Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. αἰεὶ μὲν Τρώεσσʼ ἐπιμίσγομαι, οὐδέ τί φημι
  2. μιμνάζειν παρὰ νηυσὶ γέρων περ ἐὼν πολεμιστής·
  3. ἀλλʼ οὔ πω τοίους ἵππους ἴδον οὐδὲ νόησα.
  4. ἀλλά τινʼ ὔμμʼ ὀΐω δόμεναι θεὸν ἀντιάσαντα·
  5. ἀμφοτέρω γὰρ σφῶϊ φιλεῖ νεφεληγερέτα Ζεὺς
  6. κούρη τʼ αἰγιόχοιο Διὸς γλαυκῶπις Ἀθήνη.
  7. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  8. ὦ Νέστορ Νηληϊάδη μέγα κῦδος Ἀχαιῶν
  9. ῥεῖα θεός γʼ ἐθέλων καὶ ἀμείνονας ἠέ περ οἵδε
  10. ἵππους δωρήσαιτʼ, ἐπεὶ ἢ πολὺ φέρτεροί εἰσιν.
  11. ἵπποι δʼ οἵδε γεραιὲ νεήλυδες οὓς ἐρεείνεις
  12. Θρηΐκιοι· τὸν δέ σφιν ἄνακτʼ ἀγαθὸς Διομήδης
  13. ἔκτανε, πὰρ δʼ ἑτάρους δυοκαίδεκα πάντας ἀρίστους.
  14. τὸν τρισκαιδέκατον σκοπὸν εἵλομεν ἐγγύθι νηῶν,
  15. τόν ῥα διοπτῆρα στρατοῦ ἔμμεναι ἡμετέροιο
  16. Ἕκτωρ τε προέηκε καὶ ἄλλοι Τρῶες ἀγαυοί.
  17. ὣς εἰπὼν τάφροιο διήλασε μώνυχας ἵππους
  18. καγχαλόων· ἅμα δʼ ἄλλοι ἴσαν χαίροντες Ἀχαιοί.
  19. οἳ δʼ ὅτε Τυδεΐδεω κλισίην εὔτυκτον ἵκοντο,
  20. ἵππους μὲν κατέδησαν ἐϋτμήτοισιν ἱμᾶσι
  21. φάτνῃ ἐφʼ ἱππείῃ, ὅθι περ Διομήδεος ἵπποι
  22. ἕστασαν ὠκύποδες μελιηδέα πυρὸν ἔδοντες·
  23. νηῒ δʼ ἐνὶ πρυμνῇ ἔναρα βροτόεντα Δόλωνος
  24. θῆκʼ Ὀδυσεύς, ὄφρʼ ἱρὸν ἑτοιμασσαίατʼ Ἀθήνῃ.
  25. αὐτοὶ δʼ ἱδρῶ πολλὸν ἀπενίζοντο θαλάσσῃ
  26. ἐσβάντες κνήμας τε ἰδὲ λόφον ἀμφί τε μηρούς.
  27. αὐτὰρ ἐπεί σφιν κῦμα θαλάσσης ἱδρῶ πολλὸν
  28. νίψεν ἀπὸ χρωτὸς καὶ ἀνέψυχθεν φίλον ἦτορ,
  29. ἔς ῥʼ ἀσαμίνθους βάντες ἐϋξέστας λούσαντο.
  30. τὼ δὲ λοεσσαμένω καὶ ἀλειψαμένω λίπʼ ἐλαίῳ
  31. δείπνῳ ἐφιζανέτην, ἀπὸ δὲ κρητῆρος Ἀθήνῃ
  32. πλείου ἀφυσσόμενοι λεῖβον μελιηδέα οἶνον.
  1. Ἠὼς δʼ ἐκ λεχέων παρʼ ἀγαυοῦ Τιθωνοῖο
  2. ὄρνυθʼ, ἵνʼ ἀθανάτοισι φόως φέροι ἠδὲ βροτοῖσι·
  3. Ζεὺς δʼ Ἔριδα προΐαλλε θοὰς ἐπὶ νῆας Ἀχαιῶν
  4. ἀργαλέην, πολέμοιο τέρας μετὰ χερσὶν ἔχουσαν.
  5. στῆ δʼ ἐπʼ Ὀδυσσῆος μεγακήτεϊ νηῒ μελαίνῃ,
  6. ἥ ῥʼ ἐν μεσσάτῳ ἔσκε γεγωνέμεν ἀμφοτέρωσε,
  7. ἠμὲν ἐπʼ Αἴαντος κλισίας Τελαμωνιάδαο
  8. ἠδʼ ἐπʼ Ἀχιλλῆος, τοί ῥʼ ἔσχατα νῆας ἐΐσας
  9. εἴρυσαν ἠνορέῃ πίσυνοι καὶ κάρτεϊ χειρῶν
  10. ἔνθα στᾶσʼ ἤϋσε θεὰ μέγα τε δεινόν τε
  11. ὄρθιʼ, Ἀχαιοῖσιν δὲ μέγα σθένος ἔμβαλʼ ἑκάστῳ
  12. καρδίῃ ἄληκτον πολεμίζειν ἠδὲ μάχεσθαι.
  13. τοῖσι δʼ ἄφαρ πόλεμος γλυκίων γένετʼ ἠὲ νέεσθαι
  14. ἐν νηυσὶ γλαφυρῇσι φίλην ἐς πατρίδα γαῖαν.
  15. Ἀτρεΐδης δʼ ἐβόησεν ἰδὲ ζώννυσθαι ἄνωγεν
  16. Ἀργείους· ἐν δʼ αὐτὸς ἐδύσετο νώροπα χαλκόν.
  17. κνημῖδας μὲν πρῶτα περὶ κνήμῃσιν ἔθηκε
  18. καλὰς ἀργυρέοισιν ἐπισφυρίοις ἀραρυίας·
  19. δεύτερον αὖ θώρηκα περὶ στήθεσσιν ἔδυνε,
  20. τόν ποτέ οἱ Κινύρης δῶκε ξεινήϊον εἶναι.
  21. πεύθετο γὰρ Κύπρον δὲ μέγα κλέος οὕνεκʼ Ἀχαιοὶ
  22. ἐς Τροίην νήεσσιν ἀναπλεύσεσθαι ἔμελλον·
  23. τοὔνεκά οἱ τὸν δῶκε χαριζόμενος βασιλῆϊ.
  24. τοῦ δʼ ἤτοι δέκα οἶμοι ἔσαν μέλανος κυάνοιο,
  25. δώδεκα δὲ χρυσοῖο καὶ εἴκοσι κασσιτέροιο·
  26. κυάνεοι δὲ δράκοντες ὀρωρέχατο προτὶ δειρὴν
  27. τρεῖς ἑκάτερθʼ ἴρισσιν ἐοικότες, ἅς τε Κρονίων
  28. ἐν νέφεϊ στήριξε, τέρας μερόπων ἀνθρώπων.
  29. ἀμφὶ δʼ ἄρʼ ὤμοισιν βάλετο ξίφος· ἐν δέ οἱ ἧλοι
  30. χρύσειοι πάμφαινον, ἀτὰρ περὶ κουλεὸν ἦεν
  31. ἀργύρεον χρυσέοισιν ἀορτήρεσσιν ἀρηρός.
  32. ἂν δʼ ἕλετʼ ἀμφιβρότην πολυδαίδαλον ἀσπίδα θοῦριν
  33. καλήν, ἣν πέρι μὲν κύκλοι δέκα χάλκεοι ἦσαν,
  34. ἐν δέ οἱ ὀμφαλοὶ ἦσαν ἐείκοσι κασσιτέροιο
  35. λευκοί, ἐν δὲ μέσοισιν ἔην μέλανος κυάνοιο.
  36. τῇ δʼ ἐπὶ μὲν Γοργὼ βλοσυρῶπις ἐστεφάνωτο
  37. δεινὸν δερκομένη, περὶ δὲ Δεῖμός τε Φόβος τε.
  38. τῆς δʼ ἐξ ἀργύρεος τελαμὼν ἦν· αὐτὰρ ἐπʼ αὐτοῦ
  39. κυάνεος ἐλέλικτο δράκων, κεφαλαὶ δέ οἱ ἦσαν
  40. τρεῖς ἀμφιστρεφέες ἑνὸς αὐχένος ἐκπεφυυῖαι.
  41. κρατὶ δʼ ἐπʼ ἀμφίφαλον κυνέην θέτο τετραφάληρον
  42. ἵππουριν· δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν.
  43. εἵλετο δʼ ἄλκιμα δοῦρε δύω κεκορυθμένα χαλκῷ
  44. ὀξέα· τῆλε δὲ χαλκὸς ἀπʼ αὐτόφιν οὐρανὸν εἴσω
  45. λάμπʼ· ἐπὶ δʼ ἐγδούπησαν Ἀθηναίη τε καὶ Ἥρη
  46. τιμῶσαι βασιλῆα πολυχρύσοιο Μυκήνης.
  47. ἡνιόχῳ μὲν ἔπειτα ἑῷ ἐπέτελλεν ἕκαστος
  48. ἵππους εὖ κατὰ κόσμον ἐρυκέμεν αὖθʼ ἐπὶ τάφρῳ,
  49. αὐτοὶ δὲ πρυλέες σὺν τεύχεσι θωρηχθέντες
  50. ῥώοντʼ· ἄσβεστος δὲ βοὴ γένετʼ ἠῶθι πρό.
  51. φθὰν δὲ μέγʼ ἱππήων ἐπὶ τάφρῳ κοσμηθέντες,
  52. ἱππῆες δʼ ὀλίγον μετεκίαθον· ἐν δὲ κυδοιμὸν
  53. ὦρσε κακὸν Κρονίδης, κατὰ δʼ ὑψόθεν ἧκεν ἐέρσας
  54. αἵματι μυδαλέας ἐξ αἰθέρος, οὕνεκʼ ἔμελλε
  55. πολλὰς ἰφθίμους κεφαλὰς Ἄϊδι προϊάψειν.
  56. Τρῶες δʼ αὖθʼ ἑτέρωθεν ἐπὶ θρωσμῷ πεδίοιο
  57. Ἕκτορά τʼ ἀμφὶ μέγαν καὶ ἀμύμονα Πουλυδάμαντα
  58. Αἰνείαν θʼ, ὃς Τρωσὶ θεὸς ὣς τίετο δήμῳ,
  59. τρεῖς τʼ Ἀντηνορίδας Πόλυβον καὶ Ἀγήνορα δῖον
  60. ἠΐθεόν τʼ Ἀκάμαντʼ ἐπιείκελον ἀθανάτοισιν.
  61. Ἕκτωρ δʼ ἐν πρώτοισι φέρʼ ἀσπίδα πάντοσʼ ἐΐσην,
  62. οἷος δʼ ἐκ νεφέων ἀναφαίνεται οὔλιος ἀστὴρ
  63. παμφαίνων, τοτὲ δʼ αὖτις ἔδυ νέφεα σκιόεντα,
  64. ὣς Ἕκτωρ ὁτὲ μέν τε μετὰ πρώτοισι φάνεσκεν,
  65. ἄλλοτε δʼ ἐν πυμάτοισι κελεύων· πᾶς δʼ ἄρα χαλκῷ
  66. λάμφʼ ὥς τε στεροπὴ πατρὸς Διὸς αἰγιόχοιο.
  67. οἳ δʼ, ὥς τʼ ἀμητῆρες ἐναντίοι ἀλλήλοισιν
  68. ὄγμον ἐλαύνωσιν ἀνδρὸς μάκαρος κατʼ ἄρουραν
  69. πυρῶν ἢ κριθῶν· τὰ δὲ δράγματα ταρφέα πίπτει·
  70. ὣς Τρῶες καὶ Ἀχαιοὶ ἐπʼ ἀλλήλοισι θορόντες
  71. δῄουν, οὐδʼ ἕτεροι μνώοντʼ ὀλοοῖο φόβοιο.
  72. ἴσας δʼ ὑσμίνη κεφαλὰς ἔχεν, οἳ δὲ λύκοι ὣς
  73. θῦνον· Ἔρις δʼ ἄρʼ ἔχαιρε πολύστονος εἰσορόωσα·
  74. οἴη γάρ ῥα θεῶν παρετύγχανε μαρναμένοισιν,
  75. οἳ δʼ ἄλλοι οὔ σφιν πάρεσαν θεοί, ἀλλὰ ἕκηλοι
  76. σφοῖσιν ἐνὶ μεγάροισι καθήατο, ἧχι ἑκάστῳ
  77. δώματα καλὰ τέτυκτο κατὰ πτύχας Οὐλύμποιο.
  78. πάντες δʼ ᾐτιόωντο κελαινεφέα Κρονίωνα
  79. οὕνεκʼ ἄρα Τρώεσσιν ἐβούλετο κῦδος ὀρέξαι.
  80. τῶν μὲν ἄρʼ οὐκ ἀλέγιζε πατήρ· ὃ δὲ νόσφι λιασθεὶς
  81. τῶν ἄλλων ἀπάνευθε καθέζετο κύδεϊ γαίων
  82. εἰσορόων Τρώων τε πόλιν καὶ νῆας Ἀχαιῶν
  83. χαλκοῦ τε στεροπήν, ὀλλύντάς τʼ ὀλλυμένους τε.
  84. ὄφρα μὲν ἠὼς ἦν καὶ ἀέξετο ἱερὸν ἦμαρ,
  85. τόφρα μάλʼ ἀμφοτέρων βέλεʼ ἥπτετο, πῖπτε δὲ λαός·
  86. ἦμος δὲ δρυτόμος περ ἀνὴρ ὁπλίσσατο δεῖπνον
  87. οὔρεος ἐν βήσσῃσιν, ἐπεί τʼ ἐκορέσσατο χεῖρας
  88. τάμνων δένδρεα μακρά, ἅδος τέ μιν ἵκετο θυμόν,
  89. σίτου τε γλυκεροῖο περὶ φρένας ἵμερος αἱρεῖ,
  90. τῆμος σφῇ ἀρετῇ Δαναοὶ ῥήξαντο φάλαγγας
  91. κεκλόμενοι ἑτάροισι κατὰ στίχας· ἐν δʼ Ἀγαμέμνων
  92. πρῶτος ὄρουσʼ, ἕλε δʼ ἄνδρα Βιάνορα ποιμένα λαῶν
  93. αὐτόν, ἔπειτα δʼ ἑταῖρον Ὀϊλῆα πλήξιππον.
  94. ἤτοι ὅ γʼ ἐξ ἵππων κατεπάλμενος ἀντίος ἔστη·
  95. τὸν δʼ ἰθὺς μεμαῶτα μετώπιον ὀξέϊ δουρὶ
  96. νύξʼ, οὐδὲ στεφάνη δόρυ οἱ σχέθε χαλκοβάρεια,
  97. ἀλλὰ διʼ αὐτῆς ἦλθε καὶ ὀστέου, ἐγκέφαλος δὲ
  98. ἔνδον ἅπας πεπάλακτο· δάμασσε δέ μιν μεμαῶτα.
  99. καὶ τοὺς μὲν λίπεν αὖθι ἄναξ ἀνδρῶν Ἀγαμέμνων
  100. στήθεσι παμφαίνοντας, ἐπεὶ περίδυσε χιτῶνας·
  101. αὐτὰρ ὃ βῆ Ἶσόν τε καὶ Ἄντιφον ἐξεναρίξων
  102. υἷε δύω Πριάμοιο νόθον καὶ γνήσιον ἄμφω
  103. εἰν ἑνὶ δίφρῳ ἐόντας· ὃ μὲν νόθος ἡνιόχευεν,
  104. Ἄντιφος αὖ παρέβασκε περικλυτός· ὥ ποτʼ Ἀχιλλεὺς
  105. Ἴδης ἐν κνημοῖσι δίδη μόσχοισι λύγοισι,
  106. ποιμαίνοντʼ ἐπʼ ὄεσσι λαβών, καὶ ἔλυσεν ἀποίνων.
  107. δὴ τότε γʼ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων
  108. τὸν μὲν ὑπὲρ μαζοῖο κατὰ στῆθος βάλε δουρί,
  109. Ἄντιφον αὖ παρὰ οὖς ἔλασε ξίφει, ἐκ δʼ ἔβαλʼ ἵππων.
  110. σπερχόμενος δʼ ἀπὸ τοῖιν ἐσύλα τεύχεα καλὰ
  111. γιγνώσκων· καὶ γάρ σφε πάρος παρὰ νηυσὶ θοῇσιν
  112. εἶδεν, ὅτʼ ἐξ Ἴδης ἄγαγεν πόδας ὠκὺς Ἀχιλλεύς.
  113. ὡς δὲ λέων ἐλάφοιο ταχείης νήπια τέκνα
  114. ῥηϊδίως συνέαξε λαβὼν κρατεροῖσιν ὀδοῦσιν
  115. ἐλθὼν εἰς εὐνήν, ἁπαλόν τέ σφʼ ἦτορ ἀπηύρα·
  116. ἣ δʼ εἴ πέρ τε τύχῃσι μάλα σχεδόν, οὐ δύναταί σφι
  117. χραισμεῖν· αὐτὴν γάρ μιν ὑπὸ τρόμος αἰνὸς ἱκάνει·
  118. καρπαλίμως δʼ ἤϊξε διὰ δρυμὰ πυκνὰ καὶ ὕλην
  119. σπεύδουσʼ ἱδρώουσα κραταιοῦ θηρὸς ὑφʼ ὁρμῆς·
  120. ὣς ἄρα τοῖς οὔ τις δύνατο χραισμῆσαι ὄλεθρον
  121. Τρώων, ἀλλὰ καὶ αὐτοὶ ὑπʼ Ἀργείοισι φέβοντο.
  122. αὐτὰρ ὃ Πείσανδρόν τε καὶ Ἱππόλοχον μενεχάρμην
  123. υἱέας Ἀντιμάχοιο δαΐφρονος, ὅς ῥα μάλιστα
  124. χρυσὸν Ἀλεξάνδροιο δεδεγμένος ἀγλαὰ δῶρα
  125. οὐκ εἴασχʼ Ἑλένην δόμεναι ξανθῷ Μενελάῳ,
  126. τοῦ περ δὴ δύο παῖδε λάβε κρείων Ἀγαμέμνων
  127. εἰν ἑνὶ δίφρῳ ἐόντας, ὁμοῦ δʼ ἔχον ὠκέας ἵππους·
  128. ἐκ γάρ σφεας χειρῶν φύγον ἡνία σιγαλόεντα,
  129. τὼ δὲ κυκηθήτην· ὃ δʼ ἐναντίον ὦρτο λέων ὣς
  130. Ἀτρεΐδης· τὼ δʼ αὖτʼ ἐκ δίφρου γουναζέσθην·
  131. ζώγρει Ἀτρέος υἱέ, σὺ δʼ ἄξια δέξαι ἄποινα·
  132. πολλὰ δʼ ἐν Ἀντιμάχοιο δόμοις κειμήλια κεῖται
  133. χαλκός τε χρυσός τε πολύκμητός τε σίδηρος,
  134. τῶν κέν τοι χαρίσαιτο πατὴρ ἀπερείσιʼ ἄποινα,
  135. εἰ νῶϊ ζωοὺς πεπύθοιτʼ ἐπὶ νηυσὶν Ἀχαιῶν.
  136. ὣς τώ γε κλαίοντε προσαυδήτην βασιλῆα
  137. μειλιχίοις ἐπέεσσιν· ἀμείλικτον δʼ ὄπʼ ἄκουσαν·
  138. εἰ μὲν δὴ Ἀντιμάχοιο δαΐφρονος υἱέες ἐστόν,
  139. ὅς ποτʼ ἐνὶ Τρώων ἀγορῇ Μενέλαον ἄνωγεν
  140. ἀγγελίην ἐλθόντα σὺν ἀντιθέῳ Ὀδυσῆϊ
  141. αὖθι κατακτεῖναι μηδʼ ἐξέμεν ἂψ ἐς Ἀχαιούς,
  142. νῦν μὲν δὴ τοῦ πατρὸς ἀεικέα τίσετε λώβην.
  143. ἦ, καὶ Πείσανδρον μὲν ἀφʼ ἵππων ὦσε χαμᾶζε
  144. δουρὶ βαλὼν πρὸς στῆθος· ὃ δʼ ὕπτιος οὔδει ἐρείσθη.
  145. Ἱππόλοχος δʼ ἀπόρουσε, τὸν αὖ χαμαὶ ἐξενάριξε
  146. χεῖρας ἀπὸ ξίφεϊ τμήξας ἀπό τʼ αὐχένα κόψας,
  147. ὅλμον δʼ ὣς ἔσσευε κυλίνδεσθαι διʼ ὁμίλου.
  148. τοὺς μὲν ἔασʼ· ὃ δʼ ὅθι πλεῖσται κλονέοντο φάλαγγες,
  149. τῇ ῥʼ ἐνόρουσʼ, ἅμα δʼ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοί.
  150. πεζοὶ μὲν πεζοὺς ὄλεκον φεύγοντας ἀνάγκῃ,
  151. ἱππεῖς δʼ ἱππῆας· ὑπὸ δέ σφισιν ὦρτο κονίη
  152. ἐκ πεδίου, τὴν ὦρσαν ἐρίγδουποι πόδες ἵππων
  153. χαλκῷ δηϊόωντες· ἀτὰρ κρείων Ἀγαμέμνων
  154. αἰὲν ἀποκτείνων ἕπετʼ Ἀργείοισι κελεύων.
  155. ὡς δʼ ὅτε πῦρ ἀΐδηλον ἐν ἀξύλῳ ἐμπέσῃ ὕλῃ,
  156. πάντῃ τʼ εἰλυφόων ἄνεμος φέρει, οἳ δέ τε θάμνοι
  157. πρόρριζοι πίπτουσιν ἐπειγόμενοι πυρὸς ὁρμῇ·
  158. ὣς ἄρʼ ὑπʼ Ἀτρεΐδῃ Ἀγαμέμνονι πῖπτε κάρηνα
  159. Τρώων φευγόντων, πολλοὶ δʼ ἐριαύχενες ἵπποι
  160. κείνʼ ὄχεα κροτάλιζον ἀνὰ πτολέμοιο γεφύρας
  161. ἡνιόχους ποθέοντες ἀμύμονας· οἳ δʼ ἐπὶ γαίῃ
  162. κείατο, γύπεσσιν πολὺ φίλτεροι ἢ ἀλόχοισιν.
  163. Ἕκτορα δʼ ἐκ βελέων ὕπαγε Ζεὺς ἔκ τε κονίης
  164. ἔκ τʼ ἀνδροκτασίης ἔκ θʼ αἵματος ἔκ τε κυδοιμοῦ·
  165. Ἀτρεΐδης δʼ ἕπετο σφεδανὸν Δαναοῖσι κελεύων.
  166. οἳ δὲ παρʼ Ἴλου σῆμα παλαιοῦ Δαρδανίδαο
  167. μέσσον κὰπ πεδίον παρʼ ἐρινεὸν ἐσσεύοντο
  168. ἱέμενοι πόλιος· ὃ δὲ κεκλήγων ἕπετʼ αἰεὶ
  169. Ἀτρεΐδης, λύθρῳ δὲ παλάσσετο χεῖρας ἀάπτους.
  170. ἀλλʼ ὅτε δὴ Σκαιάς τε πύλας καὶ φηγὸν ἵκοντο,
  171. ἔνθʼ ἄρα δὴ ἵσταντο καὶ ἀλλήλους ἀνέμιμνον.
  172. οἳ δʼ ἔτι κὰμ μέσσον πεδίον φοβέοντο βόες ὥς,
  173. ἅς τε λέων ἐφόβησε μολὼν ἐν νυκτὸς ἀμολγῷ
  174. πάσας· τῇ δέ τʼ ἰῇ ἀναφαίνεται αἰπὺς ὄλεθρος·
  175. τῆς δʼ ἐξ αὐχένʼ ἔαξε λαβὼν κρατεροῖσιν ὀδοῦσι
  176. πρῶτον, ἔπειτα δέ θʼ αἷμα καὶ ἔγκατα πάντα λαφύσσει·
  177. ὣς τοὺς Ἀτρεΐδης ἔφεπε κρείων Ἀγαμέμνων
  178. αἰὲν ἀποκτείνων τὸν ὀπίστατον· οἳ δʼ ἐφέβοντο.
  179. πολλοὶ δὲ πρηνεῖς τε καὶ ὕπτιοι ἔκπεσον ἵππων
  180. Ἀτρεΐδεω ὑπὸ χερσί· περὶ πρὸ γὰρ ἔγχεϊ θῦεν.
  181. ἀλλʼ ὅτε δὴ τάχʼ ἔμελλεν ὑπὸ πτόλιν αἰπύ τε τεῖχος
  182. ἵξεσθαι, τότε δή ῥα πατὴρ ἀνδρῶν τε θεῶν τε
  183. Ἴδης ἐν κορυφῇσι καθέζετο πιδηέσσης
  184. οὐρανόθεν καταβάς· ἔχε δʼ ἀστεροπὴν μετὰ χερσίν.
  185. Ἶριν δʼ ὄτρυνε χρυσόπτερον ἀγγελέουσαν·
  186. βάσκʼ ἴθι Ἶρι ταχεῖα, τὸν Ἕκτορι μῦθον ἐνίσπες·
  187. ὄφρʼ ἂν μέν κεν ὁρᾷ Ἀγαμέμνονα ποιμένα λαῶν
  188. θύνοντʼ ἐν προμάχοισιν ἐναίροντα στίχας ἀνδρῶν,
  189. τόφρʼ ἀναχωρείτω, τὸν δʼ ἄλλον λαὸν ἀνώχθω
  190. μάρνασθαι δηΐοισι κατὰ κρατερὴν ὑσμίνην.
  191. αὐτὰρ ἐπεί κʼ ἢ δουρὶ τυπεὶς ἢ βλήμενος ἰῷ
  192. εἰς ἵππους ἅλεται, τότε οἱ κράτος ἐγγυαλίξω
  193. κτείνειν εἰς ὅ κε νῆας ἐϋσσέλμους ἀφίκηται
  194. δύῃ τʼ ἠέλιος καὶ ἐπὶ κνέφας ἱερὸν ἔλθῃ.
  195. ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε ποδήνεμος ὠκέα Ἶρις,
  196. βῆ δὲ κατʼ Ἰδαίων ὀρέων εἰς Ἴλιον ἱρήν.
  197. εὗρʼ υἱὸν Πριάμοιο δαΐφρονος Ἕκτορα δῖον
  198. ἑσταότʼ ἔν θʼ ἵπποισι καὶ ἅρμασι κολλητοῖσιν·
  199. ἀγχοῦ δʼ ἱσταμένη προσέφη πόδας ὠκέα Ἶρις·
  200. Ἕκτορ υἱὲ Πριάμοιο Διὶ μῆτιν ἀτάλαντε
  201. Ζεύς με πατὴρ προέηκε τεῒν τάδε μυθήσασθαι.
  202. ὄφρʼ ἂν μέν κεν ὁρᾷς Ἀγαμέμνονα ποιμένα λαῶν
  203. θύνοντʼ ἐν προμάχοισιν, ἐναίροντα στίχας ἀνδρῶν,
  204. τόφρʼ ὑπόεικε μάχης, τὸν δʼ ἄλλον λαὸν ἄνωχθι
  205. μάρνασθαι δηΐοισι κατὰ κρατερὴν ὑσμίνην.
  206. αὐτὰρ ἐπεί κʼ ἢ δουρὶ τυπεὶς ἢ βλήμενος ἰῷ
  207. εἰς ἵππους ἅλεται, τότε τοι κράτος ἐγγυαλίξει
  208. κτείνειν, εἰς ὅ κε νῆας ἐϋσσέλμους ἀφίκηαι
  209. δύῃ τʼ ἠέλιος καὶ ἐπὶ κνέφας ἱερὸν ἔλθῃ.
  210. ἣ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη πόδας ὠκέα Ἶρις,
  211. Ἕκτωρ δʼ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε,
  212. πάλλων δʼ ὀξέα δοῦρα κατὰ στρατὸν ᾤχετο πάντῃ
  213. ὀτρύνων μαχέσασθαι, ἔγειρε δὲ φύλοπιν αἰνήν.
  214. οἳ δʼ ἐλελίχθησαν καὶ ἐναντίοι ἔσταν Ἀχαιῶν,
  215. Ἀργεῖοι δʼ ἑτέρωθεν ἐκαρτύναντο φάλαγγας.
  216. ἀρτύνθη δὲ μάχη, στὰν δʼ ἀντίοι· ἐν δʼ Ἀγαμέμνων
  217. πρῶτος ὄρουσʼ, ἔθελεν δὲ πολὺ προμάχεσθαι ἁπάντων.
  218. ἔσπετε νῦν μοι Μοῦσαι Ὀλύμπια δώματʼ ἔχουσαι
  219. ὅς τις δὴ πρῶτος Ἀγαμέμνονος ἀντίον ἦλθεν
  220. ἢ αὐτῶν Τρώων ἠὲ κλειτῶν ἐπικούρων.
  221. Ἰφιδάμας Ἀντηνορίδης ἠΰς τε μέγας τε
  222. ὃς τράφη ἐν Θρῄκῃ ἐριβώλακι μητέρι μήλων·
  223. Κισσῆς τόν γʼ ἔθρεψε δόμοις ἔνι τυτθὸν ἐόντα
  224. μητροπάτωρ, ὃς τίκτε Θεανὼ καλλιπάρῃον·
  225. αὐτὰρ ἐπεί ῥʼ ἥβης ἐρικυδέος ἵκετο μέτρον,
  226. αὐτοῦ μιν κατέρυκε, δίδου δʼ ὅ γε θυγατέρα ἥν·
  227. γήμας δʼ ἐκ θαλάμοιο μετὰ κλέος ἵκετʼ Ἀχαιῶν
  228. σὺν δυοκαίδεκα νηυσὶ κορωνίσιν, αἵ οἱ ἕποντο.
  229. τὰς μὲν ἔπειτʼ ἐν Περκώτῃ λίπε νῆας ἐΐσας,
  230. αὐτὰρ ὃ πεζὸς ἐὼν ἐς Ἴλιον εἰληλούθει·
  231. ὅς ῥα τότʼ Ἀτρεΐδεω Ἀγαμέμνονος ἀντίον ἦλθεν.
  232. οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες,
  233. Ἀτρεΐδης μὲν ἅμαρτε, παραὶ δέ οἱ ἐτράπετʼ ἔγχος,
  234. Ἰφιδάμας δὲ κατὰ ζώνην θώρηκος ἔνερθε
  235. νύξʼ, ἐπὶ δʼ αὐτὸς ἔρεισε βαρείῃ χειρὶ πιθήσας·
  236. οὐδʼ ἔτορε ζωστῆρα παναίολον, ἀλλὰ πολὺ πρὶν
  237. ἀργύρῳ ἀντομένη μόλιβος ὣς ἐτράπετʼ αἰχμή.
  238. καὶ τό γε χειρὶ λαβὼν εὐρὺ κρείων Ἀγαμέμνων
  239. ἕλκʼ ἐπὶ οἷ μεμαὼς ὥς τε λίς, ἐκ δʼ ἄρα χειρὸς
  240. σπάσσατο· τὸν δʼ ἄορι πλῆξʼ αὐχένα, λῦσε δὲ γυῖα.
  241. ὣς ὃ μὲν αὖθι πεσὼν κοιμήσατο χάλκεον ὕπνον
  242. οἰκτρὸς ἀπὸ μνηστῆς ἀλόχου, ἀστοῖσιν ἀρήγων,
  243. κουριδίης, ἧς οὔ τι χάριν ἴδε, πολλὰ δʼ ἔδωκε·
  244. πρῶθʼ ἑκατὸν βοῦς δῶκεν, ἔπειτα δὲ χίλιʼ ὑπέστη
  245. αἶγας ὁμοῦ καὶ ὄϊς, τά οἱ ἄσπετα ποιμαίνοντο.
  246. δὴ τότε γʼ Ἀτρεΐδης Ἀγαμέμνων ἐξενάριξε,
  247. βῆ δὲ φέρων ἀνʼ ὅμιλον Ἀχαιῶν τεύχεα καλά.
  248. τὸν δʼ ὡς οὖν ἐνόησε Κόων ἀριδείκετος ἀνδρῶν
  249. πρεσβυγενὴς Ἀντηνορίδης, κρατερόν ῥά ἑ πένθος
  250. ὀφθαλμοὺς ἐκάλυψε κασιγνήτοιο πεσόντος.
  251. στῆ δʼ εὐρὰξ σὺν δουρὶ λαθὼν Ἀγαμέμνονα δῖον,
  252. νύξε δέ μιν κατὰ χεῖρα μέσην ἀγκῶνος ἔνερθε,
  253. ἀντικρὺ δὲ διέσχε φαεινοῦ δουρὸς ἀκωκή.
  254. ῥίγησέν τʼ ἄρʼ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων·
  255. ἀλλʼ οὐδʼ ὧς ἀπέληγε μάχης ἠδὲ πτολέμοιο,
  256. ἀλλʼ ἐπόρουσε Κόωνι ἔχων ἀνεμοτρεφὲς ἔγχος.
  257. ἤτοι ὃ Ἰφιδάμαντα κασίγνητον καὶ ὄπατρον
  258. ἕλκε ποδὸς μεμαώς, καὶ ἀΰτει πάντας ἀρίστους·
  259. τὸν δʼ ἕλκοντʼ ἀνʼ ὅμιλον ὑπʼ ἀσπίδος ὀμφαλοέσσης
  260. οὔτησε ξυστῷ χαλκήρεϊ, λῦσε δὲ γυῖα·
  261. τοῖο δʼ ἐπʼ Ἰφιδάμαντι κάρη ἀπέκοψε παραστάς.
  262. ἔνθʼ Ἀντήνορος υἷες ὑπʼ Ἀτρεΐδῃ βασιλῆϊ
  263. πότμον ἀναπλήσαντες ἔδυν δόμον Ἄϊδος εἴσω.
  264. αὐτὰρ ὃ τῶν ἄλλων ἐπεπωλεῖτο στίχας ἀνδρῶν
  265. ἔγχεΐ τʼ ἄορί τε μεγάλοισί τε χερμαδίοισιν,
  266. ὄφρά οἱ αἷμʼ ἔτι θερμὸν ἀνήνοθεν ἐξ ὠτειλῆς.
  267. αὐτὰρ ἐπεὶ τὸ μὲν ἕλκος ἐτέρσετο, παύσατο δʼ αἷμα,
  268. ὀξεῖαι δʼ ὀδύναι δῦνον μένος Ἀτρεΐδαο.
  269. ὡς δʼ ὅτʼ ἂν ὠδίνουσαν ἔχῃ βέλος ὀξὺ γυναῖκα
  270. δριμύ, τό τε προϊεῖσι μογοστόκοι Εἰλείθυιαι
  271. Ἥρης θυγατέρες πικρὰς ὠδῖνας ἔχουσαι,
  272. ὣς ὀξεῖʼ ὀδύναι δῦνον μένος Ἀτρεΐδαο.
  273. ἐς δίφρον δʼ ἀνόρουσε, καὶ ἡνιόχῳ ἐπέτελλε
  274. νηυσὶν ἔπι γλαφυρῇσιν ἐλαυνέμεν· ἤχθετο γὰρ κῆρ.
  275. ἤϋσεν δὲ διαπρύσιον Δαναοῖσι γεγωνώς·
  276. ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες
  277. ὑμεῖς μὲν νῦν νηυσὶν ἀμύνετε ποντοπόροισι
  278. φύλοπιν ἀργαλέην, ἐπεὶ οὐκ ἐμὲ μητίετα Ζεὺς
  279. εἴασε Τρώεσσι πανημέριον πολεμίζειν.
  280. ὣς ἔφαθʼ, ἡνίοχος δʼ ἵμασεν καλλίτριχας ἵππους
  281. νῆας ἔπι γλαφυράς· τὼ δʼ οὐκ ἀέκοντε πετέσθην·
  282. ἄφρεον δὲ στήθεα, ῥαίνοντο δὲ νέρθε κονίῃ
  283. τειρόμενον βασιλῆα μάχης ἀπάνευθε φέροντες.
  284. Ἕκτωρ δʼ ὡς ἐνόησʼ Ἀγαμέμνονα νόσφι κιόντα
  285. Τρωσί τε καὶ Λυκίοισιν ἐκέκλετο μακρὸν ἀΰσας·
  286. Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταὶ
  287. ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς.
  288. οἴχετʼ ἀνὴρ ὤριστος, ἐμοὶ δὲ μέγʼ εὖχος ἔδωκε
  289. Ζεὺς Κρονίδης· ἀλλʼ ἰθὺς ἐλαύνετε μώνυχας ἵππους
  290. ἰφθίμων Δαναῶν, ἵνʼ ὑπέρτερον εὖχος ἄρησθε.
  291. ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.
  292. ὡς δʼ ὅτε πού τις θηρητὴρ κύνας ἀργιόδοντας
  293. σεύῃ ἐπʼ ἀγροτέρῳ συῒ καπρίῳ ἠὲ λέοντι,
  294. ὣς ἐπʼ Ἀχαιοῖσιν σεῦε Τρῶας μεγαθύμους
  295. Ἕκτωρ Πριαμίδης βροτολοιγῷ ἶσος Ἄρηϊ.
  296. αὐτὸς δʼ ἐν πρώτοισι μέγα φρονέων ἐβεβήκει,
  297. ἐν δʼ ἔπεσʼ ὑσμίνῃ ὑπεραέϊ ἶσος ἀέλλῃ,
  298. ἥ τε καθαλλομένη ἰοειδέα πόντον ὀρίνει.
  299. ἔνθα τίνα πρῶτον, τίνα δʼ ὕστατον ἐξενάριξεν
  300. Ἕκτωρ Πριαμίδης, ὅτε οἱ Ζεὺς κῦδος ἔδωκεν;
  301. Ἀσαῖον μὲν πρῶτα καὶ Αὐτόνοον καὶ Ὀπίτην
  302. καὶ Δόλοπα Κλυτίδην καὶ Ὀφέλτιον ἠδʼ Ἀγέλαον
  303. Αἴσυμνόν τʼ Ὦρόν τε καὶ Ἱππόνοον μενεχάρμην.
  304. τοὺς ἄρʼ ὅ γʼ ἡγεμόνας Δαναῶν ἕλεν, αὐτὰρ ἔπειτα
  305. πληθύν, ὡς ὁπότε νέφεα Ζέφυρος στυφελίξῃ
  306. ἀργεστᾶο Νότοιο βαθείῃ λαίλαπι τύπτων·
  307. πολλὸν δὲ τρόφι κῦμα κυλίνδεται, ὑψόσε δʼ ἄχνη
  308. σκίδναται ἐξ ἀνέμοιο πολυπλάγκτοιο ἰωῆς·
  309. ὣς ἄρα πυκνὰ καρήαθʼ ὑφʼ Ἕκτορι δάμνατο λαῶν.
  310. ἔνθά κε λοιγὸς ἔην καὶ ἀμήχανα ἔργα γένοντο,
  311. καί νύ κεν ἐν νήεσσι πέσον φεύγοντες Ἀχαιοί,
  312. εἰ μὴ Τυδεΐδῃ Διομήδεϊ κέκλετʼ Ὀδυσσεύς·
  313. Τυδεΐδη τί παθόντε λελάσμεθα θούριδος ἀλκῆς;
  314. ἀλλʼ ἄγε δεῦρο πέπον, παρʼ ἔμʼ ἵσταο· δὴ γὰρ ἔλεγχος
  315. ἔσσεται εἴ κεν νῆας ἕλῃ κορυθαίολος Ἕκτωρ.
  316. τὸν δʼ ἀπαμειβόμενος προσέφη κρατερὸς Διομήδης·
  317. ἤτοι ἐγὼ μενέω καὶ τλήσομαι· ἀλλὰ μίνυνθα
  318. ἡμέων ἔσσεται ἦδος, ἐπεὶ νεφεληγερέτα Ζεὺς
  319. Τρωσὶν δὴ βόλεται δοῦναι κράτος ἠέ περ ἡμῖν.
  320. ἦ καὶ Θυμβραῖον μὲν ἀφʼ ἵππων ὦσε χαμᾶζε
  321. δουρὶ βαλὼν κατὰ μαζὸν ἀριστερόν· αὐτὰρ Ὀδυσσεὺς
  322. ἀντίθεον θεράποντα Μολίονα τοῖο ἄνακτος.
  323. τοὺς μὲν ἔπειτʼ εἴασαν, ἐπεὶ πολέμου ἀπέπαυσαν·
  324. τὼ δʼ ἀνʼ ὅμιλον ἰόντε κυδοίμεον, ὡς ὅτε κάπρω
  325. ἐν κυσὶ θηρευτῇσι μέγα φρονέοντε πέσητον·
  326. ὣς ὄλεκον Τρῶας πάλιν ὀρμένω· αὐτὰρ Ἀχαιοὶ
  327. ἀσπασίως φεύγοντες ἀνέπνεον Ἕκτορα δῖον.
  328. ἔνθʼ ἑλέτην δίφρόν τε καὶ ἀνέρε δήμου ἀρίστω
  329. υἷε δύω Μέροπος Περκωσίου, ὃς περὶ πάντων
  330. ᾔδεε μαντοσύνας, οὐδὲ οὓς παῖδας ἔασκε
  331. στείχειν ἐς πόλεμον φθισήνορα· τὼ δέ οἱ οὔ τι
  332. πειθέσθην· κῆρες γὰρ ἄγον μέλανος θανάτοιο.
  333. τοὺς μὲν Τυδεΐδης δουρικλειτὸς Διομήδης
  334. θυμοῦ καὶ ψυχῆς κεκαδὼν κλυτὰ τεύχεʼ ἀπηύρα·
  335. Ἱππόδαμον δʼ Ὀδυσεὺς καὶ Ὑπείροχον ἐξενάριξεν.
  336. ἔνθά σφιν κατὰ ἶσα μάχην ἐτάνυσσε Κρονίων
  337. ἐξ Ἴδης καθορῶν· τοὶ δʼ ἀλλήλους ἐνάριζον.
  338. ἤτοι Τυδέος υἱὸς Ἀγάστροφον οὔτασε δουρὶ
  339. Παιονίδην ἥρωα κατʼ ἰσχίον· οὐ δέ οἱ ἵπποι
  340. ἐγγὺς ἔσαν προφυγεῖν, ἀάσατο δὲ μέγα θυμῷ.
  341. τοὺς μὲν γὰρ θεράπων ἀπάνευθʼ ἔχεν, αὐτὰρ ὃ πεζὸς
  342. θῦνε διὰ προμάχων, εἷος φίλον ὤλεσε θυμόν.
  343. Ἕκτωρ δʼ ὀξὺ νόησε κατὰ στίχας, ὦρτο δʼ ἐπʼ αὐτοὺς
  344. κεκλήγων· ἅμα δὲ Τρώων εἵποντο φάλαγγες.
  345. τὸν δὲ ἰδὼν ῥίγησε βοὴν ἀγαθὸς Διομήδης,
  346. αἶψα δʼ Ὀδυσσῆα προσεφώνεεν ἐγγὺς ἐόντα·
  347. νῶϊν δὴ τόδε πῆμα κυλίνδεται ὄβριμος Ἕκτωρ·
  348. ἀλλʼ ἄγε δὴ στέωμεν καὶ ἀλεξώμεσθα μένοντες.
  349. ἦ ῥα, καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος
  350. καὶ βάλεν, οὐδʼ ἀφάμαρτε τιτυσκόμενος κεφαλῆφιν,
  351. ἄκρην κὰκ κόρυθα· πλάγχθη δʼ ἀπὸ χαλκόφι χαλκός,
  352. οὐδʼ ἵκετο χρόα καλόν· ἐρύκακε γὰρ τρυφάλεια
  353. τρίπτυχος αὐλῶπις, τήν οἱ πόρε Φοῖβος Ἀπόλλων.
  354. Ἕκτωρ δʼ ὦκʼ ἀπέλεθρον ἀνέδραμε, μίκτο δʼ ὁμίλῳ,
  355. στῆ δὲ γνὺξ ἐριπὼν καὶ ἐρείσατο χειρὶ παχείῃ
  356. γαίης· ἀμφὶ δὲ ὄσσε κελαινὴ νὺξ ἐκάλυψεν.
  357. ὄφρα δὲ Τυδεΐδης μετὰ δούρατος ᾤχετʼ ἐρωὴν
  358. τῆλε διὰ προμάχων, ὅθι οἱ καταείσατο γαίης
  359. τόφρʼ Ἕκτωρ ἔμπνυτο, καὶ ἂψ ἐς δίφρον ὀρούσας
  360. ἐξέλασʼ ἐς πληθύν, καὶ ἀλεύατο κῆρα μέλαιναν.
  361. δουρὶ δʼ ἐπαΐσσων προσέφη κρατερὸς Διομήδης·
  362. ἐξ αὖ νῦν ἔφυγες θάνατον κύον· ἦ τέ τοι ἄγχι
  363. ἦλθε κακόν· νῦν αὖτέ σʼ ἐρύσατο Φοῖβος Ἀπόλλων
  364. ᾧ μέλλεις εὔχεσθαι ἰὼν ἐς δοῦπον ἀκόντων.
  365. ἦ θήν σʼ ἐξανύω γε καὶ ὕστερον ἀντιβολήσας,
  366. εἴ πού τις καὶ ἔμοιγε θεῶν ἐπιτάρροθός ἐστι.
  367. νῦν αὖ τοὺς ἄλλους ἐπιείσομαι, ὅν κε κιχείω.
  368. ἦ, καὶ Παιονίδην δουρὶ κλυτὸν ἐξενάριζεν.
  369. αὐτὰρ Ἀλέξανδρος Ἑλένης πόσις ἠϋκόμοιο
  370. Τυδεΐδῃ ἔπι τόξα τιταίνετο ποιμένι λαῶν,
  371. στήλῃ κεκλιμένος ἀνδροκμήτῳ ἐπὶ τύμβῳ
  372. Ἴλου Δαρδανίδαο, παλαιοῦ δημογέροντος.
  373. ἤτοι ὃ μὲν θώρηκα Ἀγαστρόφου ἰφθίμοιο
  374. αἴνυτʼ ἀπὸ στήθεσφι παναίολον ἀσπίδα τʼ ὤμων
  375. καὶ κόρυθα βριαρήν· ὃ δὲ τόξου πῆχυν ἄνελκε
  376. καὶ βάλεν, οὐδʼ ἄρα μιν ἅλιον βέλος ἔκφυγε χειρός,
  377. ταρσὸν δεξιτεροῖο ποδός· διὰ δʼ ἀμπερὲς ἰὸς
  378. ἐν γαίῃ κατέπηκτο· ὃ δὲ μάλα ἡδὺ γελάσσας
  379. ἐκ λόχου ἀμπήδησε καὶ εὐχόμενος ἔπος ηὔδα·
  380. βέβληαι οὐδʼ ἅλιον βέλος ἔκφυγεν· ὡς ὄφελόν τοι
  381. νείατον ἐς κενεῶνα βαλὼν ἐκ θυμὸν ἑλέσθαι.
  382. οὕτω κεν καὶ Τρῶες ἀνέπνευσαν κακότητος,
  383. οἵ τέ σε πεφρίκασι λέονθʼ ὡς μηκάδες αἶγες.
  384. τὸν δʼ οὐ ταρβήσας προσέφη κρατερὸς Διομήδης·
  385. τοξότα λωβητὴρ κέρᾳ ἀγλαὲ παρθενοπῖπα
  386. εἰ μὲν δὴ ἀντίβιον σὺν τεύχεσι πειρηθείης,
  387. οὐκ ἄν τοι χραίσμῃσι βιὸς καὶ ταρφέες ἰοί·
  388. νῦν δέ μʼ ἐπιγράψας ταρσὸν ποδὸς εὔχεαι αὔτως.
  389. οὐκ ἀλέγω, ὡς εἴ με γυνὴ βάλοι ἢ πάϊς ἄφρων·
  390. κωφὸν γὰρ βέλος ἀνδρὸς ἀνάλκιδος οὐτιδανοῖο.
  391. ἦ τʼ ἄλλως ὑπʼ ἐμεῖο, καὶ εἴ κʼ ὀλίγον περ ἐπαύρῃ,
  392. ὀξὺ βέλος πέλεται, καὶ ἀκήριον αἶψα τίθησι.
  393. τοῦ δὲ γυναικὸς μέν τʼ ἀμφίδρυφοί εἰσι παρειαί,
  394. παῖδες δʼ ὀρφανικοί· ὃ δέ θʼ αἵματι γαῖαν ἐρεύθων
  395. πύθεται, οἰωνοὶ δὲ περὶ πλέες ἠὲ γυναῖκες.
  396. ὣς φάτο, τοῦ δʼ Ὀδυσεὺς δουρικλυτὸς ἐγγύθεν ἐλθὼν
  397. ἔστη πρόσθʼ· ὃ δʼ ὄπισθε καθεζόμενος βέλος ὠκὺ
  398. ἐκ ποδὸς ἕλκʼ, ὀδύνη δὲ διὰ χροὸς ἦλθʼ ἀλεγεινή.
  399. ἐς δίφρον δʼ ἀνόρουσε, καὶ ἡνιόχῳ ἐπέτελλε
  400. νηυσὶν ἔπι γλαφυρῇσιν ἐλαυνέμεν· ἤχθετο γὰρ κῆρ.
  401. οἰώθη δʼ Ὀδυσεὺς δουρὶ κλυτός, οὐδέ τις αὐτῷ
  402. Ἀργείων παρέμεινεν, ἐπεὶ φόβος ἔλλαβε πάντας·
  403. ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·
  404. ὤ μοι ἐγὼ τί πάθω; μέγα μὲν κακὸν αἴ κε φέβωμαι
  405. πληθὺν ταρβήσας· τὸ δὲ ῥίγιον αἴ κεν ἁλώω
  406. μοῦνος· τοὺς δʼ ἄλλους Δαναοὺς ἐφόβησε Κρονίων.
  407. ἀλλὰ τί ἤ μοι ταῦτα φίλος διελέξατο θυμός;
  408. οἶδα γὰρ ὅττι κακοὶ μὲν ἀποίχονται πολέμοιο,
  409. ὃς δέ κʼ ἀριστεύῃσι μάχῃ ἔνι τὸν δὲ μάλα χρεὼ
  410. ἑστάμεναι κρατερῶς, ἤ τʼ ἔβλητʼ ἤ τʼ ἔβαλʼ ἄλλον.
  411. εἷος ὃ ταῦθʼ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν,
  412. τόφρα δʼ ἐπὶ Τρώων στίχες ἤλυθον ἀσπιστάων,
  413. ἔλσαν δʼ ἐν μέσσοισι, μετὰ σφίσι πῆμα τιθέντες.
  414. ὡς δʼ ὅτε κάπριον ἀμφὶ κύνες θαλεροί τʼ αἰζηοὶ
  415. σεύωνται, ὃ δέ τʼ εἶσι βαθείης ἐκ ξυλόχοιο
  416. θήγων λευκὸν ὀδόντα μετὰ γναμπτῇσι γένυσσιν,
  417. ἀμφὶ δέ τʼ ἀΐσσονται, ὑπαὶ δέ τε κόμπος ὀδόντων
  418. γίγνεται, οἳ δὲ μένουσιν ἄφαρ δεινόν περ ἐόντα,
  419. ὥς ῥα τότʼ ἀμφʼ Ὀδυσῆα Διῒ φίλον ἐσσεύοντο
  420. Τρῶες· ὃ δὲ πρῶτον μὲν ἀμύμονα Δηϊοπίτην
  421. οὔτασεν ὦμον ὕπερθεν ἐπάλμενος ὀξέϊ δουρί,
  422. αὐτὰρ ἔπειτα Θόωνα καὶ Ἔννομον ἐξενάριξε.
  423. Χερσιδάμαντα δʼ ἔπειτα καθʼ ἵππων ἀΐξαντα
  424. δουρὶ κατὰ πρότμησιν ὑπʼ ἀσπίδος ὀμφαλοέσσης
  425. νύξεν· ὃ δʼ ἐν κονίῃσι πεσὼν ἕλε γαῖαν ἀγοστῷ.
  426. τοὺς μὲν ἔασʼ, ὃ δʼ ἄρʼ Ἱππασίδην Χάροπʼ οὔτασε δουρὶ
  427. αὐτοκασίγνητον εὐηφενέος Σώκοιο.
  428. τῷ δʼ ἐπαλεξήσων Σῶκος κίεν ἰσόθεος φώς,
  429. στῆ δὲ μάλʼ ἐγγὺς ἰὼν καί μιν πρὸς μῦθον ἔειπεν
  430. ὦ Ὀδυσεῦ πολύαινε δόλων ἆτʼ ἠδὲ πόνοιο
  431. σήμερον ἢ δοιοῖσιν ἐπεύξεαι Ἱππασίδῃσι
  432. τοιώδʼ ἄνδρε κατακτείνας καὶ τεύχεʼ ἀπούρας,
  433. ἤ κεν ἐμῷ ὑπὸ δουρὶ τυπεὶς ἀπὸ θυμὸν ὀλέσσῃς.
  434. ὣς εἰπὼν οὔτησε κατʼ ἀσπίδα πάντοσʼ ἐΐσην.
  435. διὰ μὲν ἀσπίδος ἦλθε φαεινῆς ὄβριμον ἔγχος,
  436. καὶ διὰ θώρηκος πολυδαιδάλου ἠρήρειστο,
  437. πάντα δʼ ἀπὸ πλευρῶν χρόα ἔργαθεν, οὐδʼ ἔτʼ ἔασε
  438. Παλλὰς Ἀθηναίη μιχθήμεναι ἔγκασι φωτός.
  439. γνῶ δʼ Ὀδυσεὺς ὅ οἱ οὔ τι τέλος κατακαίριον ἦλθεν,
  440. ἂψ δʼ ἀναχωρήσας Σῶκον πρὸς μῦθον ἔειπεν·
  441. ἆ δείλʼ ἦ μάλα δή σε κιχάνεται αἰπὺς ὄλεθρος.
  442. ἤτοι μέν ῥʼ ἔμʼ ἔπαυσας ἐπὶ Τρώεσσι μάχεσθαι·
  443. σοὶ δʼ ἐγὼ ἐνθάδε φημὶ φόνον καὶ κῆρα μέλαιναν
  444. ἤματι τῷδʼ ἔσσεσθαι, ἐμῷ δʼ ὑπὸ δουρὶ δαμέντα
  445. εὖχος ἐμοὶ δώσειν, ψυχὴν δʼ Ἄϊδι κλυτοπώλῳ.
  446. ἦ, καὶ ὃ μὲν φύγαδʼ αὖτις ὑποστρέψας ἐβεβήκει,
  447. τῷ δὲ μεταστρεφθέντι μεταφρένῳ ἐν δόρυ πῆξεν
  448. ὤμων μεσσηγύς, διὰ δὲ στήθεσφιν ἔλασσε,
  449. δούπησεν δὲ πεσών· ὃ δʼ ἐπεύξατο δῖος Ὀδυσσεύς·
  450. ὦ Σῶχʼ Ἱππάσου υἱὲ δαΐφρονος ἱπποδάμοιο
  451. φθῆ σε τέλος θανάτοιο κιχήμενον, οὐδʼ ὑπάλυξας.
  452. ἆ δείλʼ οὐ μὲν σοί γε πατὴρ καὶ πότνια μήτηρ
  453. ὄσσε καθαιρήσουσι θανόντι περ, ἀλλʼ οἰωνοὶ
  454. ὠμησταὶ ἐρύουσι, περὶ πτερὰ πυκνὰ βαλόντες.
  455. αὐτὰρ ἔμʼ, εἴ κε θάνω, κτεριοῦσί γε δῖοι Ἀχαιοί.
  456. ὣς εἰπὼν Σώκοιο δαΐφρονος ὄβριμον ἔγχος
  457. ἔξω τε χροὸς ἕλκε καὶ ἀσπίδος ὀμφαλοέσσης·
  458. αἷμα δέ οἱ σπασθέντος ἀνέσσυτο, κῆδε δὲ θυμόν.
  459. Τρῶες δὲ μεγάθυμοι ὅπως ἴδον αἷμʼ Ὀδυσῆος
  460. κεκλόμενοι καθʼ ὅμιλον ἐπʼ αὐτῷ πάντες ἔβησαν.
  461. αὐτὰρ ὅ γʼ ἐξοπίσω ἀνεχάζετο, αὖε δʼ ἑταίρους.
  462. τρὶς μὲν ἔπειτʼ ἤϋσεν ὅσον κεφαλὴ χάδε φωτός,
  463. τρὶς δʼ ἄϊεν ἰάχοντος ἄρηι φίλος Μενέλαος.
  464. αἶψα δʼ ἄρʼ Αἴαντα προσεφώνεεν ἐγγὺς ἐόντα·
  465. Αἶαν διογενὲς Τελαμώνιε κοίρανε λαῶν
  466. ἀμφί μʼ Ὀδυσσῆος ταλασίφρονος ἵκετʼ ἀϋτὴ
  467. τῷ ἰκέλη ὡς εἴ ἑ βιῴατο μοῦνον ἐόντα
  468. Τρῶες ἀποτμήξαντες ἐνὶ κρατερῇ ὑσμίνῃ.
  469. ἀλλʼ ἴομεν καθʼ ὅμιλον· ἀλεξέμεναι γὰρ ἄμεινον.
  470. δείδω μή τι πάθῃσιν ἐνὶ Τρώεσσι μονωθεὶς
  471. ἐσθλὸς ἐών, μεγάλη δὲ ποθὴ Δαναοῖσι γένηται.
  472. ὣς εἰπὼν ὃ μὲν ἦρχʼ, ὃ δʼ ἅμʼ ἕσπετο ἰσόθεος φώς.
  473. εὗρον ἔπειτʼ Ὀδυσῆα Διῒ φίλον· ἀμφὶ δʼ ἄρʼ αὐτὸν
  474. Τρῶες ἕπονθʼ ὡς εἴ τε δαφοινοὶ θῶες ὄρεσφιν
  475. ἀμφʼ ἔλαφον κεραὸν βεβλημένον, ὅν τʼ ἔβαλʼ ἀνὴρ
  476. ἰῷ ἀπὸ νευρῆς· τὸν μέν τʼ ἤλυξε πόδεσσι
  477. φεύγων, ὄφρʼ αἷμα λιαρὸν καὶ γούνατʼ ὀρώρῃ·
  478. αὐτὰρ ἐπεὶ δὴ τόν γε δαμάσσεται ὠκὺς ὀϊστός,
  479. ὠμοφάγοι μιν θῶες ἐν οὔρεσι δαρδάπτουσιν
  480. ἐν νέμεϊ σκιερῷ· ἐπί τε λῖν ἤγαγε δαίμων
  481. σίντην· θῶες μέν τε διέτρεσαν, αὐτὰρ ὃ δάπτει·
  482. ὥς ῥα τότʼ ἀμφʼ Ὀδυσῆα δαΐφρονα ποικιλομήτην
  483. Τρῶες ἕπον πολλοί τε καὶ ἄλκιμοι, αὐτὰρ ὅ γʼ ἥρως
  484. ἀΐσσων ᾧ ἔγχει ἀμύνετο νηλεὲς ἦμαρ.
  485. Αἴας δʼ ἐγγύθεν ἦλθε φέρων σάκος ἠΰτε πύργον,
  486. στῆ δὲ παρέξ· Τρῶες δὲ διέτρεσαν ἄλλυδις ἄλλος.
  487. ἤτοι τὸν Μενέλαος ἀρήϊος ἔξαγʼ ὁμίλου
  488. χειρὸς ἔχων, εἷος θεράπων σχεδὸν ἤλασεν ἵππους.
  489. Αἴας δὲ Τρώεσσιν ἐπάλμενος εἷλε Δόρυκλον
  490. Πριαμίδην νόθον υἱόν, ἔπειτα δὲ Πάνδοκον οὖτα,
  491. οὖτα δὲ Λύσανδρον καὶ Πύρασον ἠδὲ Πυλάρτην.
  492. ὡς δʼ ὁπότε πλήθων ποταμὸς πεδίον δὲ κάτεισι
  493. χειμάρρους κατʼ ὄρεσφιν ὀπαζόμενος Διὸς ὄμβρῳ,
  494. πολλὰς δὲ δρῦς ἀζαλέας, πολλὰς δέ τε πεύκας
  495. ἐσφέρεται, πολλὸν δέ τʼ ἀφυσγετὸν εἰς ἅλα βάλλει,
  496. ὣς ἔφεπε κλονέων πεδίον τότε φαίδιμος Αἴας,
  497. δαΐζων ἵππους τε καὶ ἀνέρας· οὐδέ πω Ἕκτωρ
  498. πεύθετʼ, ἐπεί ῥα μάχης ἐπʼ ἀριστερὰ μάρνατο πάσης
  499. ὄχθας πὰρ ποταμοῖο Σκαμάνδρου, τῇ ῥα μάλιστα
  500. ἀνδρῶν πῖπτε κάρηνα, βοὴ δʼ ἄσβεστος ὀρώρει
  501. Νέστορά τʼ ἀμφὶ μέγαν καὶ ἀρήϊον Ἰδομενῆα.
  502. Ἕκτωρ μὲν μετὰ τοῖσιν ὁμίλει μέρμερα ῥέζων
  503. ἔγχεΐ θʼ ἱπποσύνῃ τε, νέων δʼ ἀλάπαζε φάλαγγας·
  504. οὐδʼ ἄν πω χάζοντο κελεύθου δῖοι Ἀχαιοὶ
  505. εἰ μὴ Ἀλέξανδρος Ἑλένης πόσις ἠϋκόμοιο
  506. παῦσεν ἀριστεύοντα Μαχάονα ποιμένα λαῶν,
  507. ἰῷ τριγλώχινι βαλὼν κατὰ δεξιὸν ὦμον.
  508. τῷ ῥα περίδεισαν μένεα πνείοντες Ἀχαιοὶ
  509. μή πώς μιν πολέμοιο μετακλινθέντος ἕλοιεν.
  510. αὐτίκα δʼ Ἰδομενεὺς προσεφώνεε Νέστορα δῖον·
  511. ὦ Νέστορ Νηληϊάδη μέγα κῦδος Ἀχαιῶν
  512. ἄγρει σῶν ὀχέων ἐπιβήσεο, πὰρ δὲ Μαχάων
  513. βαινέτω, ἐς νῆας δὲ τάχιστʼ ἔχε μώνυχας ἵππους·
  514. ἰητρὸς γὰρ ἀνὴρ πολλῶν ἀντάξιος ἄλλων
  515. ἰούς τʼ ἐκτάμνειν ἐπί τʼ ἤπια φάρμακα πάσσειν.
  516. ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε Γερήνιος ἱππότα Νέστωρ.
  517. αὐτίκα δʼ ὧν ὀχέων ἐπεβήσετο, πὰρ δὲ Μαχάων
  518. βαῖνʼ Ἀσκληπιοῦ υἱὸς ἀμύμονος ἰητῆρος·
  519. μάστιξεν δʼ ἵππους, τὼ δʼ οὐκ ἀέκοντε πετέσθην
  520. νῆας ἔπι γλαφυράς· τῇ γὰρ φίλον ἔπλετο θυμῷ.
  521. Κεβριόνης δὲ Τρῶας ὀρινομένους ἐνόησεν
  522. Ἕκτορι παρβεβαώς, καί μιν πρὸς μῦθον ἔειπεν·
  523. Ἕκτορ νῶϊ μὲν ἐνθάδʼ ὁμιλέομεν Δαναοῖσιν
  524. ἐσχατιῇ πολέμοιο δυσηχέος· οἳ δὲ δὴ ἄλλοι
  525. Τρῶες ὀρίνονται ἐπιμὶξ ἵπποι τε καὶ αὐτοί.
  526. Αἴας δὲ κλονέει Τελαμώνιος· εὖ δέ μιν ἔγνων·
  527. εὐρὺ γὰρ ἀμφʼ ὤμοισιν ἔχει σάκος· ἀλλὰ καὶ ἡμεῖς
  528. κεῖσʼ ἵππους τε καὶ ἅρμʼ ἰθύνομεν, ἔνθα μάλιστα
  529. ἱππῆες πεζοί τε κακὴν ἔριδα προβαλόντες
  530. ἀλλήλους ὀλέκουσι, βοὴ δʼ ἄσβεστος ὄρωρεν.
  531. ὣς ἄρα φωνήσας ἵμασεν καλλίτριχας ἵππους
  532. μάστιγι λιγυρῇ· τοὶ δὲ πληγῆς ἀΐοντες
  533. ῥίμφʼ ἔφερον θοὸν ἅρμα μετὰ Τρῶας καὶ Ἀχαιοὺς
  534. στείβοντες νέκυάς τε καὶ ἀσπίδας· αἵματι δʼ ἄξων
  535. νέρθεν ἅπας πεπάλακτο καὶ ἄντυγες αἳ περὶ δίφρον,
  536. ἃς ἄρʼ ἀφʼ ἱππείων ὁπλέων ῥαθάμιγγες ἔβαλλον
  537. αἵ τʼ ἀπʼ ἐπισσώτρων. ὃ δὲ ἵετο δῦναι ὅμιλον
  538. ἀνδρόμεον ῥῆξαί τε μετάλμενος· ἐν δὲ κυδοιμὸν
  539. ἧκε κακὸν Δαναοῖσι, μίνυνθα δὲ χάζετο δουρός.
  540. αὐτὰρ ὃ τῶν ἄλλων ἐπεπωλεῖτο στίχας ἀνδρῶν