
  36. Ἕκτωρ Πριαμίδης, ὅτε οἱ Ζεὺς κῦδος ἔδωκεν;
  37. Ἀσαῖον μὲν πρῶτα καὶ Αὐτόνοον καὶ Ὀπίτην
  38. καὶ Δόλοπα Κλυτίδην καὶ Ὀφέλτιον ἠδʼ Ἀγέλαον
  39. Αἴσυμνόν τʼ Ὦρόν τε καὶ Ἱππόνοον μενεχάρμην.
  40. τοὺς ἄρʼ ὅ γʼ ἡγεμόνας Δαναῶν ἕλεν, αὐτὰρ ἔπειτα
  41. πληθύν, ὡς ὁπότε νέφεα Ζέφυρος στυφελίξῃ
  42. ἀργεστᾶο Νότοιο βαθείῃ λαίλαπι τύπτων·
  43. πολλὸν δὲ τρόφι κῦμα κυλίνδεται, ὑψόσε δʼ ἄχνη
  44. σκίδναται ἐξ ἀνέμοιο πολυπλάγκτοιο ἰωῆς·
  45. ὣς ἄρα πυκνὰ καρήαθʼ ὑφʼ Ἕκτορι δάμνατο λαῶν.
  46. ἔνθά κε λοιγὸς ἔην καὶ ἀμήχανα ἔργα γένοντο,
  47. καί νύ κεν ἐν νήεσσι πέσον φεύγοντες Ἀχαιοί,
  48. εἰ μὴ Τυδεΐδῃ Διομήδεϊ κέκλετʼ Ὀδυσσεύς·
  49. Τυδεΐδη τί παθόντε λελάσμεθα θούριδος ἀλκῆς;
  50. ἀλλʼ ἄγε δεῦρο πέπον, παρʼ ἔμʼ ἵσταο· δὴ γὰρ ἔλεγχος
  51. ἔσσεται εἴ κεν νῆας ἕλῃ κορυθαίολος Ἕκτωρ.
  52. τὸν δʼ ἀπαμειβόμενος προσέφη κρατερὸς Διομήδης·
  53. ἤτοι ἐγὼ μενέω καὶ τλήσομαι· ἀλλὰ μίνυνθα
  54. ἡμέων ἔσσεται ἦδος, ἐπεὶ νεφεληγερέτα Ζεὺς
  55. Τρωσὶν δὴ βόλεται δοῦναι κράτος ἠέ περ ἡμῖν.
  56. ἦ καὶ Θυμβραῖον μὲν ἀφʼ ἵππων ὦσε χαμᾶζε
  57. δουρὶ βαλὼν κατὰ μαζὸν ἀριστερόν· αὐτὰρ Ὀδυσσεὺς
  58. ἀντίθεον θεράποντα Μολίονα τοῖο ἄνακτος.
  59. τοὺς μὲν ἔπειτʼ εἴασαν, ἐπεὶ πολέμου ἀπέπαυσαν·
  60. τὼ δʼ ἀνʼ ὅμιλον ἰόντε κυδοίμεον, ὡς ὅτε κάπρω
  61. ἐν κυσὶ θηρευτῇσι μέγα φρονέοντε πέσητον·
  62. ὣς ὄλεκον Τρῶας πάλιν ὀρμένω· αὐτὰρ Ἀχαιοὶ
  63. ἀσπασίως φεύγοντες ἀνέπνεον Ἕκτορα δῖον.
  64. ἔνθʼ ἑλέτην δίφρόν τε καὶ ἀνέρε δήμου ἀρίστω
  65. υἷε δύω Μέροπος Περκωσίου, ὃς περὶ πάντων
  66. ᾔδεε μαντοσύνας, οὐδὲ οὓς παῖδας ἔασκε
  67. στείχειν ἐς πόλεμον φθισήνορα· τὼ δέ οἱ οὔ τι
  68. πειθέσθην· κῆρες γὰρ ἄγον μέλανος θανάτοιο.
  69. τοὺς μὲν Τυδεΐδης δουρικλειτὸς Διομήδης
  70. θυμοῦ καὶ ψυχῆς κεκαδὼν κλυτὰ τεύχεʼ ἀπηύρα·
  71. Ἱππόδαμον δʼ Ὀδυσεὺς καὶ Ὑπείροχον ἐξενάριξεν.
  72. ἔνθά σφιν κατὰ ἶσα μάχην ἐτάνυσσε Κρονίων
  73. ἐξ Ἴδης καθορῶν· τοὶ δʼ ἀλλήλους ἐνάριζον.
  74. ἤτοι Τυδέος υἱὸς Ἀγάστροφον οὔτασε δουρὶ
  75. Παιονίδην ἥρωα κατʼ ἰσχίον· οὐ δέ οἱ ἵπποι
  76. ἐγγὺς ἔσαν προφυγεῖν, ἀάσατο δὲ μέγα θυμῷ.
  77. τοὺς μὲν γὰρ θεράπων ἀπάνευθʼ ἔχεν, αὐτὰρ ὃ πεζὸς
  78. θῦνε διὰ προμάχων, εἷος φίλον ὤλεσε θυμόν.
  79. Ἕκτωρ δʼ ὀξὺ νόησε κατὰ στίχας, ὦρτο δʼ ἐπʼ αὐτοὺς
  80. κεκλήγων· ἅμα δὲ Τρώων εἵποντο φάλαγγες.
  81. τὸν δὲ ἰδὼν ῥίγησε βοὴν ἀγαθὸς Διομήδης,
  82. αἶψα δʼ Ὀδυσσῆα προσεφώνεεν ἐγγὺς ἐόντα·
  83. νῶϊν δὴ τόδε πῆμα κυλίνδεται ὄβριμος Ἕκτωρ·
  84. ἀλλʼ ἄγε δὴ στέωμεν καὶ ἀλεξώμεσθα μένοντες.
  85. ἦ ῥα, καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος
  86. καὶ βάλεν, οὐδʼ ἀφάμαρτε τιτυσκόμενος κεφαλῆφιν,
  87. ἄκρην κὰκ κόρυθα· πλάγχθη δʼ ἀπὸ χαλκόφι χαλκός,
  88. οὐδʼ ἵκετο χρόα καλόν· ἐρύκακε γὰρ τρυφάλεια
  89. τρίπτυχος αὐλῶπις, τήν οἱ πόρε Φοῖβος Ἀπόλλων.
  90. Ἕκτωρ δʼ ὦκʼ ἀπέλεθρον ἀνέδραμε, μίκτο δʼ ὁμίλῳ,
  91. στῆ δὲ γνὺξ ἐριπὼν καὶ ἐρείσατο χειρὶ παχείῃ
  92. γαίης· ἀμφὶ δὲ ὄσσε κελαινὴ νὺξ ἐκάλυψεν.
  93. ὄφρα δὲ Τυδεΐδης μετὰ δούρατος ᾤχετʼ ἐρωὴν
  94. τῆλε διὰ προμάχων, ὅθι οἱ καταείσατο γαίης
  95. τόφρʼ Ἕκτωρ ἔμπνυτο, καὶ ἂψ ἐς δίφρον ὀρούσας
  96. ἐξέλασʼ ἐς πληθύν, καὶ ἀλεύατο κῆρα μέλαιναν.
  97. δουρὶ δʼ ἐπαΐσσων προσέφη κρατερὸς Διομήδης·
  98. ἐξ αὖ νῦν ἔφυγες θάνατον κύον· ἦ τέ τοι ἄγχι
  99. ἦλθε κακόν· νῦν αὖτέ σʼ ἐρύσατο Φοῖβος Ἀπόλλων
  100. ᾧ μέλλεις εὔχεσθαι ἰὼν ἐς δοῦπον ἀκόντων.
  101. ἦ θήν σʼ ἐξανύω γε καὶ ὕστερον ἀντιβολήσας,
  102. εἴ πού τις καὶ ἔμοιγε θεῶν ἐπιτάρροθός ἐστι.
  103. νῦν αὖ τοὺς ἄλλους ἐπιείσομαι, ὅν κε κιχείω.
  104. ἦ, καὶ Παιονίδην δουρὶ κλυτὸν ἐξενάριζεν.
  105. αὐτὰρ Ἀλέξανδρος Ἑλένης πόσις ἠϋκόμοιο
  106. Τυδεΐδῃ ἔπι τόξα τιταίνετο ποιμένι λαῶν,
  107. στήλῃ κεκλιμένος ἀνδροκμήτῳ ἐπὶ τύμβῳ
  108. Ἴλου Δαρδανίδαο, παλαιοῦ δημογέροντος.
  109. ἤτοι ὃ μὲν θώρηκα Ἀγαστρόφου ἰφθίμοιο
  110. αἴνυτʼ ἀπὸ στήθεσφι παναίολον ἀσπίδα τʼ ὤμων
  111. καὶ κόρυθα βριαρήν· ὃ δὲ τόξου πῆχυν ἄνελκε
  112. καὶ βάλεν, οὐδʼ ἄρα μιν ἅλιον βέλος ἔκφυγε χειρός,
  113. ταρσὸν δεξιτεροῖο ποδός· διὰ δʼ ἀμπερὲς ἰὸς
  114. ἐν γαίῃ κατέπηκτο· ὃ δὲ μάλα ἡδὺ γελάσσας
  115. ἐκ λόχου ἀμπήδησε καὶ εὐχόμενος ἔπος ηὔδα·
  116. βέβληαι οὐδʼ ἅλιον βέλος ἔκφυγεν· ὡς ὄφελόν τοι
  117. νείατον ἐς κενεῶνα βαλὼν ἐκ θυμὸν ἑλέσθαι.
  118. οὕτω κεν καὶ Τρῶες ἀνέπνευσαν κακότητος,
  119. οἵ τέ σε πεφρίκασι λέονθʼ ὡς μηκάδες αἶγες.
  120. τὸν δʼ οὐ ταρβήσας προσέφη κρατερὸς Διομήδης·
  121. τοξότα λωβητὴρ κέρᾳ ἀγλαὲ παρθενοπῖπα
  122. εἰ μὲν δὴ ἀντίβιον σὺν τεύχεσι πειρηθείης,
  123. οὐκ ἄν τοι χραίσμῃσι βιὸς καὶ ταρφέες ἰοί·
  124. νῦν δέ μʼ ἐπιγράψας ταρσὸν ποδὸς εὔχεαι αὔτως.
  125. οὐκ ἀλέγω, ὡς εἴ με γυνὴ βάλοι ἢ πάϊς ἄφρων·
  126. κωφὸν γὰρ βέλος ἀνδρὸς ἀνάλκιδος οὐτιδανοῖο.
  127. ἦ τʼ ἄλλως ὑπʼ ἐμεῖο, καὶ εἴ κʼ ὀλίγον περ ἐπαύρῃ,
  128. ὀξὺ βέλος πέλεται, καὶ ἀκήριον αἶψα τίθησι.
  129. τοῦ δὲ γυναικὸς μέν τʼ ἀμφίδρυφοί εἰσι παρειαί,
  130. παῖδες δʼ ὀρφανικοί· ὃ δέ θʼ αἵματι γαῖαν ἐρεύθων
  131. πύθεται, οἰωνοὶ δὲ περὶ πλέες ἠὲ γυναῖκες.
  132. ὣς φάτο, τοῦ δʼ Ὀδυσεὺς δουρικλυτὸς ἐγγύθεν ἐλθὼν
  133. ἔστη πρόσθʼ· ὃ δʼ ὄπισθε καθεζόμενος βέλος ὠκὺ
  134. ἐκ ποδὸς ἕλκʼ, ὀδύνη δὲ διὰ χροὸς ἦλθʼ ἀλεγεινή.
  135. ἐς δίφρον δʼ ἀνόρουσε, καὶ ἡνιόχῳ ἐπέτελλε
  136. νηυσὶν ἔπι γλαφυρῇσιν ἐλαυνέμεν· ἤχθετο γὰρ κῆρ.
  137. οἰώθη δʼ Ὀδυσεὺς δουρὶ κλυτός, οὐδέ τις αὐτῷ
  138. Ἀργείων παρέμεινεν, ἐπεὶ φόβος ἔλλαβε πάντας·
  139. ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·
  140. ὤ μοι ἐγὼ τί πάθω; μέγα μὲν κακὸν αἴ κε φέβωμαι
  141. πληθὺν ταρβήσας· τὸ δὲ ῥίγιον αἴ κεν ἁλώω
  142. μοῦνος· τοὺς δʼ ἄλλους Δαναοὺς ἐφόβησε Κρονίων.
  143. ἀλλὰ τί ἤ μοι ταῦτα φίλος διελέξατο θυμός;
  144. οἶδα γὰρ ὅττι κακοὶ μὲν ἀποίχονται πολέμοιο,
  145. ὃς δέ κʼ ἀριστεύῃσι μάχῃ ἔνι τὸν δὲ μάλα χρεὼ
  146. ἑστάμεναι κρατερῶς, ἤ τʼ ἔβλητʼ ἤ τʼ ἔβαλʼ ἄλλον.
  147. εἷος ὃ ταῦθʼ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν,
  148. τόφρα δʼ ἐπὶ Τρώων στίχες ἤλυθον ἀσπιστάων,
  149. ἔλσαν δʼ ἐν μέσσοισι, μετὰ σφίσι πῆμα τιθέντες.
  150. ὡς δʼ ὅτε κάπριον ἀμφὶ κύνες θαλεροί τʼ αἰζηοὶ
  151. σεύωνται, ὃ δέ τʼ εἶσι βαθείης ἐκ ξυλόχοιο
  152. θήγων λευκὸν ὀδόντα μετὰ γναμπτῇσι γένυσσιν,
  153. ἀμφὶ δέ τʼ ἀΐσσονται, ὑπαὶ δέ τε κόμπος ὀδόντων
  154. γίγνεται, οἳ δὲ μένουσιν ἄφαρ δεινόν περ ἐόντα,
  155. ὥς ῥα τότʼ ἀμφʼ Ὀδυσῆα Διῒ φίλον ἐσσεύοντο
  156. Τρῶες· ὃ δὲ πρῶτον μὲν ἀμύμονα Δηϊοπίτην
  157. οὔτασεν ὦμον ὕπερθεν ἐπάλμενος ὀξέϊ δουρί,
  158. αὐτὰρ ἔπειτα Θόωνα καὶ Ἔννομον ἐξενάριξε.
  159. Χερσιδάμαντα δʼ ἔπειτα καθʼ ἵππων ἀΐξαντα
  160. δουρὶ κατὰ πρότμησιν ὑπʼ ἀσπίδος ὀμφαλοέσσης
  161. νύξεν· ὃ δʼ ἐν κονίῃσι πεσὼν ἕλε γαῖαν ἀγοστῷ.
  162. τοὺς μὲν ἔασʼ, ὃ δʼ ἄρʼ Ἱππασίδην Χάροπʼ οὔτασε δουρὶ
  163. αὐτοκασίγνητον εὐηφενέος Σώκοιο.
  164. τῷ δʼ ἐπαλεξήσων Σῶκος κίεν ἰσόθεος φώς,
  165. στῆ δὲ μάλʼ ἐγγὺς ἰὼν καί μιν πρὸς μῦθον ἔειπεν
  166. ὦ Ὀδυσεῦ πολύαινε δόλων ἆτʼ ἠδὲ πόνοιο
  167. σήμερον ἢ δοιοῖσιν ἐπεύξεαι Ἱππασίδῃσι
  168. τοιώδʼ ἄνδρε κατακτείνας καὶ τεύχεʼ ἀπούρας,
  169. ἤ κεν ἐμῷ ὑπὸ δουρὶ τυπεὶς ἀπὸ θυμὸν ὀλέσσῃς.
  170. ὣς εἰπὼν οὔτησε κατʼ ἀσπίδα πάντοσʼ ἐΐσην.
  171. διὰ μὲν ἀσπίδος ἦλθε φαεινῆς ὄβριμον ἔγχος,
  172. καὶ διὰ θώρηκος πολυδαιδάλου ἠρήρειστο,
  173. πάντα δʼ ἀπὸ πλευρῶν χρόα ἔργαθεν, οὐδʼ ἔτʼ ἔασε
  174. Παλλὰς Ἀθηναίη μιχθήμεναι ἔγκασι φωτός.
  175. γνῶ δʼ Ὀδυσεὺς ὅ οἱ οὔ τι τέλος κατακαίριον ἦλθεν,
  176. ἂψ δʼ ἀναχωρήσας Σῶκον πρὸς μῦθον ἔειπεν·
  177. ἆ δείλʼ ἦ μάλα δή σε κιχάνεται αἰπὺς ὄλεθρος.
  178. ἤτοι μέν ῥʼ ἔμʼ ἔπαυσας ἐπὶ Τρώεσσι μάχεσθαι·
  179. σοὶ δʼ ἐγὼ ἐνθάδε φημὶ φόνον καὶ κῆρα μέλαιναν
  180. ἤματι τῷδʼ ἔσσεσθαι, ἐμῷ δʼ ὑπὸ δουρὶ δαμέντα
  181. εὖχος ἐμοὶ δώσειν, ψυχὴν δʼ Ἄϊδι κλυτοπώλῳ.
  182. ἦ, καὶ ὃ μὲν φύγαδʼ αὖτις ὑποστρέψας ἐβεβήκει,
  183. τῷ δὲ μεταστρεφθέντι μεταφρένῳ ἐν δόρυ πῆξεν
  184. ὤμων μεσσηγύς, διὰ δὲ στήθεσφιν ἔλασσε,
  185. δούπησεν δὲ πεσών· ὃ δʼ ἐπεύξατο δῖος Ὀδυσσεύς·
  186. ὦ Σῶχʼ Ἱππάσου υἱὲ δαΐφρονος ἱπποδάμοιο
  187. φθῆ σε τέλος θανάτοιο κιχήμενον, οὐδʼ ὑπάλυξας.
  188. ἆ δείλʼ οὐ μὲν σοί γε πατὴρ καὶ πότνια μήτηρ
  189. ὄσσε καθαιρήσουσι θανόντι περ, ἀλλʼ οἰωνοὶ
  190. ὠμησταὶ ἐρύουσι, περὶ πτερὰ πυκνὰ βαλόντες.
  191. αὐτὰρ ἔμʼ, εἴ κε θάνω, κτεριοῦσί γε δῖοι Ἀχαιοί.
  192. ὣς εἰπὼν Σώκοιο δαΐφρονος ὄβριμον ἔγχος
  193. ἔξω τε χροὸς ἕλκε καὶ ἀσπίδος ὀμφαλοέσσης·
  194. αἷμα δέ οἱ σπασθέντος ἀνέσσυτο, κῆδε δὲ θυμόν.
  195. Τρῶες δὲ μεγάθυμοι ὅπως ἴδον αἷμʼ Ὀδυσῆος
  196. κεκλόμενοι καθʼ ὅμιλον ἐπʼ αὐτῷ πάντες ἔβησαν.
  197. αὐτὰρ ὅ γʼ ἐξοπίσω ἀνεχάζετο, αὖε δʼ ἑταίρους.
  198. τρὶς μὲν ἔπειτʼ ἤϋσεν ὅσον κεφαλὴ χάδε φωτός,
  199. τρὶς δʼ ἄϊεν ἰάχοντος ἄρηι φίλος Μενέλαος.
  200. αἶψα δʼ ἄρʼ Αἴαντα προσεφώνεεν ἐγγὺς ἐόντα·
  201. Αἶαν διογενὲς Τελαμώνιε κοίρανε λαῶν
  202. ἀμφί μʼ Ὀδυσσῆος ταλασίφρονος ἵκετʼ ἀϋτὴ
  203. τῷ ἰκέλη ὡς εἴ ἑ βιῴατο μοῦνον ἐόντα
  204. Τρῶες ἀποτμήξαντες ἐνὶ κρατερῇ ὑσμίνῃ.
  205. ἀλλʼ ἴομεν καθʼ ὅμιλον· ἀλεξέμεναι γὰρ ἄμεινον.
  206. δείδω μή τι πάθῃσιν ἐνὶ Τρώεσσι μονωθεὶς
  207. ἐσθλὸς ἐών, μεγάλη δὲ ποθὴ Δαναοῖσι γένηται.
  208. ὣς εἰπὼν ὃ μὲν ἦρχʼ, ὃ δʼ ἅμʼ ἕσπετο ἰσόθεος φώς.
  209. εὗρον ἔπειτʼ Ὀδυσῆα Διῒ φίλον· ἀμφὶ δʼ ἄρʼ αὐτὸν
  210. Τρῶες ἕπονθʼ ὡς εἴ τε δαφοινοὶ θῶες ὄρεσφιν
  211. ἀμφʼ ἔλαφον κεραὸν βεβλημένον, ὅν τʼ ἔβαλʼ ἀνὴρ
  212. ἰῷ ἀπὸ νευρῆς· τὸν μέν τʼ ἤλυξε πόδεσσι
  213. φεύγων, ὄφρʼ αἷμα λιαρὸν καὶ γούνατʼ ὀρώρῃ·
  214. αὐτὰρ ἐπεὶ δὴ τόν γε δαμάσσεται ὠκὺς ὀϊστός,
  215. ὠμοφάγοι μιν θῶες ἐν οὔρεσι δαρδάπτουσιν
  216. ἐν νέμεϊ σκιερῷ· ἐπί τε λῖν ἤγαγε δαίμων
  217. σίντην· θῶες μέν τε διέτρεσαν, αὐτὰρ ὃ δάπτει·
  218. ὥς ῥα τότʼ ἀμφʼ Ὀδυσῆα δαΐφρονα ποικιλομήτην
  219. Τρῶες ἕπον πολλοί τε καὶ ἄλκιμοι, αὐτὰρ ὅ γʼ ἥρως
  220. ἀΐσσων ᾧ ἔγχει ἀμύνετο νηλεὲς ἦμαρ.
  221. Αἴας δʼ ἐγγύθεν ἦλθε φέρων σάκος ἠΰτε πύργον,
  222. στῆ δὲ παρέξ· Τρῶες δὲ διέτρεσαν ἄλλυδις ἄλλος.
  223. ἤτοι τὸν Μενέλαος ἀρήϊος ἔξαγʼ ὁμίλου
  224. χειρὸς ἔχων, εἷος θεράπων σχεδὸν ἤλασεν ἵππους.
  225. Αἴας δὲ Τρώεσσιν ἐπάλμενος εἷλε Δόρυκλον
  226. Πριαμίδην νόθον υἱόν, ἔπειτα δὲ Πάνδοκον οὖτα,
  227. οὖτα δὲ Λύσανδρον καὶ Πύρασον ἠδὲ Πυλάρτην.
  228. ὡς δʼ ὁπότε πλήθων ποταμὸς πεδίον δὲ κάτεισι
  229. χειμάρρους κατʼ ὄρεσφιν ὀπαζόμενος Διὸς ὄμβρῳ,
  230. πολλὰς δὲ δρῦς ἀζαλέας, πολλὰς δέ τε πεύκας
  231. ἐσφέρεται, πολλὸν δέ τʼ ἀφυσγετὸν εἰς ἅλα βάλλει,
  232. ὣς ἔφεπε κλονέων πεδίον τότε φαίδιμος Αἴας,
  233. δαΐζων ἵππους τε καὶ ἀνέρας· οὐδέ πω Ἕκτωρ
  234. πεύθετʼ, ἐπεί ῥα μάχης ἐπʼ ἀριστερὰ μάρνατο πάσης
  235. ὄχθας πὰρ ποταμοῖο Σκαμάνδρου, τῇ ῥα μάλιστα
  236. ἀνδρῶν πῖπτε κάρηνα, βοὴ δʼ ἄσβεστος ὀρώρει
  237. Νέστορά τʼ ἀμφὶ μέγαν καὶ ἀρήϊον Ἰδομενῆα.
  238. Ἕκτωρ μὲν μετὰ τοῖσιν ὁμίλει μέρμερα ῥέζων
  239. ἔγχεΐ θʼ ἱπποσύνῃ τε, νέων δʼ ἀλάπαζε φάλαγγας·
  240. οὐδʼ ἄν πω χάζοντο κελεύθου δῖοι Ἀχαιοὶ
  241. εἰ μὴ Ἀλέξανδρος Ἑλένης πόσις ἠϋκόμοιο
  242. παῦσεν ἀριστεύοντα Μαχάονα ποιμένα λαῶν,
  243. ἰῷ τριγλώχινι βαλὼν κατὰ δεξιὸν ὦμον.
  244. τῷ ῥα περίδεισαν μένεα πνείοντες Ἀχαιοὶ
  245. μή πώς μιν πολέμοιο μετακλινθέντος ἕλοιεν.
  246. αὐτίκα δʼ Ἰδομενεὺς προσεφώνεε Νέστορα δῖον·
  247. ὦ Νέστορ Νηληϊάδη μέγα κῦδος Ἀχαιῶν
  248. ἄγρει σῶν ὀχέων ἐπιβήσεο, πὰρ δὲ Μαχάων
  249. βαινέτω, ἐς νῆας δὲ τάχιστʼ ἔχε μώνυχας ἵππους·
  250. ἰητρὸς γὰρ ἀνὴρ πολλῶν ἀντάξιος ἄλλων
  251. ἰούς τʼ ἐκτάμνειν ἐπί τʼ ἤπια φάρμακα πάσσειν.
  252. ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε Γερήνιος ἱππότα Νέστωρ.
  253. αὐτίκα δʼ ὧν ὀχέων ἐπεβήσετο, πὰρ δὲ Μαχάων
  254. βαῖνʼ Ἀσκληπιοῦ υἱὸς ἀμύμονος ἰητῆρος·
  255. μάστιξεν δʼ ἵππους, τὼ δʼ οὐκ ἀέκοντε πετέσθην
  256. νῆας ἔπι γλαφυράς· τῇ γὰρ φίλον ἔπλετο θυμῷ.
  257. Κεβριόνης δὲ Τρῶας ὀρινομένους ἐνόησεν
  258. Ἕκτορι παρβεβαώς, καί μιν πρὸς μῦθον ἔειπεν·
  259. Ἕκτορ νῶϊ μὲν ἐνθάδʼ ὁμιλέομεν Δαναοῖσιν
  260. ἐσχατιῇ πολέμοιο δυσηχέος· οἳ δὲ δὴ ἄλλοι
  261. Τρῶες ὀρίνονται ἐπιμὶξ ἵπποι τε καὶ αὐτοί.
  262. Αἴας δὲ κλονέει Τελαμώνιος· εὖ δέ μιν ἔγνων·
  263. εὐρὺ γὰρ ἀμφʼ ὤμοισιν ἔχει σάκος· ἀλλὰ καὶ ἡμεῖς
  264. κεῖσʼ ἵππους τε καὶ ἅρμʼ ἰθύνομεν, ἔνθα μάλιστα
  265. ἱππῆες πεζοί τε κακὴν ἔριδα προβαλόντες
  266. ἀλλήλους ὀλέκουσι, βοὴ δʼ ἄσβεστος ὄρωρεν.
  267. ὣς ἄρα φωνήσας ἵμασεν καλλίτριχας ἵππους
  268. μάστιγι λιγυρῇ· τοὶ δὲ πληγῆς ἀΐοντες
  269. ῥίμφʼ ἔφερον θοὸν ἅρμα μετὰ Τρῶας καὶ Ἀχαιοὺς
  270. στείβοντες νέκυάς τε καὶ ἀσπίδας· αἵματι δʼ ἄξων
  271. νέρθεν ἅπας πεπάλακτο καὶ ἄντυγες αἳ περὶ δίφρον,
  272. ἃς ἄρʼ ἀφʼ ἱππείων ὁπλέων ῥαθάμιγγες ἔβαλλον
  273. αἵ τʼ ἀπʼ ἐπισσώτρων. ὃ δὲ ἵετο δῦναι ὅμιλον
  274. ἀνδρόμεον ῥῆξαί τε μετάλμενος· ἐν δὲ κυδοιμὸν
  275. ἧκε κακὸν Δαναοῖσι, μίνυνθα δὲ χάζετο δουρός.
  276. αὐτὰρ ὃ τῶν ἄλλων ἐπεπωλεῖτο στίχας ἀνδρῶν
  277. ἔγχεΐ τʼ ἄορί τε μεγάλοισί τε χερμαδίοισιν,
  278. Αἴαντος δʼ ἀλέεινε μάχην Τελαμωνιάδαο.
  279. Ζεὺς δὲ πατὴρ Αἴανθʼ ὑψίζυγος ἐν φόβον ὦρσε·
  280. στῆ δὲ ταφών, ὄπιθεν δὲ σάκος βάλεν ἑπταβόειον,
  281. τρέσσε δὲ παπτήνας ἐφʼ ὁμίλου θηρὶ ἐοικὼς
  282. ἐντροπαλιζόμενος ὀλίγον γόνυ γουνὸς ἀμείβων.
  283. ὡς δʼ αἴθωνα λέοντα βοῶν ἀπὸ μεσσαύλοιο
  284. ἐσσεύαντο κύνες τε καὶ ἀνέρες ἀγροιῶται,
  285. οἵ τέ μιν οὐκ εἰῶσι βοῶν ἐκ πῖαρ ἑλέσθαι
  286. πάννυχοι ἐγρήσσοντες· ὃ δὲ κρειῶν ἐρατίζων
  287. ἰθύει, ἀλλʼ οὔ τι πρήσσει· θαμέες γὰρ ἄκοντες
  288. ἀντίον ἀΐσσουσι θρασειάων ἀπὸ χειρῶν
  289. καιόμεναί τε δεταί, τάς τε τρεῖ ἐσσύμενός περ·
  290. ἠῶθεν δʼ ἀπὸ νόσφιν ἔβη τετιηότι θυμῷ·
  291. ὣς Αἴας τότʼ ἀπὸ Τρώων τετιημένος ἦτορ
  292. ἤϊε πόλλʼ ἀέκων· περὶ γὰρ δίε νηυσὶν Ἀχαιῶν.
  293. ὡς δʼ ὅτʼ ὄνος παρʼ ἄρουραν ἰὼν ἐβιήσατο παῖδας
  294. νωθής, ᾧ δὴ πολλὰ περὶ ῥόπαλʼ ἀμφὶς ἐάγῃ,
  295. κείρει τʼ εἰσελθὼν βαθὺ λήϊον· οἳ δέ τε παῖδες
  296. τύπτουσιν ῥοπάλοισι· βίη δέ τε νηπίη αὐτῶν·
  297. σπουδῇ τʼ ἐξήλασσαν, ἐπεί τʼ ἐκορέσσατο φορβῆς·
  298. ὣς τότʼ ἔπειτʼ Αἴαντα μέγαν Τελαμώνιον υἱὸν
  299. Τρῶες ὑπέρθυμοι πολυηγερέες τʼ ἐπίκουροι
  300. νύσσοντες ξυστοῖσι μέσον σάκος αἰὲν ἕποντο.
  301. Αἴας δʼ ἄλλοτε μὲν μνησάσκετο θούριδος ἀλκῆς
  302. αὖτις ὑποστρεφθείς, καὶ ἐρητύσασκε φάλαγγας
  303. Τρώων ἱπποδάμων· ὁτὲ δὲ τρωπάσκετο φεύγειν.
  304. πάντας δὲ προέεργε θοὰς ἐπὶ νῆας ὁδεύειν,
  305. αὐτὸς δὲ Τρώων καὶ Ἀχαιῶν θῦνε μεσηγὺ
  306. ἱστάμενος· τὰ δὲ δοῦρα θρασειάων ἀπὸ χειρῶν
  307. ἄλλα μὲν ἐν σάκεϊ μεγάλῳ πάγεν ὄρμενα πρόσσω,
  308. πολλὰ δὲ καὶ μεσσηγύ, πάρος χρόα λευκὸν ἐπαυρεῖν,
  309. ἐν γαίῃ ἵσταντο λιλαιόμενα χροὸς ἆσαι.
  310. τὸν δʼ ὡς οὖν ἐνόησʼ Εὐαίμονος ἀγλαὸς υἱὸς
  311. Εὐρύπυλος πυκινοῖσι βιαζόμενον βελέεσσι,
  312. στῆ ῥα παρʼ αὐτὸν ἰών, καὶ ἀκόντισε δουρὶ φαεινῷ,
  313. καὶ βάλε Φαυσιάδην Ἀπισάονα ποιμένα λαῶν
  314. ἧπαρ ὑπὸ πραπίδων, εἶθαρ δʼ ὑπὸ γούνατʼ ἔλυσεν·
  315. Εὐρύπυλος δʼ ἐπόρουσε καὶ αἴνυτο τεύχεʼ ἀπʼ ὤμων.
  316. τὸν δʼ ὡς οὖν ἐνόησεν Ἀλέξανδρος θεοειδὴς
  317. τεύχεʼ ἀπαινύμενον Ἀπισάονος, αὐτίκα τόξον
  318. ἕλκετʼ ἐπʼ Εὐρυπύλῳ, καί μιν βάλε μηρὸν ὀϊστῷ
  319. δεξιόν· ἐκλάσθη δὲ δόναξ, ἐβάρυνε δὲ μηρόν.
  320. ἂψ δʼ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρʼ ἀλεείνων,
  321. ἤϋσεν δὲ διαπρύσιον Δαναοῖσι γεγωνώς·
  322. ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες
  323. στῆτʼ ἐλελιχθέντες καὶ ἀμύνετε νηλεὲς ἦμαρ
  324. Αἴανθʼ, ὃς βελέεσσι βιάζεται, οὐδέ ἕ φημι
  325. φεύξεσθʼ ἐκ πολέμοιο δυσηχέος· ἀλλὰ μάλʼ ἄντην
  326. ἵστασθʼ ἀμφʼ Αἴαντα μέγαν Τελαμώνιον υἱόν.
  327. ὣς ἔφατʼ Εὐρύπυλος βεβλημένος· οἳ δὲ παρʼ αὐτὸν
  328. πλησίοι ἔστησαν σάκεʼ ὤμοισι κλίναντες
  329. δούρατʼ ἀνασχόμενοι· τῶν δʼ ἀντίος ἤλυθεν Αἴας.
  330. στῆ δὲ μεταστρεφθείς, ἐπεὶ ἵκετο ἔθνος ἑταίρων.
  331. ὣς οἳ μὲν μάρναντο δέμας πυρὸς αἰθομένοιο·
  332. Νέστορα δʼ ἐκ πολέμοιο φέρον Νηλήϊαι ἵπποι
  333. ἱδρῶσαι, ἦγον δὲ Μαχάονα ποιμένα λαῶν.
  334. τὸν δὲ ἰδὼν ἐνόησε ποδάρκης δῖος Ἀχιλλεύς·
  335. ἑστήκει γὰρ ἐπὶ πρυμνῇ μεγακήτεϊ νηῒ
  336. εἰσορόων πόνον αἰπὺν ἰῶκά τε δακρυόεσσαν.
  337. αἶψα δʼ ἑταῖρον ἑὸν Πατροκλῆα προσέειπε
  338. φθεγξάμενος παρὰ νηός· ὃ δὲ κλισίηθεν ἀκούσας
  339. ἔκμολεν ἶσος Ἄρηϊ, κακοῦ δʼ ἄρα οἱ πέλεν ἀρχή.
  340. τὸν πρότερος προσέειπε Μενοιτίου ἄλκιμος υἱός·
  341. τίπτέ με κικλήσκεις Ἀχιλεῦ; τί δέ σε χρεὼ ἐμεῖο;
  342. τὸν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
  343. δῖε Μενοιτιάδη τῷ ἐμῷ κεχαρισμένε θυμῷ
  344. νῦν ὀΐω περὶ γούνατʼ ἐμὰ στήσεσθαι Ἀχαιοὺς
  345. λισσομένους· χρειὼ γὰρ ἱκάνεται οὐκέτʼ ἀνεκτός.
  346. ἀλλʼ ἴθι νῦν Πάτροκλε Διῒ φίλε Νέστορʼ ἔρειο
  347. ὅν τινα τοῦτον ἄγει βεβλημένον ἐκ πολέμοιο·
  348. ἤτοι μὲν τά γʼ ὄπισθε Μαχάονι πάντα ἔοικε
  349. τῷ Ἀσκληπιάδῃ, ἀτὰρ οὐκ ἴδον ὄμματα φωτός·
  350. ἵπποι γάρ με παρήϊξαν πρόσσω μεμαυῖαι.
  351. ὣς φάτο, Πάτροκλος δὲ φίλῳ ἐπεπείθεθʼ ἑταίρῳ,
  352. βῆ δὲ θέειν παρά τε κλισίας καὶ νῆας Ἀχαιῶν.
  353. οἳ δʼ ὅτε δὴ κλισίην Νηληϊάδεω ἀφίκοντο,
  354. αὐτοὶ μέν ῥʼ ἀπέβησαν ἐπὶ χθόνα πουλυβότειραν,
  355. ἵππους δʼ Εὐρυμέδων θεράπων λύε τοῖο γέροντος
  356. ἐξ ὀχέων· τοὶ δʼ ἱδρῶ ἀπεψύχοντο χιτώνων
  357. στάντε ποτὶ πνοιὴν παρὰ θῖνʼ ἁλός· αὐτὰρ ἔπειτα
  358. ἐς κλισίην ἐλθόντες ἐπὶ κλισμοῖσι κάθιζον.
  359. τοῖσι δὲ τεῦχε κυκειῶ ἐϋπλόκαμος Ἑκαμήδη,
  360. τὴν ἄρετʼ ἐκ Τενέδοιο γέρων, ὅτε πέρσεν Ἀχιλλεύς,
  361. θυγατέρʼ Ἀρσινόου μεγαλήτορος, ἥν οἱ Ἀχαιοὶ
  362. ἔξελον οὕνεκα βουλῇ ἀριστεύεσκεν ἁπάντων.
  363. ἥ σφωϊν πρῶτον μὲν ἐπιπροΐηλε τράπεζαν
  364. καλὴν κυανόπεζαν ἐΰξοον, αὐτὰρ ἐπʼ αὐτῆς
  365. χάλκειον κάνεον, ἐπὶ δὲ κρόμυον ποτῷ ὄψον,
  366. ἠδὲ μέλι χλωρόν, παρὰ δʼ ἀλφίτου ἱεροῦ ἀκτήν,
  367. πὰρ δὲ δέπας περικαλλές, ὃ οἴκοθεν ἦγʼ ὁ γεραιός,
  368. χρυσείοις ἥλοισι πεπαρμένον· οὔατα δʼ αὐτοῦ
  369. τέσσαρʼ ἔσαν, δοιαὶ δὲ πελειάδες ἀμφὶς ἕκαστον
  370. χρύσειαι νεμέθοντο, δύω δʼ ὑπὸ πυθμένες ἦσαν.
  371. ἄλλος μὲν μογέων ἀποκινήσασκε τραπέζης
  372. πλεῖον ἐόν, Νέστωρ δʼ ὁ γέρων ἀμογητὶ ἄειρεν.
  373. ἐν τῷ ῥά σφι κύκησε γυνὴ ἐϊκυῖα θεῇσιν
  374. οἴνῳ Πραμνείῳ, ἐπὶ δʼ αἴγειον κνῆ τυρὸν
  375. κνήστι χαλκείῃ, ἐπὶ δʼ ἄλφιτα λευκὰ πάλυνε,
  376. πινέμεναι δʼ ἐκέλευσεν, ἐπεί ῥʼ ὥπλισσε κυκειῶ.
  377. τὼ δʼ ἐπεὶ οὖν πίνοντʼ ἀφέτην πολυκαγκέα δίψαν
  378. μύθοισιν τέρποντο πρὸς ἀλλήλους ἐνέποντες,
  379. Πάτροκλος δὲ θύρῃσιν ἐφίστατο ἰσόθεος φώς.
  380. τὸν δὲ ἰδὼν ὁ γεραιὸς ἀπὸ θρόνου ὦρτο φαεινοῦ,
  381. ἐς δʼ ἄγε χειρὸς ἑλών, κατὰ δʼ ἑδριάασθαι ἄνωγε.
  382. Πάτροκλος δʼ ἑτέρωθεν ἀναίνετο εἶπέ τε μῦθον·
  383. οὐχ ἕδος ἐστὶ γεραιὲ διοτρεφές, οὐδέ με πείσεις.
  384. αἰδοῖος νεμεσητὸς ὅ με προέηκε πυθέσθαι
  385. ὅν τινα τοῦτον ἄγεις βεβλημένον· ἀλλὰ καὶ αὐτὸς
  386. γιγνώσκω, ὁρόω δὲ Μαχάονα ποιμένα λαῶν.
  387. νῦν δὲ ἔπος ἐρέων πάλιν ἄγγελος εἶμʼ Ἀχιλῆϊ.
  388. εὖ δὲ σὺ οἶσθα γεραιὲ διοτρεφές, οἷος ἐκεῖνος
  389. δεινὸς ἀνήρ· τάχα κεν καὶ ἀναίτιον αἰτιόῳτο.
  390. τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·
  391. τίπτε τὰρ ὧδʼ Ἀχιλεὺς ὀλοφύρεται υἷας Ἀχαιῶν,
  392. ὅσσοι δὴ βέλεσιν βεβλήαται; οὐδέ τι οἶδε
  393. πένθεος, ὅσσον ὄρωρε κατὰ στρατόν· οἳ γὰρ ἄριστοι
  394. ἐν νηυσὶν κέαται βεβλημένοι οὐτάμενοί τε.
  395. βέβληται μὲν ὃ Τυδεΐδης κρατερὸς Διομήδης,
  396. οὔτασται δʼ Ὀδυσεὺς δουρὶ κλυτὸς ἠδʼ Ἀγαμέμνων·
  397. βέβληται δὲ καὶ Εὐρύπυλος κατὰ μηρὸν ὀϊστῷ·
  398. τοῦτον δʼ ἄλλον ἐγὼ νέον ἤγαγον ἐκ πολέμοιο
  399. ἰῷ ἀπὸ νευρῆς βεβλημένον. αὐτὰρ Ἀχιλλεὺς
  400. ἐσθλὸς ἐὼν Δαναῶν οὐ κήδεται οὐδʼ ἐλεαίρει.
  401. ἦ μένει εἰς ὅ κε δὴ νῆες θοαὶ ἄγχι θαλάσσης
  402. Ἀργείων ἀέκητι πυρὸς δηΐοιο θέρωνται,
  403. αὐτοί τε κτεινώμεθʼ ἐπισχερώ; οὐ γὰρ ἐμὴ ἲς
  404. ἔσθʼ οἵη πάρος ἔσκεν ἐνὶ γναμπτοῖσι μέλεσσιν.
  405. εἴθʼ ὣς ἡβώοιμι βίη δέ μοι ἔμπεδος εἴη
  406. ὡς ὁπότʼ Ἠλείοισι καὶ ἡμῖν νεῖκος ἐτύχθη
  407. ἀμφὶ βοηλασίῃ, ὅτʼ ἐγὼ κτάνον Ἰτυμονῆα
  408. ἐσθλὸν Ὑπειροχίδην, ὃς ἐν Ἤλιδι ναιετάασκε,
  409. ῥύσιʼ ἐλαυνόμενος· ὃ δʼ ἀμύνων ᾗσι βόεσσιν
  410. ἔβλητʼ ἐν πρώτοισιν ἐμῆς ἀπὸ χειρὸς ἄκοντι,
  411. κὰδ δʼ ἔπεσεν, λαοὶ δὲ περίτρεσαν ἀγροιῶται.
  412. ληΐδα δʼ ἐκ πεδίου συνελάσσαμεν ἤλιθα πολλὴν
  413. πεντήκοντα βοῶν ἀγέλας, τόσα πώεα οἰῶν,
  414. τόσσα συῶν συβόσια, τόσʼ αἰπόλια πλατέʼ αἰγῶν,
  415. ἵππους δὲ ξανθὰς ἑκατὸν καὶ πεντήκοντα
  416. πάσας θηλείας, πολλῇσι δὲ πῶλοι ὑπῆσαν.
  417. καὶ τὰ μὲν ἠλασάμεσθα Πύλον Νηλήϊον εἴσω
  418. ἐννύχιοι προτὶ ἄστυ· γεγήθει δὲ φρένα Νηλεύς,
  419. οὕνεκά μοι τύχε πολλὰ νέῳ πόλεμον δὲ κιόντι.
  420. κήρυκες δʼ ἐλίγαινον ἅμʼ ἠοῖ φαινομένηφι
  421. τοὺς ἴμεν οἷσι χρεῖος ὀφείλετʼ ἐν Ἤλιδι δίῃ·
  422. οἳ δὲ συναγρόμενοι Πυλίων ἡγήτορες ἄνδρες
  423. δαίτρευον· πολέσιν γὰρ Ἐπειοὶ χρεῖος ὄφειλον,
  424. ὡς ἡμεῖς παῦροι κεκακωμένοι ἐν Πύλῳ ἦμεν·
  425. ἐλθὼν γάρ ῥʼ ἐκάκωσε βίη Ἡρακληείη
  426. τῶν προτέρων ἐτέων, κατὰ δʼ ἔκταθεν ὅσσοι ἄριστοι·
  427. δώδεκα γὰρ Νηλῆος ἀμύμονος υἱέες ἦμεν·
  428. τῶν οἶος λιπόμην, οἳ δʼ ἄλλοι πάντες ὄλοντο.
  429. ταῦθʼ ὑπερηφανέοντες Ἐπειοὶ χαλκοχίτωνες
  430. ἡμέας ὑβρίζοντες ἀτάσθαλα μηχανόωντο.
  431. ἐκ δʼ ὃ γέρων ἀγέλην τε βοῶν καὶ πῶϋ μέγʼ οἰῶν
  432. εἵλετο κρινάμενος τριηκόσιʼ ἠδὲ νομῆας.
  433. καὶ γὰρ τῷ χρεῖος μέγʼ ὀφείλετʼ ἐν Ἤλιδι δίῃ
  434. τέσσαρες ἀθλοφόροι ἵπποι αὐτοῖσιν ὄχεσφιν
  435. ἐλθόντες μετʼ ἄεθλα· περὶ τρίποδος γὰρ ἔμελλον
  436. θεύσεσθαι· τοὺς δʼ αὖθι ἄναξ ἀνδρῶν Αὐγείας
  437. κάσχεθε, τὸν δʼ ἐλατῆρʼ ἀφίει ἀκαχήμενον ἵππων.
  438. τῶν ὃ γέρων ἐπέων κεχολωμένος ἠδὲ καὶ ἔργων
  439. ἐξέλετʼ ἄσπετα πολλά· τὰ δʼ ἄλλʼ ἐς δῆμον ἔδωκε
  440. δαιτρεύειν, μή τίς οἱ ἀτεμβόμενος κίοι ἴσης.
  441. ἡμεῖς μὲν τὰ ἕκαστα διείπομεν, ἀμφί τε ἄστυ
  442. ἕρδομεν ἱρὰ θεοῖς· οἳ δὲ τρίτῳ ἤματι πάντες
  443. ἦλθον ὁμῶς αὐτοί τε πολεῖς καὶ μώνυχες ἵπποι
  444. πανσυδίῃ· μετὰ δέ σφι Μολίονε θωρήσσοντο
  445. παῖδʼ ἔτʼ ἐόντʼ, οὔ πω μάλα εἰδότε θούριδος ἀλκῆς.
  446. ἔστι δέ τις Θρυόεσσα πόλις αἰπεῖα κολώνη
  447. τηλοῦ ἐπʼ Ἀλφειῷ, νεάτη Πύλου ἠμαθόεντος·
  448. τὴν ἀμφεστρατόωντο διαρραῖσαι μεμαῶτες.
  449. ἀλλʼ ὅτε πᾶν πεδίον μετεκίαθον, ἄμμι δʼ Ἀθήνη
  450. ἄγγελος ἦλθε θέουσʼ ἀπʼ Ὀλύμπου θωρήσσεσθαι
  451. ἔννυχος, οὐδʼ ἀέκοντα Πύλον κάτα λαὸν ἄγειρεν
  452. ἀλλὰ μάλʼ ἐσσυμένους πολεμίζειν. οὐδέ με Νηλεὺς
  453. εἴα θωρήσσεσθαι, ἀπέκρυψεν δέ μοι ἵππους·
  454. οὐ γάρ πώ τί μʼ ἔφη ἴδμεν πολεμήϊα ἔργα.
  455. ἀλλὰ καὶ ὧς ἱππεῦσι μετέπρεπον ἡμετέροισι
  456. καὶ πεζός περ ἐών, ἐπεὶ ὧς ἄγε νεῖκος Ἀθήνη.
  457. ἔστι δέ τις ποταμὸς Μινυήϊος εἰς ἅλα βάλλων
  458. ἐγγύθεν Ἀρήνης, ὅθι μείναμεν Ἠῶ δῖαν
  459. ἱππῆες Πυλίων, τὰ δʼ ἐπέρρεον ἔθνεα πεζῶν.
  460. ἔνθεν πανσυδίῃ σὺν τεύχεσι θωρηχθέντες
  461. ἔνδιοι ἱκόμεσθʼ ἱερὸν ῥόον Ἀλφειοῖο.
  462. ἔνθα Διὶ ῥέξαντες ὑπερμενεῖ ἱερὰ καλά,
  463. ταῦρον δʼ Ἀλφειῷ, ταῦρον δὲ Ποσειδάωνι,
  464. αὐτὰρ Ἀθηναίη γλαυκώπιδι βοῦν ἀγελαίην,
  465. δόρπον ἔπειθʼ ἑλόμεσθα κατὰ στρατὸν ἐν τελέεσσι,
  466. καὶ κατεκοιμήθημεν ἐν ἔντεσιν οἷσιν ἕκαστος
  467. ἀμφὶ ῥοὰς ποταμοῖο. ἀτὰρ μεγάθυμοι Ἐπειοὶ
  468. ἀμφέσταν δὴ ἄστυ διαρραῖσαι μεμαῶτες·
  469. ἀλλά σφι προπάροιθε φάνη μέγα ἔργον Ἄρηος·
  470. εὖτε γὰρ ἠέλιος φαέθων ὑπερέσχεθε γαίης,
  471. συμφερόμεσθα μάχῃ Διί τʼ εὐχόμενοι καὶ Ἀθήνῃ.
  472. ἀλλʼ ὅτε δὴ Πυλίων καὶ Ἐπειῶν ἔπλετο νεῖκος,
  473. πρῶτος ἐγὼν ἕλον ἄνδρα, κόμισσα δὲ μώνυχας ἵππους,
  474. Μούλιον αἰχμητήν· γαμβρὸς δʼ ἦν Αὐγείαο,
  475. πρεσβυτάτην δὲ θύγατρʼ εἶχε ξανθὴν Ἀγαμήδην,
  476. ἣ τόσα φάρμακα ᾔδη ὅσα τρέφει εὐρεῖα χθών.
  477. τὸν μὲν ἐγὼ προσιόντα βάλον χαλκήρεϊ δουρί,
  478. ἤριπε δʼ ἐν κονίῃσιν· ἐγὼ δʼ ἐς δίφρον ὀρούσας
  479. στῆν ῥα μετὰ προμάχοισιν· ἀτὰρ μεγάθυμοι Ἐπειοὶ
  480. ἔτρεσαν ἄλλυδις ἄλλος, ἐπεὶ ἴδον ἄνδρα πεσόντα
  481. ἡγεμόνʼ ἱππήων, ὃς ἀριστεύεσκε μάχεσθαι.
  482. αὐτὰρ ἐγὼν ἐπόρουσα κελαινῇ λαίλαπι ἶσος,
  483. πεντήκοντα δʼ ἕλον δίφρους, δύο δʼ ἀμφὶς ἕκαστον
  484. φῶτες ὀδὰξ ἕλον οὖδας ἐμῷ ὑπὸ δουρὶ δαμέντες.
  485. καί νύ κεν Ἀκτορίωνε Μολίονε παῖδʼ ἀλάπαξα,
  486. εἰ μή σφωε πατὴρ εὐρὺ κρείων ἐνοσίχθων
  487. ἐκ πολέμου ἐσάωσε καλύψας ἠέρι πολλῇ.
  488. ἔνθα Ζεὺς Πυλίοισι μέγα κράτος ἐγγυάλιξε·
  489. τόφρα γὰρ οὖν ἑπόμεσθα διὰ σπιδέος πεδίοιο
  490. κτείνοντές τʼ αὐτοὺς ἀνά τʼ ἔντεα καλὰ λέγοντες,
  491. ὄφρʼ ἐπὶ Βουπρασίου πολυπύρου βήσαμεν ἵππους
  492. πέτρης τʼ Ὠλενίης, καὶ Ἀλησίου ἔνθα κολώνη
  493. κέκληται· ὅθεν αὖτις ἀπέτραπε λαὸν Ἀθήνη.
  494. ἔνθʼ ἄνδρα κτείνας πύματον λίπον· αὐτὰρ Ἀχαιοὶ
  495. ἂψ ἀπὸ Βουπρασίοιο Πύλονδʼ ἔχον ὠκέας ἵππους,
  496. πάντες δʼ εὐχετόωντο θεῶν Διὶ Νέστορί τʼ ἀνδρῶν.
  497. ὣς ἔον, εἴ ποτʼ ἔον γε, μετʼ ἀνδράσιν. αὐτὰρ Ἀχιλλεὺς
  498. οἶος τῆς ἀρετῆς ἀπονήσεται· ἦ τέ μιν οἴω
  499. πολλὰ μετακλαύσεσθαι ἐπεί κʼ ἀπὸ λαὸς ὄληται.
  500. ὦ πέπον ἦ μὲν σοί γε Μενοίτιος ὧδʼ ἐπέτελλεν
  501. ἤματι τῷ ὅτε σʼ ἐκ Φθίης Ἀγαμέμνονι πέμπε,
  502. νῶϊ δέ τʼ ἔνδον ἐόντες ἐγὼ καὶ δῖος Ὀδυσσεὺς
  503. πάντα μάλʼ ἐν μεγάροις ἠκούομεν ὡς ἐπέτελλε.
  504. Πηλῆος δʼ ἱκόμεσθα δόμους εὖ ναιετάοντας
  505. λαὸν ἀγείροντες κατʼ Ἀχαιΐδα πουλυβότειραν.
  506. ἔνθα δʼ ἔπειθʼ ἥρωα Μενοίτιον εὕρομεν ἔνδον
  507. ἠδὲ σέ, πὰρ δʼ Ἀχιλῆα· γέρων δʼ ἱππηλάτα Πηλεὺς
  508. πίονα μηρία καῖε βοὸς Διὶ τερπικεραύνῳ
  509. αὐλῆς ἐν χόρτῳ· ἔχε δὲ χρύσειον ἄλεισον
  510. σπένδων αἴθοπα οἶνον ἐπʼ αἰθομένοις ἱεροῖσι.
  511. σφῶϊ μὲν ἀμφὶ βοὸς ἕπετον κρέα, νῶϊ δʼ ἔπειτα
  512. στῆμεν ἐνὶ προθύροισι· ταφὼν δʼ ἀνόρουσεν Ἀχιλλεύς,
  513. ἐς δʼ ἄγε χειρὸς ἑλών, κατὰ δʼ ἑδριάασθαι ἄνωγε,
  514. ξείνιά τʼ εὖ παρέθηκεν, ἅ τε ξείνοις θέμις ἐστίν.
  515. αὐτὰρ ἐπεὶ τάρπημεν ἐδητύος ἠδὲ ποτῆτος,
  516. ἦρχον ἐγὼ μύθοιο κελεύων ὔμμʼ ἅμʼ ἕπεσθαι·
  517. σφὼ δὲ μάλʼ ἠθέλετον, τὼ δʼ ἄμφω πόλλʼ ἐπέτελλον.
  518. Πηλεὺς μὲν ᾧ παιδὶ γέρων ἐπέτελλʼ Ἀχιλῆϊ
  519. αἰὲν ἀριστεύειν καὶ ὑπείροχον ἔμμεναι ἄλλων·
  520. σοὶ δʼ αὖθʼ ὧδʼ ἐπέτελλε Μενοίτιος Ἄκτορος υἱός·
  521. τέκνον ἐμὸν γενεῇ μὲν ὑπέρτερός ἐστιν Ἀχιλλεύς,
  522. πρεσβύτερος δὲ σύ ἐσσι· βίῃ δʼ ὅ γε πολλὸν ἀμείνων.
  523. ἀλλʼ εὖ οἱ φάσθαι πυκινὸν ἔπος ἠδʼ ὑποθέσθαι
  524. καί οἱ σημαίνειν· ὃ δὲ πείσεται εἰς ἀγαθόν περ.
  525. ὣς ἐπέτελλʼ ὃ γέρων, σὺ δὲ λήθεαι· ἀλλʼ ἔτι καὶ νῦν
  526. ταῦτʼ εἴποις Ἀχιλῆϊ δαΐφρονι αἴ κε πίθηται.
  527. τίς δʼ οἶδʼ εἴ κέν οἱ σὺν δαίμονι θυμὸν ὀρίναις
  528. παρειπών; ἀγαθὴ δὲ παραίφασίς ἐστιν ἑταίρου.
  529. εἰ δέ τινα φρεσὶν ᾗσι θεοπροπίην ἀλεείνει
  530. καί τινά οἱ πὰρ Ζηνὸς ἐπέφραδε πότνια μήτηρ,
  531. ἀλλὰ σέ περ προέτω, ἅμα δʼ ἄλλος λαὸς ἑπέσθω
  532. Μυρμιδόνων, αἴ κέν τι φόως Δαναοῖσι γένηαι·
  533. καί τοι τεύχεα καλὰ δότω πόλεμον δὲ φέρεσθαι,
  534. αἴ κέ σε τῷ εἴσκοντες ἀπόσχωνται πολέμοιο
  535. Τρῶες, ἀναπνεύσωσι δʼ ἀρήϊοι υἷες Ἀχαιῶν
  536. τειρόμενοι· ὀλίγη δέ τʼ ἀνάπνευσις πολέμοιο.
  537. ῥεῖα δέ κʼ ἀκμῆτες κεκμηότας ἄνδρας ἀϋτῇ
  538. ὤσαισθε προτὶ ἄστυ νεῶν ἄπο καὶ κλισιάων.
  539. ὣς φάτο, τῷ δʼ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε,
  540. βῆ δὲ θέειν παρὰ νῆας ἐπʼ Αἰακίδην Ἀχιλῆα.
  541. ἀλλʼ ὅτε δὴ κατὰ νῆας Ὀδυσσῆος θείοιο
  542. ἷξε θέων Πάτροκλος, ἵνά σφʼ ἀγορή τε θέμις τε
  543. ἤην, τῇ δὴ καί σφι θεῶν ἐτετεύχατο βωμοί,
  544. ἔνθά οἱ Εὐρύπυλος βεβλημένος ἀντεβόλησε
  545. διογενὴς Εὐαιμονίδης κατὰ μηρὸν ὀϊστῷ
  546. σκάζων ἐκ πολέμου· κατὰ δὲ νότιος ῥέεν ἱδρὼς
  547. ὤμων καὶ κεφαλῆς, ἀπὸ δʼ ἕλκεος ἀργαλέοιο
  548. αἷμα μέλαν κελάρυζε· νόος γε μὲν ἔμπεδος ἦεν.
  549. τὸν δὲ ἰδὼν ᾤκτειρε Μενοιτίου ἄλκιμος υἱός,
  550. καί ῥʼ ὀλοφυρόμενος ἔπεα πτερόεντα προσηύδα·
  551. ἆ δειλοὶ Δαναῶν ἡγήτορες ἠδὲ μέδοντες
  552. ὣς ἄρʼ ἐμέλλετε τῆλε φίλων καὶ πατρίδος αἴης
  553. ἄσειν ἐν Τροίῃ ταχέας κύνας ἀργέτι δημῷ.
  554. ἀλλʼ ἄγε μοι τόδε εἰπὲ διοτρεφὲς Εὐρύπυλʼ ἥρως,
  555. ἤ ῥʼ ἔτι που σχήσουσι πελώριον Ἕκτορʼ Ἀχαιοί,
  556. ἦ ἤδη φθίσονται ὑπʼ αὐτοῦ δουρὶ δαμέντες;
  557. τὸν δʼ αὖτʼ Εὐρύπυλος βεβλημένος ἀντίον ηὔδα·
  558. οὐκέτι διογενὲς Πατρόκλεες ἄλκαρ Ἀχαιῶν
  559. ἔσσεται, ἀλλʼ ἐν νηυσὶ μελαίνῃσιν πεσέονται.
  560. οἳ μὲν γὰρ δὴ πάντες, ὅσοι πάρος ἦσαν ἄριστοι,
  561. ἐν νηυσὶν κέαται βεβλημένοι οὐτάμενοί τε
  562. χερσὶν ὕπο Τρώων· τῶν δὲ σθένος ὄρνυται αἰέν.
  563. ἀλλʼ ἐμὲ μὲν σὺ σάωσον ἄγων ἐπὶ νῆα μέλαιναν,
  564. μηροῦ δʼ ἔκταμʼ ὀϊστόν, ἀπʼ αὐτοῦ δʼ αἷμα κελαινὸν
  565. νίζʼ ὕδατι λιαρῷ, ἐπὶ δʼ ἤπια φάρμακα πάσσε
  566. ἐσθλά, τά σε προτί φασιν Ἀχιλλῆος δεδιδάχθαι,
  567. ὃν Χείρων ἐδίδαξε δικαιότατος Κενταύρων.
  568. ἰητροὶ μὲν γὰρ Ποδαλείριος ἠδὲ Μαχάων
  569. τὸν μὲν ἐνὶ κλισίῃσιν ὀΐομαι ἕλκος ἔχοντα
  570. χρηΐζοντα καὶ αὐτὸν ἀμύμονος ἰητῆρος
  571. κεῖσθαι· ὃ δʼ ἐν πεδίῳ Τρώων μένει ὀξὺν Ἄρηα.
  572. τὸν δʼ αὖτε προσέειπε Μενοιτίου ἄλκιμος υἱός·