Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. τὼ δʼ ἐπεὶ οὖν ὅπλοισιν ἔνι δεινοῖσιν ἐδύτην,
  2. βάν ῥʼ ἰέναι, λιπέτην δὲ κατʼ αὐτόθι πάντας ἀρίστους.
  3. τοῖσι δὲ δεξιὸν ἧκεν ἐρῳδιὸν ἐγγὺς ὁδοῖο
  4. Παλλὰς Ἀθηναίη· τοὶ δʼ οὐκ ἴδον ὀφθαλμοῖσι
  5. νύκτα διʼ ὀρφναίην, ἀλλὰ κλάγξαντος ἄκουσαν.
  6. χαῖρε δὲ τῷ ὄρνιθʼ Ὀδυσεύς, ἠρᾶτο δʼ Ἀθήνῃ·
  7. κλῦθί μευ αἰγιόχοιο Διὸς τέκος, ἥ τέ μοι αἰεὶ
  8. ἐν πάντεσσι πόνοισι παρίστασαι, οὐδέ σε λήθω
  9. κινύμενος· νῦν αὖτε μάλιστά με φῖλαι Ἀθήνη,
  10. δὸς δὲ πάλιν ἐπὶ νῆας ἐϋκλεῖας ἀφικέσθαι
  11. ῥέξαντας μέγα ἔργον, ὅ κε Τρώεσσι μελήσῃ.
  12. δεύτερος αὖτʼ ἠρᾶτο βοὴν ἀγαθὸς Διομήδης·
  13. κέκλυθι νῦν καὶ ἐμεῖο Διὸς τέκος Ἀτρυτώνη·
  14. σπεῖό μοι ὡς ὅτε πατρὶ ἅμʼ ἕσπεο Τυδέϊ δίῳ
  15. ἐς Θήβας, ὅτε τε πρὸ Ἀχαιῶν ἄγγελος ᾔει.
  16. τοὺς δʼ ἄρʼ ἐπʼ Ἀσωπῷ λίπε χαλκοχίτωνας Ἀχαιούς,
  17. αὐτὰρ ὃ μειλίχιον μῦθον φέρε Καδμείοισι
  18. κεῖσʼ· ἀτὰρ ἂψ ἀπιὼν μάλα μέρμερα μήσατο ἔργα
  19. σὺν σοὶ δῖα θεά, ὅτε οἱ πρόφρασσα παρέστης.
  20. ὣς νῦν μοι ἐθέλουσα παρίσταο καί με φύλασσε.
  21. σοὶ δʼ αὖ ἐγὼ ῥέξω βοῦν ἦνιν εὐρυμέτωπον
  22. ἀδμήτην, ἣν οὔ πω ὑπὸ ζυγὸν ἤγαγεν ἀνήρ·
  23. τήν τοι ἐγὼ ῥέξω χρυσὸν κέρασιν περιχεύας.
  24. ὣς ἔφαν εὐχόμενοι, τῶν δʼ ἔκλυε Παλλὰς Ἀθήνη.
  25. οἳ δʼ ἐπεὶ ἠρήσαντο Διὸς κούρῃ μεγάλοιο,
  26. βάν ῥʼ ἴμεν ὥς τε λέοντε δύω διὰ νύκτα μέλαιναν
  27. ἂμ φόνον, ἂν νέκυας, διά τʼ ἔντεα καὶ μέλαν αἷμα.
  28. οὐδὲ μὲν οὐδὲ Τρῶας ἀγήνορας εἴασεν Ἕκτωρ
  29. εὕδειν, ἀλλʼ ἄμυδις κικλήσκετο πάντας ἀρίστους,
  30. ὅσσοι ἔσαν Τρώων ἡγήτορες ἠδὲ μέδοντες·
  31. τοὺς ὅ γε συγκαλέσας πυκινὴν ἀρτύνετο βουλήν·
  32. τίς κέν μοι τόδε ἔργον ὑποσχόμενος τελέσειε
  33. δώρῳ ἔπι μεγάλῳ; μισθὸς δέ οἱ ἄρκιος ἔσται.
  34. δώσω γὰρ δίφρόν τε δύω τʼ ἐριαύχενας ἵππους
  35. οἵ κεν ἄριστοι ἔωσι θοῇς ἐπὶ νηυσὶν Ἀχαιῶν
  36. ὅς τίς κε τλαίη, οἷ τʼ αὐτῷ κῦδος ἄροιτο,
  37. νηῶν ὠκυπόρων σχεδὸν ἐλθέμεν, ἔκ τε πυθέσθαι
  38. ἠέ φυλάσσονται νῆες θοαὶ ὡς τὸ πάρος περ,
  39. ἦ ἤδη χείρεσσιν ὑφʼ ἡμετέρῃσι δαμέντες
  40. φύξιν βουλεύουσι μετὰ σφίσιν, οὐδʼ ἐθέλουσι
  41. νύκτα φυλασσέμεναι, καμάτῳ ἀδηκότες αἰνῷ.
  42. ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.
  43. ἦν δέ τις ἐν Τρώεσσι Δόλων Εὐμήδεος υἱὸς
  44. κήρυκος θείοιο πολύχρυσος πολύχαλκος,
  45. ὃς δή τοι εἶδος μὲν ἔην κακός, ἀλλὰ ποδώκης·
  46. αὐτὰρ ὃ μοῦνος ἔην μετὰ πέντε κασιγνήτῃσιν.
  47. ὅς ῥα τότε Τρωσίν τε καὶ Ἕκτορι μῦθον ἔειπεν·
  48. Ἕκτορ ἔμʼ ὀτρύνει κραδίη καὶ θυμὸς ἀγήνωρ
  49. νηῶν ὠκυπόρων σχεδὸν ἐλθέμεν ἔκ τε πυθέσθαι.
  50. ἀλλʼ ἄγε μοι τὸ σκῆπτρον ἀνάσχεο, καί μοι ὄμοσσον
  51. ἦ μὲν τοὺς ἵππους τε καὶ ἅρματα ποικίλα χαλκῷ
  52. δωσέμεν, οἳ φορέουσιν ἀμύμονα Πηλεΐωνα,
  53. σοὶ δʼ ἐγὼ οὐχ ἅλιος σκοπὸς ἔσσομαι οὐδʼ ἀπὸ δόξης·
  54. τόφρα γὰρ ἐς στρατὸν εἶμι διαμπερὲς ὄφρʼ ἂν ἵκωμαι
  55. νῆʼ Ἀγαμεμνονέην, ὅθι που μέλλουσιν ἄριστοι
  56. βουλὰς βουλεύειν ἢ φευγέμεν ἠὲ μάχεσθαι.
  57. ὣς φάθʼ, ὃ δʼ ἐν χερσὶ σκῆπτρον λάβε καί οἱ ὄμοσσεν·
  58. ἴστω νῦν Ζεὺς αὐτὸς ἐρίγδουπος πόσις Ἥρης
  59. μὴ μὲν τοῖς ἵπποισιν ἀνὴρ ἐποχήσεται ἄλλος
  60. Τρώων, ἀλλά σέ φημι διαμπερὲς ἀγλαϊεῖσθαι.
  61. ὣς φάτο καί ῥʼ ἐπίορκον ἐπώμοσε, τὸν δʼ ὀρόθυνεν·
  62. αὐτίκα δʼ ἀμφʼ ὤμοισιν ἐβάλλετο καμπύλα τόξα,
  63. ἕσσατο δʼ ἔκτοσθεν ῥινὸν πολιοῖο λύκοιο,
  64. κρατὶ δʼ ἐπὶ κτιδέην κυνέην, ἕλε δʼ ὀξὺν ἄκοντα,
  65. βῆ δʼ ἰέναι προτὶ νῆας ἀπὸ στρατοῦ· οὐδʼ ἄρʼ ἔμελλεν
  66. ἐλθὼν ἐκ νηῶν ἂψ Ἕκτορι μῦθον ἀποίσειν.
  67. ἀλλʼ ὅτε δή ῥʼ ἵππων τε καὶ ἀνδρῶν κάλλιφʼ ὅμιλον,
  68. βῆ ῥʼ ἀνʼ ὁδὸν μεμαώς· τὸν δὲ φράσατο προσιόντα
  69. διογενὴς Ὀδυσεύς, Διομήδεα δὲ προσέειπεν·
  70. οὗτός τις Διόμηδες ἀπὸ στρατοῦ ἔρχεται ἀνήρ,
  71. οὐκ οἶδʼ ἢ νήεσσιν ἐπίσκοπος ἡμετέρῃσιν,
  72. ἦ τινα συλήσων νεκύων κατατεθνηώτων.
  73. ἀλλʼ ἐῶμέν μιν πρῶτα παρεξελθεῖν πεδίοιο
  74. τυτθόν· ἔπειτα δέ κʼ αὐτὸν ἐπαΐξαντες ἕλοιμεν
  75. καρπαλίμως· εἰ δʼ ἄμμε παραφθαίησι πόδεσσιν,
  76. αἰεί μιν ἐπὶ νῆας ἀπὸ στρατόφι προτιειλεῖν
  77. ἔγχει ἐπαΐσσων, μή πως προτὶ ἄστυ ἀλύξῃ.
  78. ὣς ἄρα φωνήσαντε παρὲξ ὁδοῦ ἐν νεκύεσσι
  79. κλινθήτην· ὃ δʼ ἄρʼ ὦκα παρέδραμεν ἀφραδίῃσιν.
  80. ἀλλʼ ὅτε δή ῥʼ ἀπέην ὅσσόν τʼ ἐπὶ οὖρα πέλονται
  81. ἡμιόνων· αἱ γάρ τε βοῶν προφερέστεραί εἰσιν
  82. ἑλκέμεναι νειοῖο βαθείης πηκτὸν ἄροτρον·
  83. τὼ μὲν ἐπεδραμέτην, ὃ δʼ ἄρʼ ἔστη δοῦπον ἀκούσας.
  84. ἔλπετο γὰρ κατὰ θυμὸν ἀποστρέψοντας ἑταίρους
  85. ἐκ Τρώων ἰέναι πάλιν Ἕκτορος ὀτρύναντος.
  86. ἀλλʼ ὅτε δή ῥʼ ἄπεσαν δουρηνεκὲς ἢ καὶ ἔλασσον,
  87. γνῶ ῥʼ ἄνδρας δηΐους, λαιψηρὰ δὲ γούνατʼ ἐνώμα
  88. φευγέμεναι· τοὶ δʼ αἶψα διώκειν ὁρμήθησαν.
  89. ὡς δʼ ὅτε καρχαρόδοντε δύω κύνε εἰδότε θήρης
  90. ἢ κεμάδʼ ἠὲ λαγωὸν ἐπείγετον ἐμμενὲς αἰεὶ
  91. χῶρον ἀνʼ ὑλήενθʼ, ὃ δέ τε προθέῃσι μεμηκώς,
  92. ὣς τὸν Τυδεΐδης ἠδʼ ὃ πτολίπορθος Ὀδυσσεὺς
  93. λαοῦ ἀποτμήξαντε διώκετον ἐμμενὲς αἰεί.
  94. ἀλλʼ ὅτε δὴ τάχʼ ἔμελλε μιγήσεσθαι φυλάκεσσι
  95. φεύγων ἐς νῆας, τότε δὴ μένος ἔμβαλʼ Ἀθήνη
  96. Τυδεΐδῃ, ἵνα μή τις Ἀχαιῶν χαλκοχιτώνων
  97. φθαίη ἐπευξάμενος βαλέειν, ὃ δὲ δεύτερος ἔλθοι.
  98. δουρὶ δʼ ἐπαΐσσων προσέφη κρατερὸς Διομήδης·
  99. ἠὲ μένʼ ἠέ σε δουρὶ κιχήσομαι, οὐδέ σέ φημι
  100. δηρὸν ἐμῆς ἀπὸ χειρὸς ἀλύξειν αἰπὺν ὄλεθρον.
  101. ἦ ῥα καὶ ἔγχος ἀφῆκεν, ἑκὼν δʼ ἡμάρτανε φωτός·
  102. δεξιτερὸν δʼ ὑπὲρ ὦμον ἐΰξου δουρὸς ἀκωκὴ
  103. ἐν γαίῃ ἐπάγη· ὃ δʼ ἄρʼ ἔστη τάρβησέν τε
  104. βαμβαίνων· ἄραβος δὲ διὰ στόμα γίγνετʼ ὀδόντων·
  105. χλωρὸς ὑπαὶ δείους· τὼ δʼ ἀσθμαίνοντε κιχήτην,
  106. χειρῶν δʼ ἁψάσθην· ὃ δὲ δακρύσας ἔπος ηὔδα·
  107. ζωγρεῖτʼ, αὐτὰρ ἐγὼν ἐμὲ λύσομαι· ἔστι γὰρ ἔνδον
  108. χαλκός τε χρυσός τε πολύκμητός τε σίδηρος,
  109. τῶν κʼ ὔμμιν χαρίσαιτο πατὴρ ἀπερείσιʼ ἄποινα
  110. εἴ κεν ἐμὲ ζωὸν πεπύθοιτʼ ἐπὶ νηυσὶν Ἀχαιῶν.
  111. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  112. θάρσει, μηδέ τί τοι θάνατος καταθύμιος ἔστω.
  113. ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον·
  114. πῇ δὴ οὕτως ἐπὶ νῆας ἀπὸ στρατοῦ ἔρχεαι οἶος
  115. νύκτα διʼ ὀρφναίην, ὅτε θʼ εὕδουσι βροτοὶ ἄλλοι;
  116. ἤ τινα συλήσων νεκύων κατατεθνηώτων;
  117. ἦ σʼ Ἕκτωρ προέηκε διασκοπιᾶσθαι ἕκαστα
  118. νῆας ἔπι γλαφυράς; ἦ σʼ αὐτὸν θυμὸς ἀνῆκε;
  119. τὸν δʼ ἠμείβετʼ ἔπειτα Δόλων, ὑπὸ δʼ ἔτρεμε γυῖα·
  120. πολλῇσίν μʼ ἄτῃσι παρὲκ νόον ἤγαγεν Ἕκτωρ,
  121. ὅς μοι Πηλεΐωνος ἀγαυοῦ μώνυχας ἵππους
  122. δωσέμεναι κατένευσε καὶ ἅρματα ποικίλα χαλκῷ,
  123. ἠνώγει δέ μʼ ἰόντα θοὴν διὰ νύκτα μέλαιναν
  124. ἀνδρῶν δυσμενέων σχεδὸν ἐλθέμεν, ἔκ τε πυθέσθαι
  125. ἠὲ φυλάσσονται νῆες θοαὶ ὡς τὸ πάρος περ,
  126. ἦ ἤδη χείρεσσιν ὑφʼ ἡμετέρῃσι δαμέντες
  127. φύξιν βουλεύουσι μετὰ σφίσιν, οὐδʼ ἐθέλουσι
  128. νύκτα φυλασσέμεναι, καμάτῳ ἀδηκότες αἰνῷ.
  129. τὸν δʼ ἐπιμειδήσας προσέφη πολύμητις Ὀδυσσεύς·
  130. ἦ ῥά νύ τοι μεγάλων δώρων ἐπεμαίετο θυμὸς
  131. ἵππων Αἰακίδαο δαΐφρονος· οἳ δʼ ἀλεγεινοὶ
  132. ἀνδράσι γε θνητοῖσι δαμήμεναι ἠδʼ ὀχέεσθαι
  133. ἄλλῳ γʼ ἢ Ἀχιλῆϊ, τὸν ἀθανάτη τέκε μήτηρ.
  134. ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον·
  135. ποῦ νῦν δεῦρο κιὼν λίπες Ἕκτορα ποιμένα λαῶν;
  136. ποῦ δέ οἱ ἔντεα κεῖται ἀρήϊα, ποῦ δέ οἱ ἵπποι;
  137. πῶς δαὶ τῶν ἄλλων Τρώων φυλακαί τε καὶ εὐναί;
  138. ἅσσά τε μητιόωσι μετὰ σφίσιν, ἢ μεμάασιν
  139. αὖθι μένειν παρὰ νηυσὶν ἀπόπροθεν, ἦε πόλιν δὲ
  140. ἂψ ἀναχωρήσουσιν, ἐπεὶ δαμάσαντό γʼ Ἀχαιούς.
  141. τὸν δʼ αὖτε προσέειπε Δόλων Εὐμήδεος υἱός·
  142. τοὶ γὰρ ἐγώ τοι ταῦτα μάλʼ ἀτρεκέως καταλέξω.
  143. Ἕκτωρ μὲν μετὰ τοῖσιν, ὅσοι βουληφόροι εἰσί,
  144. βουλὰς βουλεύει θείου παρὰ σήματι Ἴλου
  145. νόσφιν ἀπὸ φλοίσβου· φυλακὰς δʼ ἃς εἴρεαι ἥρως
  146. οὔ τις κεκριμένη ῥύεται στρατὸν οὐδὲ φυλάσσει.
  147. ὅσσαι μὲν Τρώων πυρὸς ἐσχάραι, οἷσιν ἀνάγκη
  148. οἷ δʼ ἐγρηγόρθασι φυλασσέμεναί τε κέλονται
  149. ἀλλήλοις· ἀτὰρ αὖτε πολύκλητοι ἐπίκουροι
  150. εὕδουσι· Τρωσὶν γὰρ ἐπιτραπέουσι φυλάσσειν·
  151. οὐ γάρ σφιν παῖδες σχεδὸν εἵαται οὐδὲ γυναῖκες.
  152. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  153. πῶς γὰρ νῦν Τρώεσσι μεμιγμένοι ἱπποδάμοισιν
  154. εὕδουσʼ ἦ ἀπάνευθε; δίειπέ μοι ὄφρα δαείω.
  155. τὸν δʼ ἠμείβετʼ ἔπειτα Δόλων Εὐμήδεος υἱός·
  156. τοὶ γὰρ ἐγὼ καὶ ταῦτα μάλʼ ἀτρεκέως καταλέξω.
  157. πρὸς μὲν ἁλὸς Κᾶρες καὶ Παίονες ἀγκυλότοξοι
  158. καὶ Λέλεγες καὶ Καύκωνες δῖοί τε Πελασγοί,
  159. πρὸς Θύμβρης δʼ ἔλαχον Λύκιοι Μυσοί τʼ ἀγέρωχοι
  160. καὶ Φρύγες ἱππόμαχοι καὶ Μῄονες ἱπποκορυσταί.
  161. ἀλλὰ τί ἢ ἐμὲ ταῦτα διεξερέεσθε ἕκαστα;
  162. εἰ γὰρ δὴ μέματον Τρώων καταδῦναι ὅμιλον
  163. Θρήϊκες οἷδʼ ἀπάνευθε νεήλυδες ἔσχατοι ἄλλων·
  164. ἐν δέ σφιν Ῥῆσος βασιλεὺς πάϊς Ἠϊονῆος.
  165. τοῦ δὴ καλλίστους ἵππους ἴδον ἠδὲ μεγίστους·
  166. λευκότεροι χιόνος, θείειν δʼ ἀνέμοισιν ὁμοῖοι·
  167. ἅρμα δέ οἱ χρυσῷ τε καὶ ἀργύρῳ εὖ ἤσκηται·
  168. τεύχεα δὲ χρύσεια πελώρια θαῦμα ἰδέσθαι
  169. ἤλυθʼ ἔχων· τὰ μὲν οὔ τι καταθνητοῖσιν ἔοικεν
  170. ἄνδρεσσιν φορέειν, ἀλλʼ ἀθανάτοισι θεοῖσιν.
  171. ἀλλʼ ἐμὲ μὲν νῦν νηυσὶ πελάσσετον ὠκυπόροισιν,
  172. ἠέ με δήσαντες λίπετʼ αὐτόθι νηλέϊ δεσμῷ,
  173. ὄφρά κεν ἔλθητον καὶ πειρηθῆτον ἐμεῖο
  174. ἠὲ κατʼ αἶσαν ἔειπον ἐν ὑμῖν, ἦε καὶ οὐκί.
  175. τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη κρατερὸς Διομήδης·
  176. μὴ δή μοι φύξίν γε Δόλων ἐμβάλλεο θυμῷ·
  177. ἐσθλά περ ἀγγείλας, ἐπεὶ ἵκεο χεῖρας ἐς ἁμάς.
  178. εἰ μὲν γάρ κέ σε νῦν ἀπολύσομεν ἠὲ μεθῶμεν,
  179. ἦ τε καὶ ὕστερον εἶσθα θοὰς ἐπὶ νῆας Ἀχαιῶν
  180. ἠὲ διοπτεύσων ἢ ἐναντίβιον πολεμίξων·
  181. εἰ δέ κʼ ἐμῇς ὑπὸ χερσὶ δαμεὶς ἀπὸ θυμὸν ὀλέσσῃς,
  182. οὐκέτʼ ἔπειτα σὺ πῆμά ποτʼ ἔσσεαι Ἀργείοισιν.
  183. ἦ, καὶ ὃ μέν μιν ἔμελλε γενείου χειρὶ παχείῃ
  184. ἁψάμενος λίσσεσθαι, ὃ δʼ αὐχένα μέσσον ἔλασσε
  185. φασγάνῳ ἀΐξας, ἀπὸ δʼ ἄμφω κέρσε τένοντε·
  186. φθεγγομένου δʼ ἄρα τοῦ γε κάρη κονίῃσιν ἐμίχθη.
  187. τοῦ δʼ ἀπὸ μὲν κτιδέην κυνέην κεφαλῆφιν ἕλοντο
  188. καὶ λυκέην καὶ τόξα παλίντονα καὶ δόρυ μακρόν·
  189. καὶ τά γʼ Ἀθηναίῃ ληΐτιδι δῖος Ὀδυσσεὺς
  190. ὑψόσʼ ἀνέσχεθε χειρὶ καὶ εὐχόμενος ἔπος ηὔδα·
  191. χαῖρε θεὰ τοῖσδεσσι· σὲ γὰρ πρώτην ἐν Ὀλύμπῳ
  192. πάντων ἀθανάτων ἐπιδωσόμεθʼ· ἀλλὰ καὶ αὖτις
  193. πέμψον ἐπὶ Θρῃκῶν ἀνδρῶν ἵππους τε καὶ εὐνάς.
  194. ὣς ἄρʼ ἐφώνησεν, καὶ ἀπὸ ἕθεν ὑψόσʼ ἀείρας
  195. θῆκεν ἀνὰ μυρίκην· δέελον δʼ ἐπὶ σῆμά τʼ ἔθηκε
  196. συμμάρψας δόνακας μυρίκης τʼ ἐριθηλέας ὄζους,
  197. μὴ λάθοι αὖτις ἰόντε θοὴν διὰ νύκτα μέλαιναν.
  198. τὼ δὲ βάτην προτέρω διά τʼ ἔντεα καὶ μέλαν αἷμα,
  199. αἶψα δʼ ἐπὶ Θρῃκῶν ἀνδρῶν τέλος ἷξον ἰόντες.
  200. οἳ δʼ εὗδον καμάτῳ ἀδηκότες, ἔντεα δέ σφιν
  201. καλὰ παρʼ αὐτοῖσι χθονὶ κέκλιτο εὖ κατὰ κόσμον
  202. τριστοιχί· παρὰ δέ σφιν ἑκάστῳ δίζυγες ἵπποι.
  203. Ῥῆσος δʼ ἐν μέσῳ εὗδε, παρʼ αὐτῷ δʼ ὠκέες ἵπποι
  204. ἐξ ἐπιδιφριάδος πυμάτης ἱμᾶσι δέδεντο.
  205. τὸν δʼ Ὀδυσεὺς προπάροιθεν ἰδὼν Διομήδεϊ δεῖξεν·
  206. οὗτός τοι Διόμηδες ἀνήρ, οὗτοι δέ τοι ἵπποι,
  207. οὓς νῶϊν πίφαυσκε Δόλων ὃν ἐπέφνομεν ἡμεῖς.
  208. ἀλλʼ ἄγε δὴ πρόφερε κρατερὸν μένος· οὐδέ τί σε χρὴ
  209. ἑστάμεναι μέλεον σὺν τεύχεσιν, ἀλλὰ λύʼ ἵππους·
  210. ἠὲ σύ γʼ ἄνδρας ἔναιρε, μελήσουσιν δʼ ἐμοὶ ἵπποι.
  211. ὣς φάτο, τῷ δʼ ἔμπνευσε μένος γλαυκῶπις Ἀθήνη,
  212. κτεῖνε δʼ ἐπιστροφάδην· τῶν δὲ στόνος ὄρνυτʼ ἀεικὴς
  213. ἄορι θεινομένων, ἐρυθαίνετο δʼ αἵματι γαῖα.
  214. ὡς δὲ λέων μήλοισιν ἀσημάντοισιν ἐπελθὼν
  215. αἴγεσιν ἢ ὀΐεσσι κακὰ φρονέων ἐνορούσῃ,
  216. ὣς μὲν Θρήϊκας ἄνδρας ἐπῴχετο Τυδέος υἱὸς
  217. ὄφρα δυώδεκʼ ἔπεφνεν· ἀτὰρ πολύμητις Ὀδυσσεὺς
  218. ὅν τινα Τυδεΐδης ἄορι πλήξειε παραστὰς
  219. τὸν δʼ Ὀδυσεὺς μετόπισθε λαβὼν ποδὸς ἐξερύσασκε,
  220. τὰ φρονέων κατὰ θυμὸν ὅπως καλλίτριχες ἵπποι
  221. ῥεῖα διέλθοιεν μηδὲ τρομεοίατο θυμῷ
  222. νεκροῖς ἀμβαίνοντες· ἀήθεσσον γὰρ ἔτʼ αὐτῶν.
  223. ἀλλʼ ὅτε δὴ βασιλῆα κιχήσατο Τυδέος υἱός,
  224. τὸν τρισκαιδέκατον μελιηδέα θυμὸν ἀπηύρα
  225. ἀσθμαίνοντα· κακὸν γὰρ ὄναρ κεφαλῆφιν ἐπέστη
  226. τὴν νύκτʼ Οἰνεΐδαο πάϊς διὰ μῆτιν Ἀθήνης.
  227. τόφρα δʼ ἄρʼ ὃ τλήμων Ὀδυσεὺς λύε μώνυχας ἵππους,
  228. σὺν δʼ ἤειρεν ἱμᾶσι καὶ ἐξήλαυνεν ὁμίλου
  229. τόξῳ ἐπιπλήσσων, ἐπεὶ οὐ μάστιγα φαεινὴν
  230. ποικίλου ἐκ δίφροιο νοήσατο χερσὶν ἑλέσθαι·
  231. ῥοίζησεν δʼ ἄρα πιφαύσκων Διομήδεϊ δίῳ.
  232. αὐτὰρ ὃ μερμήριζε μένων ὅ τι κύντατον ἕρδοι,
  233. ἢ ὅ γε δίφρον ἑλών, ὅθι ποικίλα τεύχεʼ ἔκειτο,
  234. ῥυμοῦ ἐξερύοι ἢ ἐκφέροι ὑψόσʼ ἀείρας,
  235. ἦ ἔτι τῶν πλεόνων Θρῃκῶν ἀπὸ θυμὸν ἕλοιτο.
  236. εἷος ὃ ταῦθʼ ὥρμαινε κατὰ φρένα, τόφρα δʼ Ἀθήνη
  237. ἐγγύθεν ἱσταμένη προσέφη Διομήδεα δῖον·
  238. νόστου δὴ μνῆσαι μεγαθύμου Τυδέος υἱὲ
  239. νῆας ἔπι γλαφυράς, μὴ καὶ πεφοβημένος ἔλθῃς,
  240. μή πού τις καὶ Τρῶας ἐγείρῃσιν θεὸς ἄλλος.
  241. ὣς φάθʼ, ὃ δὲ ξυνέηκε θεᾶς ὄπα φωνησάσης,
  242. καρπαλίμως δʼ ἵππων ἐπεβήσετο· κόψε δʼ Ὀδυσσεὺς
  243. τόξῳ· τοὶ δʼ ἐπέτοντο θοὰς ἐπὶ νῆας Ἀχαιῶν.
  244. οὐδʼ ἀλαοσκοπιὴν εἶχʼ ἀργυρότοξος Ἀπόλλων
  245. ὡς ἴδʼ Ἀθηναίην μετὰ Τυδέος υἱὸν ἕπουσαν·
  246. τῇ κοτέων Τρώων κατεδύσετο πουλὺν ὅμιλον,
  247. ὦρσεν δὲ Θρῃκῶν βουληφόρον Ἱπποκόωντα
  248. Ῥήσου ἀνεψιὸν ἐσθλόν· ὃ δʼ ἐξ ὕπνου ἀνορούσας
  249. ὡς ἴδε χῶρον ἐρῆμον, ὅθʼ ἕστασαν ὠκέες ἵπποι,
  250. ἄνδράς τʼ ἀσπαίροντας ἐν ἀργαλέῃσι φονῇσιν,
  251. ᾤμωξέν τʼ ἄρʼ ἔπειτα φίλον τʼ ὀνόμηνεν ἑταῖρον.
  252. Τρώων δὲ κλαγγή τε καὶ ἄσπετος ὦρτο κυδοιμὸς
  253. θυνόντων ἄμυδις· θηεῦντο δὲ μέρμερα ἔργα
  254. ὅσσʼ ἄνδρες ῥέξαντες ἔβαν κοίλας ἐπὶ νῆας.
  255. οἳ δʼ ὅτε δή ῥʼ ἵκανον ὅθι σκοπὸν Ἕκτορος ἔκταν,
  256. ἔνθʼ Ὀδυσεὺς μὲν ἔρυξε Διῒ φίλος ὠκέας ἵππους,
  257. Τυδεΐδης δὲ χαμᾶζε θορὼν ἔναρα βροτόεντα
  258. ἐν χείρεσσʼ Ὀδυσῆϊ τίθει, ἐπεβήσετο δʼ ἵππων·
  259. μάστιξεν δʼ ἵππους, τὼ δʼ οὐκ ἀέκοντε πετέσθην
  260. νῆας ἔπι γλαφυράς· τῇ γὰρ φίλον ἔπλετο θυμῷ.
  261. Νέστωρ δὲ πρῶτος κτύπον ἄϊε φώνησέν τε·
  262. ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες
  263. ψεύσομαι, ἦ ἔτυμον ἐρέω; κέλεται δέ με θυμός.
  264. ἵππων μʼ ὠκυπόδων ἀμφὶ κτύπος οὔατα βάλλει.
  265. αἲ γὰρ δὴ Ὀδυσεύς τε καὶ ὃ κρατερὸς Διομήδης
  266. ὧδʼ ἄφαρ ἐκ Τρώων ἐλασαίατο μώνυχας ἵππους·
  267. ἀλλʼ αἰνῶς δείδοικα κατὰ φρένα μή τι πάθωσιν
  268. Ἀργείων οἳ ἄριστοι ὑπὸ Τρώων ὀρυμαγδοῦ.
  269. οὔ πω πᾶν εἴρητο ἔπος ὅτʼ ἄρʼ ἤλυθον αὐτοί.
  270. καί ῥʼ οἳ μὲν κατέβησαν ἐπὶ χθόνα, τοὶ δὲ χαρέντες
  271. δεξιῇ ἠσπάζοντο ἔπεσσί τε μειλιχίοισι·
  272. πρῶτος δʼ ἐξερέεινε Γερήνιος ἱππότα Νέστωρ·
  273. εἴπʼ ἄγε μʼ ὦ πολύαινʼ Ὀδυσεῦ μέγα κῦδος Ἀχαιῶν
  274. ὅππως τοῦσδʼ ἵππους λάβετον καταδύντες ὅμιλον
  275. Τρώων, ἦ τίς σφωε πόρεν θεὸς ἀντιβολήσας.
  276. αἰνῶς ἀκτίνεσσιν ἐοικότες ἠελίοιο.
  277. αἰεὶ μὲν Τρώεσσʼ ἐπιμίσγομαι, οὐδέ τί φημι
  278. μιμνάζειν παρὰ νηυσὶ γέρων περ ἐὼν πολεμιστής·
  279. ἀλλʼ οὔ πω τοίους ἵππους ἴδον οὐδὲ νόησα.
  280. ἀλλά τινʼ ὔμμʼ ὀΐω δόμεναι θεὸν ἀντιάσαντα·
  281. ἀμφοτέρω γὰρ σφῶϊ φιλεῖ νεφεληγερέτα Ζεὺς
  282. κούρη τʼ αἰγιόχοιο Διὸς γλαυκῶπις Ἀθήνη.
  283. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  284. ὦ Νέστορ Νηληϊάδη μέγα κῦδος Ἀχαιῶν
  285. ῥεῖα θεός γʼ ἐθέλων καὶ ἀμείνονας ἠέ περ οἵδε
  286. ἵππους δωρήσαιτʼ, ἐπεὶ ἢ πολὺ φέρτεροί εἰσιν.
  287. ἵπποι δʼ οἵδε γεραιὲ νεήλυδες οὓς ἐρεείνεις
  288. Θρηΐκιοι· τὸν δέ σφιν ἄνακτʼ ἀγαθὸς Διομήδης
  289. ἔκτανε, πὰρ δʼ ἑτάρους δυοκαίδεκα πάντας ἀρίστους.
  290. τὸν τρισκαιδέκατον σκοπὸν εἵλομεν ἐγγύθι νηῶν,
  291. τόν ῥα διοπτῆρα στρατοῦ ἔμμεναι ἡμετέροιο
  292. Ἕκτωρ τε προέηκε καὶ ἄλλοι Τρῶες ἀγαυοί.
  293. ὣς εἰπὼν τάφροιο διήλασε μώνυχας ἵππους
  294. καγχαλόων· ἅμα δʼ ἄλλοι ἴσαν χαίροντες Ἀχαιοί.
  295. οἳ δʼ ὅτε Τυδεΐδεω κλισίην εὔτυκτον ἵκοντο,
  296. ἵππους μὲν κατέδησαν ἐϋτμήτοισιν ἱμᾶσι
  297. φάτνῃ ἐφʼ ἱππείῃ, ὅθι περ Διομήδεος ἵπποι
  298. ἕστασαν ὠκύποδες μελιηδέα πυρὸν ἔδοντες·
  299. νηῒ δʼ ἐνὶ πρυμνῇ ἔναρα βροτόεντα Δόλωνος
  300. θῆκʼ Ὀδυσεύς, ὄφρʼ ἱρὸν ἑτοιμασσαίατʼ Ἀθήνῃ.
  301. αὐτοὶ δʼ ἱδρῶ πολλὸν ἀπενίζοντο θαλάσσῃ
  302. ἐσβάντες κνήμας τε ἰδὲ λόφον ἀμφί τε μηρούς.
  303. αὐτὰρ ἐπεί σφιν κῦμα θαλάσσης ἱδρῶ πολλὸν
  304. νίψεν ἀπὸ χρωτὸς καὶ ἀνέψυχθεν φίλον ἦτορ,
  305. ἔς ῥʼ ἀσαμίνθους βάντες ἐϋξέστας λούσαντο.
  306. τὼ δὲ λοεσσαμένω καὶ ἀλειψαμένω λίπʼ ἐλαίῳ
  307. δείπνῳ ἐφιζανέτην, ἀπὸ δὲ κρητῆρος Ἀθήνῃ
  308. πλείου ἀφυσσόμενοι λεῖβον μελιηδέα οἶνον.
  1. Ἠὼς δʼ ἐκ λεχέων παρʼ ἀγαυοῦ Τιθωνοῖο
  2. ὄρνυθʼ, ἵνʼ ἀθανάτοισι φόως φέροι ἠδὲ βροτοῖσι·
  3. Ζεὺς δʼ Ἔριδα προΐαλλε θοὰς ἐπὶ νῆας Ἀχαιῶν
  4. ἀργαλέην, πολέμοιο τέρας μετὰ χερσὶν ἔχουσαν.
  5. στῆ δʼ ἐπʼ Ὀδυσσῆος μεγακήτεϊ νηῒ μελαίνῃ,
  6. ἥ ῥʼ ἐν μεσσάτῳ ἔσκε γεγωνέμεν ἀμφοτέρωσε,
  7. ἠμὲν ἐπʼ Αἴαντος κλισίας Τελαμωνιάδαο
  8. ἠδʼ ἐπʼ Ἀχιλλῆος, τοί ῥʼ ἔσχατα νῆας ἐΐσας
  9. εἴρυσαν ἠνορέῃ πίσυνοι καὶ κάρτεϊ χειρῶν
  10. ἔνθα στᾶσʼ ἤϋσε θεὰ μέγα τε δεινόν τε
  11. ὄρθιʼ, Ἀχαιοῖσιν δὲ μέγα σθένος ἔμβαλʼ ἑκάστῳ
  12. καρδίῃ ἄληκτον πολεμίζειν ἠδὲ μάχεσθαι.
  13. τοῖσι δʼ ἄφαρ πόλεμος γλυκίων γένετʼ ἠὲ νέεσθαι
  14. ἐν νηυσὶ γλαφυρῇσι φίλην ἐς πατρίδα γαῖαν.
  15. Ἀτρεΐδης δʼ ἐβόησεν ἰδὲ ζώννυσθαι ἄνωγεν
  16. Ἀργείους· ἐν δʼ αὐτὸς ἐδύσετο νώροπα χαλκόν.
  17. κνημῖδας μὲν πρῶτα περὶ κνήμῃσιν ἔθηκε
  18. καλὰς ἀργυρέοισιν ἐπισφυρίοις ἀραρυίας·
  19. δεύτερον αὖ θώρηκα περὶ στήθεσσιν ἔδυνε,
  20. τόν ποτέ οἱ Κινύρης δῶκε ξεινήϊον εἶναι.
  21. πεύθετο γὰρ Κύπρον δὲ μέγα κλέος οὕνεκʼ Ἀχαιοὶ
  22. ἐς Τροίην νήεσσιν ἀναπλεύσεσθαι ἔμελλον·
  23. τοὔνεκά οἱ τὸν δῶκε χαριζόμενος βασιλῆϊ.
  24. τοῦ δʼ ἤτοι δέκα οἶμοι ἔσαν μέλανος κυάνοιο,
  25. δώδεκα δὲ χρυσοῖο καὶ εἴκοσι κασσιτέροιο·
  26. κυάνεοι δὲ δράκοντες ὀρωρέχατο προτὶ δειρὴν
  27. τρεῖς ἑκάτερθʼ ἴρισσιν ἐοικότες, ἅς τε Κρονίων
  28. ἐν νέφεϊ στήριξε, τέρας μερόπων ἀνθρώπων.
  29. ἀμφὶ δʼ ἄρʼ ὤμοισιν βάλετο ξίφος· ἐν δέ οἱ ἧλοι
  30. χρύσειοι πάμφαινον, ἀτὰρ περὶ κουλεὸν ἦεν
  31. ἀργύρεον χρυσέοισιν ἀορτήρεσσιν ἀρηρός.
  32. ἂν δʼ ἕλετʼ ἀμφιβρότην πολυδαίδαλον ἀσπίδα θοῦριν
  33. καλήν, ἣν πέρι μὲν κύκλοι δέκα χάλκεοι ἦσαν,
  34. ἐν δέ οἱ ὀμφαλοὶ ἦσαν ἐείκοσι κασσιτέροιο
  35. λευκοί, ἐν δὲ μέσοισιν ἔην μέλανος κυάνοιο.
  36. τῇ δʼ ἐπὶ μὲν Γοργὼ βλοσυρῶπις ἐστεφάνωτο
  37. δεινὸν δερκομένη, περὶ δὲ Δεῖμός τε Φόβος τε.
  38. τῆς δʼ ἐξ ἀργύρεος τελαμὼν ἦν· αὐτὰρ ἐπʼ αὐτοῦ
  39. κυάνεος ἐλέλικτο δράκων, κεφαλαὶ δέ οἱ ἦσαν
  40. τρεῖς ἀμφιστρεφέες ἑνὸς αὐχένος ἐκπεφυυῖαι.
  41. κρατὶ δʼ ἐπʼ ἀμφίφαλον κυνέην θέτο τετραφάληρον
  42. ἵππουριν· δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν.
  43. εἵλετο δʼ ἄλκιμα δοῦρε δύω κεκορυθμένα χαλκῷ
  44. ὀξέα· τῆλε δὲ χαλκὸς ἀπʼ αὐτόφιν οὐρανὸν εἴσω
  45. λάμπʼ· ἐπὶ δʼ ἐγδούπησαν Ἀθηναίη τε καὶ Ἥρη
  46. τιμῶσαι βασιλῆα πολυχρύσοιο Μυκήνης.
  47. ἡνιόχῳ μὲν ἔπειτα ἑῷ ἐπέτελλεν ἕκαστος
  48. ἵππους εὖ κατὰ κόσμον ἐρυκέμεν αὖθʼ ἐπὶ τάφρῳ,
  49. αὐτοὶ δὲ πρυλέες σὺν τεύχεσι θωρηχθέντες
  50. ῥώοντʼ· ἄσβεστος δὲ βοὴ γένετʼ ἠῶθι πρό.
  51. φθὰν δὲ μέγʼ ἱππήων ἐπὶ τάφρῳ κοσμηθέντες,
  52. ἱππῆες δʼ ὀλίγον μετεκίαθον· ἐν δὲ κυδοιμὸν
  53. ὦρσε κακὸν Κρονίδης, κατὰ δʼ ὑψόθεν ἧκεν ἐέρσας
  54. αἵματι μυδαλέας ἐξ αἰθέρος, οὕνεκʼ ἔμελλε
  55. πολλὰς ἰφθίμους κεφαλὰς Ἄϊδι προϊάψειν.
  56. Τρῶες δʼ αὖθʼ ἑτέρωθεν ἐπὶ θρωσμῷ πεδίοιο
  57. Ἕκτορά τʼ ἀμφὶ μέγαν καὶ ἀμύμονα Πουλυδάμαντα
  58. Αἰνείαν θʼ, ὃς Τρωσὶ θεὸς ὣς τίετο δήμῳ,
  59. τρεῖς τʼ Ἀντηνορίδας Πόλυβον καὶ Ἀγήνορα δῖον
  60. ἠΐθεόν τʼ Ἀκάμαντʼ ἐπιείκελον ἀθανάτοισιν.
  61. Ἕκτωρ δʼ ἐν πρώτοισι φέρʼ ἀσπίδα πάντοσʼ ἐΐσην,
  62. οἷος δʼ ἐκ νεφέων ἀναφαίνεται οὔλιος ἀστὴρ
  63. παμφαίνων, τοτὲ δʼ αὖτις ἔδυ νέφεα σκιόεντα,
  64. ὣς Ἕκτωρ ὁτὲ μέν τε μετὰ πρώτοισι φάνεσκεν,
  65. ἄλλοτε δʼ ἐν πυμάτοισι κελεύων· πᾶς δʼ ἄρα χαλκῷ
  66. λάμφʼ ὥς τε στεροπὴ πατρὸς Διὸς αἰγιόχοιο.
  67. οἳ δʼ, ὥς τʼ ἀμητῆρες ἐναντίοι ἀλλήλοισιν
  68. ὄγμον ἐλαύνωσιν ἀνδρὸς μάκαρος κατʼ ἄρουραν
  69. πυρῶν ἢ κριθῶν· τὰ δὲ δράγματα ταρφέα πίπτει·
  70. ὣς Τρῶες καὶ Ἀχαιοὶ ἐπʼ ἀλλήλοισι θορόντες
  71. δῄουν, οὐδʼ ἕτεροι μνώοντʼ ὀλοοῖο φόβοιο.
  72. ἴσας δʼ ὑσμίνη κεφαλὰς ἔχεν, οἳ δὲ λύκοι ὣς
  73. θῦνον· Ἔρις δʼ ἄρʼ ἔχαιρε πολύστονος εἰσορόωσα·
  74. οἴη γάρ ῥα θεῶν παρετύγχανε μαρναμένοισιν,
  75. οἳ δʼ ἄλλοι οὔ σφιν πάρεσαν θεοί, ἀλλὰ ἕκηλοι
  76. σφοῖσιν ἐνὶ μεγάροισι καθήατο, ἧχι ἑκάστῳ
  77. δώματα καλὰ τέτυκτο κατὰ πτύχας Οὐλύμποιο.
  78. πάντες δʼ ᾐτιόωντο κελαινεφέα Κρονίωνα
  79. οὕνεκʼ ἄρα Τρώεσσιν ἐβούλετο κῦδος ὀρέξαι.
  80. τῶν μὲν ἄρʼ οὐκ ἀλέγιζε πατήρ· ὃ δὲ νόσφι λιασθεὶς
  81. τῶν ἄλλων ἀπάνευθε καθέζετο κύδεϊ γαίων
  82. εἰσορόων Τρώων τε πόλιν καὶ νῆας Ἀχαιῶν
  83. χαλκοῦ τε στεροπήν, ὀλλύντάς τʼ ὀλλυμένους τε.
  84. ὄφρα μὲν ἠὼς ἦν καὶ ἀέξετο ἱερὸν ἦμαρ,
  85. τόφρα μάλʼ ἀμφοτέρων βέλεʼ ἥπτετο, πῖπτε δὲ λαός·
  86. ἦμος δὲ δρυτόμος περ ἀνὴρ ὁπλίσσατο δεῖπνον
  87. οὔρεος ἐν βήσσῃσιν, ἐπεί τʼ ἐκορέσσατο χεῖρας
  88. τάμνων δένδρεα μακρά, ἅδος τέ μιν ἵκετο θυμόν,
  89. σίτου τε γλυκεροῖο περὶ φρένας ἵμερος αἱρεῖ,
  90. τῆμος σφῇ ἀρετῇ Δαναοὶ ῥήξαντο φάλαγγας
  91. κεκλόμενοι ἑτάροισι κατὰ στίχας· ἐν δʼ Ἀγαμέμνων
  92. πρῶτος ὄρουσʼ, ἕλε δʼ ἄνδρα Βιάνορα ποιμένα λαῶν
  93. αὐτόν, ἔπειτα δʼ ἑταῖρον Ὀϊλῆα πλήξιππον.
  94. ἤτοι ὅ γʼ ἐξ ἵππων κατεπάλμενος ἀντίος ἔστη·
  95. τὸν δʼ ἰθὺς μεμαῶτα μετώπιον ὀξέϊ δουρὶ
  96. νύξʼ, οὐδὲ στεφάνη δόρυ οἱ σχέθε χαλκοβάρεια,
  97. ἀλλὰ διʼ αὐτῆς ἦλθε καὶ ὀστέου, ἐγκέφαλος δὲ
  98. ἔνδον ἅπας πεπάλακτο· δάμασσε δέ μιν μεμαῶτα.
  99. καὶ τοὺς μὲν λίπεν αὖθι ἄναξ ἀνδρῶν Ἀγαμέμνων
  100. στήθεσι παμφαίνοντας, ἐπεὶ περίδυσε χιτῶνας·
  101. αὐτὰρ ὃ βῆ Ἶσόν τε καὶ Ἄντιφον ἐξεναρίξων
  102. υἷε δύω Πριάμοιο νόθον καὶ γνήσιον ἄμφω
  103. εἰν ἑνὶ δίφρῳ ἐόντας· ὃ μὲν νόθος ἡνιόχευεν,
  104. Ἄντιφος αὖ παρέβασκε περικλυτός· ὥ ποτʼ Ἀχιλλεὺς
  105. Ἴδης ἐν κνημοῖσι δίδη μόσχοισι λύγοισι,
  106. ποιμαίνοντʼ ἐπʼ ὄεσσι λαβών, καὶ ἔλυσεν ἀποίνων.
  107. δὴ τότε γʼ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων
  108. τὸν μὲν ὑπὲρ μαζοῖο κατὰ στῆθος βάλε δουρί,
  109. Ἄντιφον αὖ παρὰ οὖς ἔλασε ξίφει, ἐκ δʼ ἔβαλʼ ἵππων.
  110. σπερχόμενος δʼ ἀπὸ τοῖιν ἐσύλα τεύχεα καλὰ
  111. γιγνώσκων· καὶ γάρ σφε πάρος παρὰ νηυσὶ θοῇσιν
  112. εἶδεν, ὅτʼ ἐξ Ἴδης ἄγαγεν πόδας ὠκὺς Ἀχιλλεύς.
  113. ὡς δὲ λέων ἐλάφοιο ταχείης νήπια τέκνα
  114. ῥηϊδίως συνέαξε λαβὼν κρατεροῖσιν ὀδοῦσιν
  115. ἐλθὼν εἰς εὐνήν, ἁπαλόν τέ σφʼ ἦτορ ἀπηύρα·
  116. ἣ δʼ εἴ πέρ τε τύχῃσι μάλα σχεδόν, οὐ δύναταί σφι
  117. χραισμεῖν· αὐτὴν γάρ μιν ὑπὸ τρόμος αἰνὸς ἱκάνει·
  118. καρπαλίμως δʼ ἤϊξε διὰ δρυμὰ πυκνὰ καὶ ὕλην
  119. σπεύδουσʼ ἱδρώουσα κραταιοῦ θηρὸς ὑφʼ ὁρμῆς·
  120. ὣς ἄρα τοῖς οὔ τις δύνατο χραισμῆσαι ὄλεθρον
  121. Τρώων, ἀλλὰ καὶ αὐτοὶ ὑπʼ Ἀργείοισι φέβοντο.
  122. αὐτὰρ ὃ Πείσανδρόν τε καὶ Ἱππόλοχον μενεχάρμην
  123. υἱέας Ἀντιμάχοιο δαΐφρονος, ὅς ῥα μάλιστα
  124. χρυσὸν Ἀλεξάνδροιο δεδεγμένος ἀγλαὰ δῶρα
  125. οὐκ εἴασχʼ Ἑλένην δόμεναι ξανθῷ Μενελάῳ,
  126. τοῦ περ δὴ δύο παῖδε λάβε κρείων Ἀγαμέμνων
  127. εἰν ἑνὶ δίφρῳ ἐόντας, ὁμοῦ δʼ ἔχον ὠκέας ἵππους·
  128. ἐκ γάρ σφεας χειρῶν φύγον ἡνία σιγαλόεντα,
  129. τὼ δὲ κυκηθήτην· ὃ δʼ ἐναντίον ὦρτο λέων ὣς
  130. Ἀτρεΐδης· τὼ δʼ αὖτʼ ἐκ δίφρου γουναζέσθην·
  131. ζώγρει Ἀτρέος υἱέ, σὺ δʼ ἄξια δέξαι ἄποινα·
  132. πολλὰ δʼ ἐν Ἀντιμάχοιο δόμοις κειμήλια κεῖται
  133. χαλκός τε χρυσός τε πολύκμητός τε σίδηρος,
  134. τῶν κέν τοι χαρίσαιτο πατὴρ ἀπερείσιʼ ἄποινα,
  135. εἰ νῶϊ ζωοὺς πεπύθοιτʼ ἐπὶ νηυσὶν Ἀχαιῶν.
  136. ὣς τώ γε κλαίοντε προσαυδήτην βασιλῆα
  137. μειλιχίοις ἐπέεσσιν· ἀμείλικτον δʼ ὄπʼ ἄκουσαν·
  138. εἰ μὲν δὴ Ἀντιμάχοιο δαΐφρονος υἱέες ἐστόν,
  139. ὅς ποτʼ ἐνὶ Τρώων ἀγορῇ Μενέλαον ἄνωγεν
  140. ἀγγελίην ἐλθόντα σὺν ἀντιθέῳ Ὀδυσῆϊ
  141. αὖθι κατακτεῖναι μηδʼ ἐξέμεν ἂψ ἐς Ἀχαιούς,
  142. νῦν μὲν δὴ τοῦ πατρὸς ἀεικέα τίσετε λώβην.
  143. ἦ, καὶ Πείσανδρον μὲν ἀφʼ ἵππων ὦσε χαμᾶζε
  144. δουρὶ βαλὼν πρὸς στῆθος· ὃ δʼ ὕπτιος οὔδει ἐρείσθη.
  145. Ἱππόλοχος δʼ ἀπόρουσε, τὸν αὖ χαμαὶ ἐξενάριξε
  146. χεῖρας ἀπὸ ξίφεϊ τμήξας ἀπό τʼ αὐχένα κόψας,
  147. ὅλμον δʼ ὣς ἔσσευε κυλίνδεσθαι διʼ ὁμίλου.
  148. τοὺς μὲν ἔασʼ· ὃ δʼ ὅθι πλεῖσται κλονέοντο φάλαγγες,
  149. τῇ ῥʼ ἐνόρουσʼ, ἅμα δʼ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοί.
  150. πεζοὶ μὲν πεζοὺς ὄλεκον φεύγοντας ἀνάγκῃ,
  151. ἱππεῖς δʼ ἱππῆας· ὑπὸ δέ σφισιν ὦρτο κονίη
  152. ἐκ πεδίου, τὴν ὦρσαν ἐρίγδουποι πόδες ἵππων
  153. χαλκῷ δηϊόωντες· ἀτὰρ κρείων Ἀγαμέμνων
  154. αἰὲν ἀποκτείνων ἕπετʼ Ἀργείοισι κελεύων.
  155. ὡς δʼ ὅτε πῦρ ἀΐδηλον ἐν ἀξύλῳ ἐμπέσῃ ὕλῃ,
  156. πάντῃ τʼ εἰλυφόων ἄνεμος φέρει, οἳ δέ τε θάμνοι
  157. πρόρριζοι πίπτουσιν ἐπειγόμενοι πυρὸς ὁρμῇ·
  158. ὣς ἄρʼ ὑπʼ Ἀτρεΐδῃ Ἀγαμέμνονι πῖπτε κάρηνα
  159. Τρώων φευγόντων, πολλοὶ δʼ ἐριαύχενες ἵπποι
  160. κείνʼ ὄχεα κροτάλιζον ἀνὰ πτολέμοιο γεφύρας
  161. ἡνιόχους ποθέοντες ἀμύμονας· οἳ δʼ ἐπὶ γαίῃ
  162. κείατο, γύπεσσιν πολὺ φίλτεροι ἢ ἀλόχοισιν.
  163. Ἕκτορα δʼ ἐκ βελέων ὕπαγε Ζεὺς ἔκ τε κονίης
  164. ἔκ τʼ ἀνδροκτασίης ἔκ θʼ αἵματος ἔκ τε κυδοιμοῦ·
  165. Ἀτρεΐδης δʼ ἕπετο σφεδανὸν Δαναοῖσι κελεύων.
  166. οἳ δὲ παρʼ Ἴλου σῆμα παλαιοῦ Δαρδανίδαο
  167. μέσσον κὰπ πεδίον παρʼ ἐρινεὸν ἐσσεύοντο
  168. ἱέμενοι πόλιος· ὃ δὲ κεκλήγων ἕπετʼ αἰεὶ
  169. Ἀτρεΐδης, λύθρῳ δὲ παλάσσετο χεῖρας ἀάπτους.
  170. ἀλλʼ ὅτε δὴ Σκαιάς τε πύλας καὶ φηγὸν ἵκοντο,
  171. ἔνθʼ ἄρα δὴ ἵσταντο καὶ ἀλλήλους ἀνέμιμνον.
  172. οἳ δʼ ἔτι κὰμ μέσσον πεδίον φοβέοντο βόες ὥς,
  173. ἅς τε λέων ἐφόβησε μολὼν ἐν νυκτὸς ἀμολγῷ
  174. πάσας· τῇ δέ τʼ ἰῇ ἀναφαίνεται αἰπὺς ὄλεθρος·
  175. τῆς δʼ ἐξ αὐχένʼ ἔαξε λαβὼν κρατεροῖσιν ὀδοῦσι
  176. πρῶτον, ἔπειτα δέ θʼ αἷμα καὶ ἔγκατα πάντα λαφύσσει·
  177. ὣς τοὺς Ἀτρεΐδης ἔφεπε κρείων Ἀγαμέμνων
  178. αἰὲν ἀποκτείνων τὸν ὀπίστατον· οἳ δʼ ἐφέβοντο.
  179. πολλοὶ δὲ πρηνεῖς τε καὶ ὕπτιοι ἔκπεσον ἵππων
  180. Ἀτρεΐδεω ὑπὸ χερσί· περὶ πρὸ γὰρ ἔγχεϊ θῦεν.
  181. ἀλλʼ ὅτε δὴ τάχʼ ἔμελλεν ὑπὸ πτόλιν αἰπύ τε τεῖχος
  182. ἵξεσθαι, τότε δή ῥα πατὴρ ἀνδρῶν τε θεῶν τε
  183. Ἴδης ἐν κορυφῇσι καθέζετο πιδηέσσης
  184. οὐρανόθεν καταβάς· ἔχε δʼ ἀστεροπὴν μετὰ χερσίν.
  185. Ἶριν δʼ ὄτρυνε χρυσόπτερον ἀγγελέουσαν·
  186. βάσκʼ ἴθι Ἶρι ταχεῖα, τὸν Ἕκτορι μῦθον ἐνίσπες·
  187. ὄφρʼ ἂν μέν κεν ὁρᾷ Ἀγαμέμνονα ποιμένα λαῶν
  188. θύνοντʼ ἐν προμάχοισιν ἐναίροντα στίχας ἀνδρῶν,
  189. τόφρʼ ἀναχωρείτω, τὸν δʼ ἄλλον λαὸν ἀνώχθω
  190. μάρνασθαι δηΐοισι κατὰ κρατερὴν ὑσμίνην.
  191. αὐτὰρ ἐπεί κʼ ἢ δουρὶ τυπεὶς ἢ βλήμενος ἰῷ
  192. εἰς ἵππους ἅλεται, τότε οἱ κράτος ἐγγυαλίξω
  193. κτείνειν εἰς ὅ κε νῆας ἐϋσσέλμους ἀφίκηται
  194. δύῃ τʼ ἠέλιος καὶ ἐπὶ κνέφας ἱερὸν ἔλθῃ.
  195. ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε ποδήνεμος ὠκέα Ἶρις,
  196. βῆ δὲ κατʼ Ἰδαίων ὀρέων εἰς Ἴλιον ἱρήν.
  197. εὗρʼ υἱὸν Πριάμοιο δαΐφρονος Ἕκτορα δῖον
  198. ἑσταότʼ ἔν θʼ ἵπποισι καὶ ἅρμασι κολλητοῖσιν·
  199. ἀγχοῦ δʼ ἱσταμένη προσέφη πόδας ὠκέα Ἶρις·
  200. Ἕκτορ υἱὲ Πριάμοιο Διὶ μῆτιν ἀτάλαντε
  201. Ζεύς με πατὴρ προέηκε τεῒν τάδε μυθήσασθαι.
  202. ὄφρʼ ἂν μέν κεν ὁρᾷς Ἀγαμέμνονα ποιμένα λαῶν
  203. θύνοντʼ ἐν προμάχοισιν, ἐναίροντα στίχας ἀνδρῶν,
  204. τόφρʼ ὑπόεικε μάχης, τὸν δʼ ἄλλον λαὸν ἄνωχθι
  205. μάρνασθαι δηΐοισι κατὰ κρατερὴν ὑσμίνην.
  206. αὐτὰρ ἐπεί κʼ ἢ δουρὶ τυπεὶς ἢ βλήμενος ἰῷ
  207. εἰς ἵππους ἅλεται, τότε τοι κράτος ἐγγυαλίξει
  208. κτείνειν, εἰς ὅ κε νῆας ἐϋσσέλμους ἀφίκηαι
  209. δύῃ τʼ ἠέλιος καὶ ἐπὶ κνέφας ἱερὸν ἔλθῃ.
  210. ἣ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη πόδας ὠκέα Ἶρις,
  211. Ἕκτωρ δʼ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε,
  212. πάλλων δʼ ὀξέα δοῦρα κατὰ στρατὸν ᾤχετο πάντῃ
  213. ὀτρύνων μαχέσασθαι, ἔγειρε δὲ φύλοπιν αἰνήν.
  214. οἳ δʼ ἐλελίχθησαν καὶ ἐναντίοι ἔσταν Ἀχαιῶν,
  215. Ἀργεῖοι δʼ ἑτέρωθεν ἐκαρτύναντο φάλαγγας.
  216. ἀρτύνθη δὲ μάχη, στὰν δʼ ἀντίοι· ἐν δʼ Ἀγαμέμνων
  217. πρῶτος ὄρουσʼ, ἔθελεν δὲ πολὺ προμάχεσθαι ἁπάντων.
  218. ἔσπετε νῦν μοι Μοῦσαι Ὀλύμπια δώματʼ ἔχουσαι
  219. ὅς τις δὴ πρῶτος Ἀγαμέμνονος ἀντίον ἦλθεν
  220. ἢ αὐτῶν Τρώων ἠὲ κλειτῶν ἐπικούρων.
  221. Ἰφιδάμας Ἀντηνορίδης ἠΰς τε μέγας τε
  222. ὃς τράφη ἐν Θρῄκῃ ἐριβώλακι μητέρι μήλων·
  223. Κισσῆς τόν γʼ ἔθρεψε δόμοις ἔνι τυτθὸν ἐόντα
  224. μητροπάτωρ, ὃς τίκτε Θεανὼ καλλιπάρῃον·
  225. αὐτὰρ ἐπεί ῥʼ ἥβης ἐρικυδέος ἵκετο μέτρον,
  226. αὐτοῦ μιν κατέρυκε, δίδου δʼ ὅ γε θυγατέρα ἥν·
  227. γήμας δʼ ἐκ θαλάμοιο μετὰ κλέος ἵκετʼ Ἀχαιῶν
  228. σὺν δυοκαίδεκα νηυσὶ κορωνίσιν, αἵ οἱ ἕποντο.
  229. τὰς μὲν ἔπειτʼ ἐν Περκώτῃ λίπε νῆας ἐΐσας,
  230. αὐτὰρ ὃ πεζὸς ἐὼν ἐς Ἴλιον εἰληλούθει·
  231. ὅς ῥα τότʼ Ἀτρεΐδεω Ἀγαμέμνονος ἀντίον ἦλθεν.
  232. οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες,
  233. Ἀτρεΐδης μὲν ἅμαρτε, παραὶ δέ οἱ ἐτράπετʼ ἔγχος,
  234. Ἰφιδάμας δὲ κατὰ ζώνην θώρηκος ἔνερθε
  235. νύξʼ, ἐπὶ δʼ αὐτὸς ἔρεισε βαρείῃ χειρὶ πιθήσας·
  236. οὐδʼ ἔτορε ζωστῆρα παναίολον, ἀλλὰ πολὺ πρὶν
  237. ἀργύρῳ ἀντομένη μόλιβος ὣς ἐτράπετʼ αἰχμή.
  238. καὶ τό γε χειρὶ λαβὼν εὐρὺ κρείων Ἀγαμέμνων
  239. ἕλκʼ ἐπὶ οἷ μεμαὼς ὥς τε λίς, ἐκ δʼ ἄρα χειρὸς
  240. σπάσσατο· τὸν δʼ ἄορι πλῆξʼ αὐχένα, λῦσε δὲ γυῖα.
  241. ὣς ὃ μὲν αὖθι πεσὼν κοιμήσατο χάλκεον ὕπνον
  242. οἰκτρὸς ἀπὸ μνηστῆς ἀλόχου, ἀστοῖσιν ἀρήγων,
  243. κουριδίης, ἧς οὔ τι χάριν ἴδε, πολλὰ δʼ ἔδωκε·
  244. πρῶθʼ ἑκατὸν βοῦς δῶκεν, ἔπειτα δὲ χίλιʼ ὑπέστη
  245. αἶγας ὁμοῦ καὶ ὄϊς, τά οἱ ἄσπετα ποιμαίνοντο.
  246. δὴ τότε γʼ Ἀτρεΐδης Ἀγαμέμνων ἐξενάριξε,
  247. βῆ δὲ φέρων ἀνʼ ὅμιλον Ἀχαιῶν τεύχεα καλά.
  248. τὸν δʼ ὡς οὖν ἐνόησε Κόων ἀριδείκετος ἀνδρῶν
  249. πρεσβυγενὴς Ἀντηνορίδης, κρατερόν ῥά ἑ πένθος
  250. ὀφθαλμοὺς ἐκάλυψε κασιγνήτοιο πεσόντος.
  251. στῆ δʼ εὐρὰξ σὺν δουρὶ λαθὼν Ἀγαμέμνονα δῖον,
  252. νύξε δέ μιν κατὰ χεῖρα μέσην ἀγκῶνος ἔνερθε,
  253. ἀντικρὺ δὲ διέσχε φαεινοῦ δουρὸς ἀκωκή.
  254. ῥίγησέν τʼ ἄρʼ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων·
  255. ἀλλʼ οὐδʼ ὧς ἀπέληγε μάχης ἠδὲ πτολέμοιο,
  256. ἀλλʼ ἐπόρουσε Κόωνι ἔχων ἀνεμοτρεφὲς ἔγχος.
  257. ἤτοι ὃ Ἰφιδάμαντα κασίγνητον καὶ ὄπατρον
  258. ἕλκε ποδὸς μεμαώς, καὶ ἀΰτει πάντας ἀρίστους·
  259. τὸν δʼ ἕλκοντʼ ἀνʼ ὅμιλον ὑπʼ ἀσπίδος ὀμφαλοέσσης
  260. οὔτησε ξυστῷ χαλκήρεϊ, λῦσε δὲ γυῖα·
  261. τοῖο δʼ ἐπʼ Ἰφιδάμαντι κάρη ἀπέκοψε παραστάς.
  262. ἔνθʼ Ἀντήνορος υἷες ὑπʼ Ἀτρεΐδῃ βασιλῆϊ
  263. πότμον ἀναπλήσαντες ἔδυν δόμον Ἄϊδος εἴσω.
  264. αὐτὰρ ὃ τῶν ἄλλων ἐπεπωλεῖτο στίχας ἀνδρῶν