Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ποσσὶ δʼ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα,
  2. ἀμφὶ δʼ ἔπειτα δαφοινὸν ἑέσσατο δέρμα λέοντος
  3. αἴθωνος μεγάλοιο ποδηνεκές, εἵλετο δʼ ἔγχος.
  4. ὣς δʼ αὔτως Μενέλαον ἔχε τρόμος· οὐδὲ γὰρ αὐτῷ
  5. ὕπνος ἐπὶ βλεφάροισιν ἐφίζανε· μή τι πάθοιεν
  6. Ἀργεῖοι, τοὶ δὴ ἕθεν εἵνεκα πουλὺν ἐφʼ ὑγρὴν
  7. ἤλυθον ἐς Τροίην πόλεμον θρασὺν ὁρμαίνοντες.
  8. παρδαλέῃ μὲν πρῶτα μετάφρενον εὐρὺ κάλυψε
  9. ποικίλῃ, αὐτὰρ ἐπὶ στεφάνην κεφαλῆφιν ἀείρας
  10. θήκατο χαλκείην, δόρυ δʼ εἵλετο χειρὶ παχείῃ.
  11. βῆ δʼ ἴμεν ἀνστήσων ὃν ἀδελφεόν, ὃς μέγα πάντων
  12. Ἀργείων ἤνασσε, θεὸς δʼ ὣς τίετο δήμῳ.
  13. τὸν δʼ εὗρʼ ἀμφʼ ὤμοισι τιθήμενον ἔντεα καλὰ
  14. νηῒ πάρα πρύμνῃ· τῷ δʼ ἀσπάσιος γένετʼ ἐλθών.
  15. τὸν πρότερος προσέειπε βοὴν ἀγαθὸς Μενέλαος·
  16. τίφθʼ οὕτως ἠθεῖε κορύσσεαι; ἦ τινʼ ἑταίρων
  17. ὀτρυνέεις Τρώεσσιν ἐπίσκοπον; ἀλλὰ μάλʼ αἰνῶς
  18. δείδω μὴ οὔ τίς τοι ὑπόσχηται τόδε ἔργον
  19. ἄνδρας δυσμενέας σκοπιαζέμεν οἶος ἐπελθὼν
  20. νύκτα διʼ ἀμβροσίην· μάλα τις θρασυκάρδιος ἔσται.
  21. τὸν δʼ ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων·
  22. χρεὼ βουλῆς ἐμὲ καὶ σὲ διοτρεφὲς ὦ Μενέλαε
  23. κερδαλέης, ἥ τίς κεν ἐρύσσεται ἠδὲ σαώσει
  24. Ἀργείους καὶ νῆας, ἐπεὶ Διὸς ἐτράπετο φρήν.
  25. Ἑκτορέοις ἄρα μᾶλλον ἐπὶ φρένα θῆχʼ ἱεροῖσιν·
  26. οὐ γάρ πω ἰδόμην, οὐδʼ ἔκλυον αὐδήσαντος
  27. ἄνδρʼ ἕνα τοσσάδε μέρμερʼ ἐπʼ ἤματι μητίσασθαι,
  28. ὅσσʼ Ἕκτωρ ἔρρεξε Διῒ φίλος υἷας Ἀχαιῶν
  29. αὔτως, οὔτε θεᾶς υἱὸς φίλος οὔτε θεοῖο.
  30. ἔργα δʼ ἔρεξʼ ὅσα φημὶ μελησέμεν Ἀργείοισι
  31. δηθά τε καὶ δολιχόν· τόσα γὰρ κακὰ μήσατʼ Ἀχαιούς.
  32. ἀλλʼ ἴθι νῦν Αἴαντα καὶ Ἰδομενῆα κάλεσσον
  33. ῥίμφα θέων παρὰ νῆας· ἐγὼ δʼ ἐπὶ Νέστορα δῖον
  34. εἶμι, καὶ ὀτρυνέω ἀνστήμεναι, αἴ κʼ ἐθέλῃσιν
  35. ἐλθεῖν ἐς φυλάκων ἱερὸν τέλος ἠδʼ ἐπιτεῖλαι.
  36. κείνῳ γάρ κε μάλιστα πιθοίατο· τοῖο γὰρ υἱὸς
  37. σημαίνει φυλάκεσσι καὶ Ἰδομενῆος ὀπάων
  38. Μηριόνης· τοῖσιν γὰρ ἐπετράπομέν γε μάλιστα.
  39. τὸν δʼ ἠμείβετʼ ἔπειτα βοὴν ἀγαθὸς Μενέλαος·
  40. πῶς γάρ μοι μύθῳ ἐπιτέλλεαι ἠδὲ κελεύεις;
  41. αὖθι μένω μετὰ τοῖσι δεδεγμένος εἰς ὅ κεν ἔλθῃς,
  42. ἦε θέω μετὰ σʼ αὖτις, ἐπὴν εὖ τοῖς ἐπιτείλω;
  43. τὸν δʼ αὖτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων,
  44. αὖθι μένειν, μή πως ἀβροτάξομεν ἀλλήλοιιν
  45. ἐρχομένω· πολλαὶ γὰρ ἀνὰ στρατόν εἰσι κέλευθοι.
  46. φθέγγεο δʼ ᾗ κεν ἴῃσθα καὶ ἐγρήγορθαι ἄνωχθι
  47. πατρόθεν ἐκ γενεῆς ὀνομάζων ἄνδρα ἕκαστον
  48. πάντας κυδαίνων· μηδὲ μεγαλίζεο θυμῷ,
  49. ἀλλὰ καὶ αὐτοί περ πονεώμεθα· ὧδέ που ἄμμι
  50. Ζεὺς ἐπὶ γιγνομένοισιν ἵει κακότητα βαρεῖαν.
  51. ὣς εἰπὼν ἀπέπεμπεν ἀδελφεὸν εὖ ἐπιτείλας·
  52. αὐτὰρ ὃ βῆ ῥʼ ἰέναι μετὰ Νέστορα ποιμένα λαῶν·
  53. τὸν δʼ εὗρεν παρά τε κλισίῃ καὶ νηῒ μελαίνῃ
  54. εὐνῇ ἔνι μαλακῇ· παρὰ δʼ ἔντεα ποικίλʼ ἔκειτο
  55. ἀσπὶς καὶ δύο δοῦρε φαεινή τε τρυφάλεια.
  56. πὰρ δὲ ζωστὴρ κεῖτο παναίολος, ᾧ ῥʼ ὁ γεραιὸς
  57. ζώννυθʼ ὅτʼ ἐς πόλεμον φθισήνορα θωρήσσοιτο
  58. λαὸν ἄγων, ἐπεὶ οὐ μὲν ἐπέτρεπε γήραϊ λυγρῷ.
  59. ὀρθωθεὶς δʼ ἄρʼ ἐπʼ ἀγκῶνος κεφαλὴν ἐπαείρας
  60. Ἀτρεΐδην προσέειπε καὶ ἐξερεείνετο μύθῳ·
  61. τίς δʼ οὗτος κατὰ νῆας ἀνὰ στρατὸν ἔρχεαι οἶος
  62. νύκτα διʼ ὀρφναίην, ὅτε θʼ εὕδουσι βροτοὶ ἄλλοι,
  63. ἠέ τινʼ οὐρήων διζήμενος, ἤ τινʼ ἑταίρων;
  64. φθέγγεο, μηδʼ ἀκέων ἐπʼ ἔμʼ ἔρχεο· τίπτε δέ σε χρεώ;
  65. τὸν δʼ ἠμείβετʼ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων·
  66. ὦ Νέστορ Νηληϊάδη μέγα κῦδος Ἀχαιῶν
  67. γνώσεαι Ἀτρεΐδην Ἀγαμέμνονα, τὸν περὶ πάντων
  68. Ζεὺς ἐνέηκε πόνοισι διαμπερὲς εἰς ὅ κʼ ἀϋτμὴ
  69. ἐν στήθεσσι μένῃ καί μοι φίλα γούνατʼ ὀρώρῃ.
  70. πλάζομαι ὧδʼ ἐπεὶ οὔ μοι ἐπʼ ὄμμασι νήδυμος ὕπνος
  71. ἱζάνει, ἀλλὰ μέλει πόλεμος καὶ κήδεʼ Ἀχαιῶν.
  72. αἰνῶς γὰρ Δαναῶν περιδείδια, οὐδέ μοι ἦτορ
  73. ἔμπεδον, ἀλλʼ ἀλαλύκτημαι, κραδίη δέ μοι ἔξω
  74. στηθέων ἐκθρῴσκει, τρομέει δʼ ὑπὸ φαίδιμα γυῖα.
  75. ἀλλʼ εἴ τι δραίνεις, ἐπεὶ οὐδὲ σέ γʼ ὕπνος ἱκάνει,
  76. δεῦρʼ ἐς τοὺς φύλακας καταβήομεν, ὄφρα ἴδωμεν
  77. μὴ τοὶ μὲν καμάτῳ ἀδηκότες ἠδὲ καὶ ὕπνῳ
  78. κοιμήσωνται, ἀτὰρ φυλακῆς ἐπὶ πάγχυ λάθωνται.
  79. δυσμενέες δʼ ἄνδρες σχεδὸν εἵαται· οὐδέ τι ἴδμεν
  80. μή πως καὶ διὰ νύκτα μενοινήσωσι μάχεσθαι.
  81. τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·
  82. Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον
  83. οὔ θην Ἕκτορι πάντα νοήματα μητίετα Ζεὺς
  84. ἐκτελέει, ὅσα πού νυν ἐέλπεται· ἀλλά μιν οἴω
  85. κήδεσι μοχθήσειν καὶ πλείοσιν, εἴ κεν Ἀχιλλεὺς
  86. ἐκ χόλου ἀργαλέοιο μεταστρέψῃ φίλον ἦτορ.
  87. σοὶ δὲ μάλʼ ἕψομʼ ἐγώ· ποτὶ δʼ αὖ καὶ ἐγείρομεν ἄλλους
  88. ἠμὲν Τυδεΐδην δουρὶ κλυτὸν ἠδʼ Ὀδυσῆα
  89. ἠδʼ Αἴαντα ταχὺν καὶ Φυλέος ἄλκιμον υἱόν.
  90. ἀλλʼ εἴ τις καὶ τούσδε μετοιχόμενος καλέσειεν
  91. ἀντίθεόν τʼ Αἴαντα καὶ Ἰδομενῆα ἄνακτα·
  92. τῶν γὰρ νῆες ἔασιν ἑκαστάτω, οὐδὲ μάλʼ ἐγγύς.
  93. ἀλλὰ φίλον περ ἐόντα καὶ αἰδοῖον Μενέλαον
  94. νεικέσω, εἴ πέρ μοι νεμεσήσεαι, οὐδʼ ἐπικεύσω
  95. ὡς εὕδει, σοὶ δʼ οἴῳ ἐπέτρεψεν πονέεσθαι.
  96. νῦν ὄφελεν κατὰ πάντας ἀριστῆας πονέεσθαι
  97. λισσόμενος· χρειὼ γὰρ ἱκάνεται οὐκέτʼ ἀνεκτός.
  98. τὸν δʼ αὖτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων·
  99. ὦ γέρον ἄλλοτε μέν σε καὶ αἰτιάασθαι ἄνωγα·
  100. πολλάκι γὰρ μεθιεῖ τε καὶ οὐκ ἐθέλει πονέεσθαι
  101. οὔτʼ ὄκνῳ εἴκων οὔτʼ ἀφραδίῃσι νόοιο,
  102. ἀλλʼ ἐμέ τʼ εἰσορόων καὶ ἐμὴν ποτιδέγμενος ὁρμήν.
  103. νῦν δʼ ἐμέο πρότερος μάλʼ ἐπέγρετο καί μοι ἐπέστη·
  104. τὸν μὲν ἐγὼ προέηκα καλήμεναι οὓς σὺ μεταλλᾷς.
  105. ἀλλʼ ἴομεν· κείνους δὲ κιχησόμεθα πρὸ πυλάων
  106. ἐν φυλάκεσσʼ, ἵνα γάρ σφιν ἐπέφραδον ἠγερέθεσθαι.
  107. τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·
  108. οὕτως οὔ τίς οἱ νεμεσήσεται οὐδʼ ἀπιθήσει
  109. Ἀργείων, ὅτε κέν τινʼ ἐποτρύνῃ καὶ ἀνώγῃ.
  110. ὣς εἰπὼν ἔνδυνε περὶ στήθεσσι χιτῶνα,
  111. ποσσὶ δʼ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα,
  112. ἀμφὶ δʼ ἄρα χλαῖναν περονήσατο φοινικόεσσαν
  113. διπλῆν ἐκταδίην, οὔλη δʼ ἐπενήνοθε λάχνη.
  114. εἵλετο δʼ ἄλκιμον ἔγχος ἀκαχμένον ὀξέϊ χαλκῷ,
  115. βῆ δʼ ἰέναι κατὰ νῆας Ἀχαιῶν χαλκοχιτώνων.
  116. πρῶτον ἔπειτʼ Ὀδυσῆα Διὶ μῆτιν ἀτάλαντον
  117. ἐξ ὕπνου ἀνέγειρε Γερήνιος ἱππότα Νέστωρ
  118. φθεγξάμενος· τὸν δʼ αἶψα περὶ φρένας ἤλυθʼ ἰωή,
  119. ἐκ δʼ ἦλθε κλισίης καί σφεας πρὸς μῦθον ἔειπε·
  120. τίφθʼ οὕτω κατὰ νῆας ἀνὰ στρατὸν οἶοι ἀλᾶσθε
  121. νύκτα διʼ ἀμβροσίην, ὅ τι δὴ χρειὼ τόσον ἵκει;
  122. τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·
  123. διογενὲς Λαερτιάδη πολυμήχανʼ Ὀδυσσεῦ
  124. μὴ νεμέσα· τοῖον γὰρ ἄχος βεβίηκεν Ἀχαιούς.
  125. ἀλλʼ ἕπεʼ, ὄφρα καὶ ἄλλον ἐγείρομεν ὅν τʼ ἐπέοικε
  126. βουλὰς βουλεύειν, ἢ φευγέμεν ἠὲ μάχεσθαι.
  127. ὣς φάθʼ, ὃ δὲ κλισίην δὲ κιὼν πολύμητις Ὀδυσσεὺς
  128. ποικίλον ἀμφʼ ὤμοισι σάκος θέτο, βῆ δὲ μετʼ αὐτούς.
  129. βὰν δʼ ἐπὶ Τυδεΐδην Διομήδεα· τὸν δὲ κίχανον
  130. ἐκτὸς ἀπὸ κλισίης σὺν τεύχεσιν· ἀμφὶ δʼ ἑταῖροι
  131. εὗδον, ὑπὸ κρασὶν δʼ ἔχον ἀσπίδας· ἔγχεα δέ σφιν
  132. ὄρθʼ ἐπὶ σαυρωτῆρος ἐλήλατο, τῆλε δὲ χαλκὸς
  133. λάμφʼ ὥς τε στεροπὴ πατρὸς Διός· αὐτὰρ ὅ γʼ ἥρως
  134. εὗδʼ, ὑπὸ δʼ ἔστρωτο ῥινὸν βοὸς ἀγραύλοιο,
  135. αὐτὰρ ὑπὸ κράτεσφι τάπης τετάνυστο φαεινός.
  136. τὸν παρστὰς ἀνέγειρε Γερήνιος ἱππότα Νέστωρ,
  137. λὰξ ποδὶ κινήσας, ὄτρυνέ τε νείκεσέ τʼ ἄντην·
  138. ἔγρεο Τυδέος υἱέ· τί πάννυχον ὕπνον ἀωτεῖς;
  139. οὐκ ἀΐεις ὡς Τρῶες ἐπὶ θρωσμῷ πεδίοιο
  140. εἵαται ἄγχι νεῶν, ὀλίγος δʼ ἔτι χῶρος ἐρύκει;
  141. ὣς φάθʼ, ὃ δʼ ἐξ ὕπνοιο μάλα κραιπνῶς ἀνόρουσε,
  142. καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
  143. σχέτλιός ἐσσι γεραιέ· σὺ μὲν πόνου οὔ ποτε λήγεις.
  144. οὔ νυ καὶ ἄλλοι ἔασι νεώτεροι υἷες Ἀχαιῶν
  145. οἵ κεν ἔπειτα ἕκαστον ἐγείρειαν βασιλήων
  146. πάντῃ ἐποιχόμενοι; σὺ δʼ ἀμήχανός ἐσσι γεραιέ.
  147. τὸν δʼ αὖτε προσέειπε Γερήνιος ἱππότα Νέστωρ·
  148. ναὶ δὴ ταῦτά γε πάντα φίλος κατὰ μοῖραν ἔειπες.
  149. εἰσὶν μέν μοι παῖδες ἀμύμονες, εἰσὶ δὲ λαοὶ
  150. καὶ πολέες, τῶν κέν τις ἐποιχόμενος καλέσειεν·
  151. ἀλλὰ μάλα μεγάλη χρειὼ βεβίηκεν Ἀχαιούς.
  152. νῦν γὰρ δὴ πάντεσσιν ἐπὶ ξυροῦ ἵσταται ἀκμῆς
  153. ἢ μάλα λυγρὸς ὄλεθρος Ἀχαιοῖς ἠὲ βιῶναι.
  154. ἀλλʼ ἴθι νῦν Αἴαντα ταχὺν καὶ Φυλέος υἱὸν
  155. ἄνστησον· σὺ γάρ ἐσσι νεώτερος· εἴ μʼ ἐλεαίρεις.
  156. ὣς φάθʼ, ὃ δʼ ἀμφʼ ὤμοισιν ἑέσσατο δέρμα λέοντος
  157. αἴθωνος μεγάλοιο ποδηνεκές, εἵλετο δʼ ἔγχος.
  158. βῆ δʼ ἰέναι, τοὺς δʼ ἔνθεν ἀναστήσας ἄγεν ἥρως.
  159. οἳ δʼ ὅτε δὴ φυλάκεσσιν ἐν ἀγρομένοισιν ἔμιχθεν,
  160. οὐδὲ μὲν εὕδοντας φυλάκων ἡγήτορας εὗρον,
  161. ἀλλʼ ἐγρηγορτὶ σὺν τεύχεσιν εἵατο πάντες.
  162. ὡς δὲ κύνες περὶ μῆλα δυσωρήσωνται ἐν αὐλῇ
  163. θηρὸς ἀκούσαντες κρατερόφρονος, ὅς τε καθʼ ὕλην
  164. ἔρχηται διʼ ὄρεσφι· πολὺς δʼ ὀρυμαγδὸς ἐπʼ αὐτῷ
  165. ἀνδρῶν ἠδὲ κυνῶν, ἀπό τέ σφισιν ὕπνος ὄλωλεν·
  166. ὣς τῶν νήδυμος ὕπνος ἀπὸ βλεφάροιιν ὀλώλει
  167. νύκτα φυλασσομένοισι κακήν· πεδίον δὲ γὰρ αἰεὶ
  168. τετράφαθʼ, ὁππότʼ ἐπὶ Τρώων ἀΐοιεν ἰόντων.
  169. τοὺς δʼ ὃ γέρων γήθησεν ἰδὼν θάρσυνέ τε μύθῳ
  170. καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα·
  171. οὕτω νῦν φίλα τέκνα φυλάσσετε· μηδέ τινʼ ὕπνος
  172. αἱρείτω, μὴ χάρμα γενώμεθα δυσμενέεσσιν.
  173. ὣς εἰπὼν τάφροιο διέσσυτο· τοὶ δʼ ἅμʼ ἕποντο
  174. Ἀργείων βασιλῆες ὅσοι κεκλήατο βουλήν.
  175. τοῖς δʼ ἅμα Μηριόνης καὶ Νέστορος ἀγλαὸς υἱὸς
  176. ἤϊσαν· αὐτοὶ γὰρ κάλεον συμμητιάασθαι.
  177. τάφρον δʼ ἐκδιαβάντες ὀρυκτὴν ἑδριόωντο
  178. ἐν καθαρῷ, ὅθι δὴ νεκύων διεφαίνετο χῶρος
  179. πιπτόντων· ὅθεν αὖτις ἀπετράπετʼ ὄβριμος Ἕκτωρ
  180. ὀλλὺς Ἀργείους, ὅτε δὴ περὶ νὺξ ἐκάλυψεν.
  181. ἔνθα καθεζόμενοι ἔπεʼ ἀλλήλοισι πίφαυσκον·
  182. τοῖσι δὲ μύθων ἦρχε Γερήνιος ἱππότα Νέστωρ·
  183. ὦ φίλοι οὐκ ἂν δή τις ἀνὴρ πεπίθοιθʼ ἑῷ αὐτοῦ
  184. θυμῷ τολμήεντι μετὰ Τρῶας μεγαθύμους
  185. ἐλθεῖν, εἴ τινά που δηΐων ἕλοι ἐσχατόωντα,
  186. ἤ τινά που καὶ φῆμιν ἐνὶ Τρώεσσι πύθοιτο,
  187. ἅσσά τε μητιόωσι μετὰ σφίσιν, ἢ μεμάασιν
  188. αὖθι μένειν παρὰ νηυσὶν ἀπόπροθεν, ἦε πόλιν δὲ
  189. ἂψ ἀναχωρήσουσιν, ἐπεὶ δαμάσαντό γʼ Ἀχαιούς.
  190. ταῦτά κε πάντα πύθοιτο, καὶ ἂψ εἰς ἡμέας ἔλθοι
  191. ἀσκηθής· μέγα κέν οἱ ὑπουράνιον κλέος εἴη
  192. πάντας ἐπʼ ἀνθρώπους, καί οἱ δόσις ἔσσεται ἐσθλή·
  193. ὅσσοι γὰρ νήεσσιν ἐπικρατέουσιν ἄριστοι
  194. τῶν πάντων οἱ ἕκαστος ὄϊν δώσουσι μέλαιναν
  195. θῆλυν ὑπόρρηνον· τῇ μὲν κτέρας οὐδὲν ὁμοῖον,
  196. αἰεὶ δʼ ἐν δαίτῃσι καὶ εἰλαπίνῃσι παρέσται.
  197. ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.
  198. τοῖσι δὲ καὶ μετέειπε βοὴν ἀγαθὸς Διομήδης·
  199. Νέστορ ἔμʼ ὀτρύνει κραδίη καὶ θυμὸς ἀγήνωρ
  200. ἀνδρῶν δυσμενέων δῦναι στρατὸν ἐγγὺς ἐόντων
  201. Τρώων· ἀλλʼ εἴ τίς μοι ἀνὴρ ἅμʼ ἕποιτο καὶ ἄλλος
  202. μᾶλλον θαλπωρὴ καὶ θαρσαλεώτερον ἔσται.
  203. σύν τε δύʼ ἐρχομένω καί τε πρὸ ὃ τοῦ ἐνόησεν
  204. ὅππως κέρδος ἔῃ· μοῦνος δʼ εἴ πέρ τε νοήσῃ
  205. ἀλλά τέ οἱ βράσσων τε νόος, λεπτὴ δέ τε μῆτις.
  206. ὣς ἔφαθʼ, οἳ δʼ ἔθελον Διομήδεϊ πολλοὶ ἕπεσθαι.
  207. ἠθελέτην Αἴαντε δύω θεράποντες Ἄρηος,
  208. ἤθελε Μηριόνης, μάλα δʼ ἤθελε Νέστορος υἱός,
  209. ἤθελε δʼ Ἀτρεΐδης δουρικλειτὸς Μενέλαος,
  210. ἤθελε δʼ ὁ τλήμων Ὀδυσεὺς καταδῦναι ὅμιλον
  211. Τρώων· αἰεὶ γάρ οἱ ἐνὶ φρεσὶ θυμὸς ἐτόλμα.
  212. τοῖσι δὲ καὶ μετέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων·
  213. Τυδεΐδη Διόμηδες ἐμῷ κεχαρισμένε θυμῷ
  214. τὸν μὲν δὴ ἕταρόν γʼ αἱρήσεαι ὅν κʼ ἐθέλῃσθα,
  215. φαινομένων τὸν ἄριστον, ἐπεὶ μεμάασί γε πολλοί.
  216. μηδὲ σύ γʼ αἰδόμενος σῇσι φρεσὶ τὸν μὲν ἀρείω
  217. καλλείπειν, σὺ δὲ χείρονʼ ὀπάσσεαι αἰδοῖ εἴκων
  218. ἐς γενεὴν ὁρόων, μηδʼ εἰ βασιλεύτερός ἐστιν.
  219. ὣς ἔφατʼ, ἔδεισεν δὲ περὶ ξανθῷ Μενελάῳ.
  220. τοῖς δʼ αὖτις μετέειπε βοὴν ἀγαθὸς Διομήδης·
  221. εἰ μὲν δὴ ἕταρόν γε κελεύετέ μʼ αὐτὸν ἑλέσθαι,
  222. πῶς ἂν ἔπειτʼ Ὀδυσῆος ἐγὼ θείοιο λαθοίμην,
  223. οὗ πέρι μὲν πρόφρων κραδίη καὶ θυμὸς ἀγήνωρ
  224. ἐν πάντεσσι πόνοισι, φιλεῖ δέ ἑ Παλλὰς Ἀθήνη.
  225. τούτου γʼ ἑσπομένοιο καὶ ἐκ πυρὸς αἰθομένοιο
  226. ἄμφω νοστήσαιμεν, ἐπεὶ περίοιδε νοῆσαι.
  227. τὸν δʼ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·
  228. Τυδεΐδη μήτʼ ἄρ με μάλʼ αἴνεε μήτέ τι νείκει·
  229. εἰδόσι γάρ τοι ταῦτα μετʼ Ἀργείοις ἀγορεύεις.
  230. ἀλλʼ ἴομεν· μάλα γὰρ νὺξ ἄνεται, ἐγγύθι δʼ ἠώς,
  231. ἄστρα δὲ δὴ προβέβηκε, παροίχωκεν δὲ πλέων νὺξ
  232. τῶν δύο μοιράων, τριτάτη δʼ ἔτι μοῖρα λέλειπται.
  233. ὣς εἰπόνθʼ ὅπλοισιν ἔνι δεινοῖσιν ἐδύτην.
  234. Τυδεΐδῃ μὲν δῶκε μενεπτόλεμος Θρασυμήδης
  235. φάσγανον ἄμφηκες· τὸ δʼ ἑὸν παρὰ νηῒ λέλειπτο·
  236. καὶ σάκος· ἀμφὶ δέ οἱ κυνέην κεφαλῆφιν ἔθηκε
  237. ταυρείην, ἄφαλόν τε καὶ ἄλλοφον, ἥ τε καταῖτυξ
  238. κέκληται, ῥύεται δὲ κάρη θαλερῶν αἰζηῶν.
  239. Μηριόνης δʼ Ὀδυσῆϊ δίδου βιὸν ἠδὲ φαρέτρην
  240. καὶ ξίφος, ἀμφὶ δέ οἱ κυνέην κεφαλῆφιν ἔθηκε
  241. ῥινοῦ ποιητήν· πολέσιν δʼ ἔντοσθεν ἱμᾶσιν
  242. ἐντέτατο στερεῶς· ἔκτοσθε δὲ λευκοὶ ὀδόντες
  243. ἀργιόδοντος ὑὸς θαμέες ἔχον ἔνθα καὶ ἔνθα
  244. εὖ καὶ ἐπισταμένως· μέσσῃ δʼ ἐνὶ πῖλος ἀρήρει.
  245. τήν ῥά ποτʼ ἐξ Ἐλεῶνος Ἀμύντορος Ὀρμενίδαο
  246. ἐξέλετʼ Αὐτόλυκος πυκινὸν δόμον ἀντιτορήσας,
  247. Σκάνδειαν δʼ ἄρα δῶκε Κυθηρίῳ Ἀμφιδάμαντι·
  248. Ἀμφιδάμας δὲ Μόλῳ δῶκε ξεινήϊον εἶναι,
  249. αὐτὰρ ὃ Μηριόνῃ δῶκεν ᾧ παιδὶ φορῆναι·
  250. δὴ τότʼ Ὀδυσσῆος πύκασεν κάρη ἀμφιτεθεῖσα.
  251. τὼ δʼ ἐπεὶ οὖν ὅπλοισιν ἔνι δεινοῖσιν ἐδύτην,
  252. βάν ῥʼ ἰέναι, λιπέτην δὲ κατʼ αὐτόθι πάντας ἀρίστους.
  253. τοῖσι δὲ δεξιὸν ἧκεν ἐρῳδιὸν ἐγγὺς ὁδοῖο
  254. Παλλὰς Ἀθηναίη· τοὶ δʼ οὐκ ἴδον ὀφθαλμοῖσι
  255. νύκτα διʼ ὀρφναίην, ἀλλὰ κλάγξαντος ἄκουσαν.
  256. χαῖρε δὲ τῷ ὄρνιθʼ Ὀδυσεύς, ἠρᾶτο δʼ Ἀθήνῃ·
  257. κλῦθί μευ αἰγιόχοιο Διὸς τέκος, ἥ τέ μοι αἰεὶ
  258. ἐν πάντεσσι πόνοισι παρίστασαι, οὐδέ σε λήθω
  259. κινύμενος· νῦν αὖτε μάλιστά με φῖλαι Ἀθήνη,
  260. δὸς δὲ πάλιν ἐπὶ νῆας ἐϋκλεῖας ἀφικέσθαι
  261. ῥέξαντας μέγα ἔργον, ὅ κε Τρώεσσι μελήσῃ.
  262. δεύτερος αὖτʼ ἠρᾶτο βοὴν ἀγαθὸς Διομήδης·
  263. κέκλυθι νῦν καὶ ἐμεῖο Διὸς τέκος Ἀτρυτώνη·
  264. σπεῖό μοι ὡς ὅτε πατρὶ ἅμʼ ἕσπεο Τυδέϊ δίῳ
  265. ἐς Θήβας, ὅτε τε πρὸ Ἀχαιῶν ἄγγελος ᾔει.
  266. τοὺς δʼ ἄρʼ ἐπʼ Ἀσωπῷ λίπε χαλκοχίτωνας Ἀχαιούς,
  267. αὐτὰρ ὃ μειλίχιον μῦθον φέρε Καδμείοισι
  268. κεῖσʼ· ἀτὰρ ἂψ ἀπιὼν μάλα μέρμερα μήσατο ἔργα
  269. σὺν σοὶ δῖα θεά, ὅτε οἱ πρόφρασσα παρέστης.
  270. ὣς νῦν μοι ἐθέλουσα παρίσταο καί με φύλασσε.
  271. σοὶ δʼ αὖ ἐγὼ ῥέξω βοῦν ἦνιν εὐρυμέτωπον
  272. ἀδμήτην, ἣν οὔ πω ὑπὸ ζυγὸν ἤγαγεν ἀνήρ·
  273. τήν τοι ἐγὼ ῥέξω χρυσὸν κέρασιν περιχεύας.
  274. ὣς ἔφαν εὐχόμενοι, τῶν δʼ ἔκλυε Παλλὰς Ἀθήνη.
  275. οἳ δʼ ἐπεὶ ἠρήσαντο Διὸς κούρῃ μεγάλοιο,
  276. βάν ῥʼ ἴμεν ὥς τε λέοντε δύω διὰ νύκτα μέλαιναν
  277. ἂμ φόνον, ἂν νέκυας, διά τʼ ἔντεα καὶ μέλαν αἷμα.
  278. οὐδὲ μὲν οὐδὲ Τρῶας ἀγήνορας εἴασεν Ἕκτωρ
  279. εὕδειν, ἀλλʼ ἄμυδις κικλήσκετο πάντας ἀρίστους,
  280. ὅσσοι ἔσαν Τρώων ἡγήτορες ἠδὲ μέδοντες·
  281. τοὺς ὅ γε συγκαλέσας πυκινὴν ἀρτύνετο βουλήν·
  282. τίς κέν μοι τόδε ἔργον ὑποσχόμενος τελέσειε
  283. δώρῳ ἔπι μεγάλῳ; μισθὸς δέ οἱ ἄρκιος ἔσται.
  284. δώσω γὰρ δίφρόν τε δύω τʼ ἐριαύχενας ἵππους
  285. οἵ κεν ἄριστοι ἔωσι θοῇς ἐπὶ νηυσὶν Ἀχαιῶν
  286. ὅς τίς κε τλαίη, οἷ τʼ αὐτῷ κῦδος ἄροιτο,
  287. νηῶν ὠκυπόρων σχεδὸν ἐλθέμεν, ἔκ τε πυθέσθαι
  288. ἠέ φυλάσσονται νῆες θοαὶ ὡς τὸ πάρος περ,
  289. ἦ ἤδη χείρεσσιν ὑφʼ ἡμετέρῃσι δαμέντες
  290. φύξιν βουλεύουσι μετὰ σφίσιν, οὐδʼ ἐθέλουσι
  291. νύκτα φυλασσέμεναι, καμάτῳ ἀδηκότες αἰνῷ.
  292. ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.
  293. ἦν δέ τις ἐν Τρώεσσι Δόλων Εὐμήδεος υἱὸς
  294. κήρυκος θείοιο πολύχρυσος πολύχαλκος,
  295. ὃς δή τοι εἶδος μὲν ἔην κακός, ἀλλὰ ποδώκης·
  296. αὐτὰρ ὃ μοῦνος ἔην μετὰ πέντε κασιγνήτῃσιν.
  297. ὅς ῥα τότε Τρωσίν τε καὶ Ἕκτορι μῦθον ἔειπεν·
  298. Ἕκτορ ἔμʼ ὀτρύνει κραδίη καὶ θυμὸς ἀγήνωρ
  299. νηῶν ὠκυπόρων σχεδὸν ἐλθέμεν ἔκ τε πυθέσθαι.
  300. ἀλλʼ ἄγε μοι τὸ σκῆπτρον ἀνάσχεο, καί μοι ὄμοσσον
  301. ἦ μὲν τοὺς ἵππους τε καὶ ἅρματα ποικίλα χαλκῷ
  302. δωσέμεν, οἳ φορέουσιν ἀμύμονα Πηλεΐωνα,
  303. σοὶ δʼ ἐγὼ οὐχ ἅλιος σκοπὸς ἔσσομαι οὐδʼ ἀπὸ δόξης·
  304. τόφρα γὰρ ἐς στρατὸν εἶμι διαμπερὲς ὄφρʼ ἂν ἵκωμαι
  305. νῆʼ Ἀγαμεμνονέην, ὅθι που μέλλουσιν ἄριστοι
  306. βουλὰς βουλεύειν ἢ φευγέμεν ἠὲ μάχεσθαι.
  307. ὣς φάθʼ, ὃ δʼ ἐν χερσὶ σκῆπτρον λάβε καί οἱ ὄμοσσεν·
  308. ἴστω νῦν Ζεὺς αὐτὸς ἐρίγδουπος πόσις Ἥρης
  309. μὴ μὲν τοῖς ἵπποισιν ἀνὴρ ἐποχήσεται ἄλλος
  310. Τρώων, ἀλλά σέ φημι διαμπερὲς ἀγλαϊεῖσθαι.
  311. ὣς φάτο καί ῥʼ ἐπίορκον ἐπώμοσε, τὸν δʼ ὀρόθυνεν·
  312. αὐτίκα δʼ ἀμφʼ ὤμοισιν ἐβάλλετο καμπύλα τόξα,
  313. ἕσσατο δʼ ἔκτοσθεν ῥινὸν πολιοῖο λύκοιο,
  314. κρατὶ δʼ ἐπὶ κτιδέην κυνέην, ἕλε δʼ ὀξὺν ἄκοντα,
  315. βῆ δʼ ἰέναι προτὶ νῆας ἀπὸ στρατοῦ· οὐδʼ ἄρʼ ἔμελλεν
  316. ἐλθὼν ἐκ νηῶν ἂψ Ἕκτορι μῦθον ἀποίσειν.
  317. ἀλλʼ ὅτε δή ῥʼ ἵππων τε καὶ ἀνδρῶν κάλλιφʼ ὅμιλον,
  318. βῆ ῥʼ ἀνʼ ὁδὸν μεμαώς· τὸν δὲ φράσατο προσιόντα
  319. διογενὴς Ὀδυσεύς, Διομήδεα δὲ προσέειπεν·
  320. οὗτός τις Διόμηδες ἀπὸ στρατοῦ ἔρχεται ἀνήρ,
  321. οὐκ οἶδʼ ἢ νήεσσιν ἐπίσκοπος ἡμετέρῃσιν,
  322. ἦ τινα συλήσων νεκύων κατατεθνηώτων.
  323. ἀλλʼ ἐῶμέν μιν πρῶτα παρεξελθεῖν πεδίοιο
  324. τυτθόν· ἔπειτα δέ κʼ αὐτὸν ἐπαΐξαντες ἕλοιμεν
  325. καρπαλίμως· εἰ δʼ ἄμμε παραφθαίησι πόδεσσιν,
  326. αἰεί μιν ἐπὶ νῆας ἀπὸ στρατόφι προτιειλεῖν
  327. ἔγχει ἐπαΐσσων, μή πως προτὶ ἄστυ ἀλύξῃ.
  328. ὣς ἄρα φωνήσαντε παρὲξ ὁδοῦ ἐν νεκύεσσι
  329. κλινθήτην· ὃ δʼ ἄρʼ ὦκα παρέδραμεν ἀφραδίῃσιν.
  330. ἀλλʼ ὅτε δή ῥʼ ἀπέην ὅσσόν τʼ ἐπὶ οὖρα πέλονται
  331. ἡμιόνων· αἱ γάρ τε βοῶν προφερέστεραί εἰσιν
  332. ἑλκέμεναι νειοῖο βαθείης πηκτὸν ἄροτρον·
  333. τὼ μὲν ἐπεδραμέτην, ὃ δʼ ἄρʼ ἔστη δοῦπον ἀκούσας.
  334. ἔλπετο γὰρ κατὰ θυμὸν ἀποστρέψοντας ἑταίρους
  335. ἐκ Τρώων ἰέναι πάλιν Ἕκτορος ὀτρύναντος.
  336. ἀλλʼ ὅτε δή ῥʼ ἄπεσαν δουρηνεκὲς ἢ καὶ ἔλασσον,
  337. γνῶ ῥʼ ἄνδρας δηΐους, λαιψηρὰ δὲ γούνατʼ ἐνώμα
  338. φευγέμεναι· τοὶ δʼ αἶψα διώκειν ὁρμήθησαν.
  339. ὡς δʼ ὅτε καρχαρόδοντε δύω κύνε εἰδότε θήρης
  340. ἢ κεμάδʼ ἠὲ λαγωὸν ἐπείγετον ἐμμενὲς αἰεὶ
  341. χῶρον ἀνʼ ὑλήενθʼ, ὃ δέ τε προθέῃσι μεμηκώς,
  342. ὣς τὸν Τυδεΐδης ἠδʼ ὃ πτολίπορθος Ὀδυσσεὺς
  343. λαοῦ ἀποτμήξαντε διώκετον ἐμμενὲς αἰεί.
  344. ἀλλʼ ὅτε δὴ τάχʼ ἔμελλε μιγήσεσθαι φυλάκεσσι
  345. φεύγων ἐς νῆας, τότε δὴ μένος ἔμβαλʼ Ἀθήνη
  346. Τυδεΐδῃ, ἵνα μή τις Ἀχαιῶν χαλκοχιτώνων
  347. φθαίη ἐπευξάμενος βαλέειν, ὃ δὲ δεύτερος ἔλθοι.
  348. δουρὶ δʼ ἐπαΐσσων προσέφη κρατερὸς Διομήδης·
  349. ἠὲ μένʼ ἠέ σε δουρὶ κιχήσομαι, οὐδέ σέ φημι
  350. δηρὸν ἐμῆς ἀπὸ χειρὸς ἀλύξειν αἰπὺν ὄλεθρον.
  351. ἦ ῥα καὶ ἔγχος ἀφῆκεν, ἑκὼν δʼ ἡμάρτανε φωτός·
  352. δεξιτερὸν δʼ ὑπὲρ ὦμον ἐΰξου δουρὸς ἀκωκὴ
  353. ἐν γαίῃ ἐπάγη· ὃ δʼ ἄρʼ ἔστη τάρβησέν τε
  354. βαμβαίνων· ἄραβος δὲ διὰ στόμα γίγνετʼ ὀδόντων·
  355. χλωρὸς ὑπαὶ δείους· τὼ δʼ ἀσθμαίνοντε κιχήτην,
  356. χειρῶν δʼ ἁψάσθην· ὃ δὲ δακρύσας ἔπος ηὔδα·
  357. ζωγρεῖτʼ, αὐτὰρ ἐγὼν ἐμὲ λύσομαι· ἔστι γὰρ ἔνδον
  358. χαλκός τε χρυσός τε πολύκμητός τε σίδηρος,
  359. τῶν κʼ ὔμμιν χαρίσαιτο πατὴρ ἀπερείσιʼ ἄποινα
  360. εἴ κεν ἐμὲ ζωὸν πεπύθοιτʼ ἐπὶ νηυσὶν Ἀχαιῶν.
  361. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  362. θάρσει, μηδέ τί τοι θάνατος καταθύμιος ἔστω.
  363. ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον·
  364. πῇ δὴ οὕτως ἐπὶ νῆας ἀπὸ στρατοῦ ἔρχεαι οἶος
  365. νύκτα διʼ ὀρφναίην, ὅτε θʼ εὕδουσι βροτοὶ ἄλλοι;
  366. ἤ τινα συλήσων νεκύων κατατεθνηώτων;
  367. ἦ σʼ Ἕκτωρ προέηκε διασκοπιᾶσθαι ἕκαστα
  368. νῆας ἔπι γλαφυράς; ἦ σʼ αὐτὸν θυμὸς ἀνῆκε;
  369. τὸν δʼ ἠμείβετʼ ἔπειτα Δόλων, ὑπὸ δʼ ἔτρεμε γυῖα·
  370. πολλῇσίν μʼ ἄτῃσι παρὲκ νόον ἤγαγεν Ἕκτωρ,
  371. ὅς μοι Πηλεΐωνος ἀγαυοῦ μώνυχας ἵππους
  372. δωσέμεναι κατένευσε καὶ ἅρματα ποικίλα χαλκῷ,
  373. ἠνώγει δέ μʼ ἰόντα θοὴν διὰ νύκτα μέλαιναν
  374. ἀνδρῶν δυσμενέων σχεδὸν ἐλθέμεν, ἔκ τε πυθέσθαι
  375. ἠὲ φυλάσσονται νῆες θοαὶ ὡς τὸ πάρος περ,
  376. ἦ ἤδη χείρεσσιν ὑφʼ ἡμετέρῃσι δαμέντες
  377. φύξιν βουλεύουσι μετὰ σφίσιν, οὐδʼ ἐθέλουσι
  378. νύκτα φυλασσέμεναι, καμάτῳ ἀδηκότες αἰνῷ.
  379. τὸν δʼ ἐπιμειδήσας προσέφη πολύμητις Ὀδυσσεύς·
  380. ἦ ῥά νύ τοι μεγάλων δώρων ἐπεμαίετο θυμὸς
  381. ἵππων Αἰακίδαο δαΐφρονος· οἳ δʼ ἀλεγεινοὶ
  382. ἀνδράσι γε θνητοῖσι δαμήμεναι ἠδʼ ὀχέεσθαι
  383. ἄλλῳ γʼ ἢ Ἀχιλῆϊ, τὸν ἀθανάτη τέκε μήτηρ.
  384. ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον·
  385. ποῦ νῦν δεῦρο κιὼν λίπες Ἕκτορα ποιμένα λαῶν;
  386. ποῦ δέ οἱ ἔντεα κεῖται ἀρήϊα, ποῦ δέ οἱ ἵπποι;
  387. πῶς δαὶ τῶν ἄλλων Τρώων φυλακαί τε καὶ εὐναί;
  388. ἅσσά τε μητιόωσι μετὰ σφίσιν, ἢ μεμάασιν
  389. αὖθι μένειν παρὰ νηυσὶν ἀπόπροθεν, ἦε πόλιν δὲ
  390. ἂψ ἀναχωρήσουσιν, ἐπεὶ δαμάσαντό γʼ Ἀχαιούς.
  391. τὸν δʼ αὖτε προσέειπε Δόλων Εὐμήδεος υἱός·
  392. τοὶ γὰρ ἐγώ τοι ταῦτα μάλʼ ἀτρεκέως καταλέξω.
  393. Ἕκτωρ μὲν μετὰ τοῖσιν, ὅσοι βουληφόροι εἰσί,
  394. βουλὰς βουλεύει θείου παρὰ σήματι Ἴλου
  395. νόσφιν ἀπὸ φλοίσβου· φυλακὰς δʼ ἃς εἴρεαι ἥρως
  396. οὔ τις κεκριμένη ῥύεται στρατὸν οὐδὲ φυλάσσει.
  397. ὅσσαι μὲν Τρώων πυρὸς ἐσχάραι, οἷσιν ἀνάγκη
  398. οἷ δʼ ἐγρηγόρθασι φυλασσέμεναί τε κέλονται
  399. ἀλλήλοις· ἀτὰρ αὖτε πολύκλητοι ἐπίκουροι
  400. εὕδουσι· Τρωσὶν γὰρ ἐπιτραπέουσι φυλάσσειν·
  401. οὐ γάρ σφιν παῖδες σχεδὸν εἵαται οὐδὲ γυναῖκες.
  402. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  403. πῶς γὰρ νῦν Τρώεσσι μεμιγμένοι ἱπποδάμοισιν
  404. εὕδουσʼ ἦ ἀπάνευθε; δίειπέ μοι ὄφρα δαείω.
  405. τὸν δʼ ἠμείβετʼ ἔπειτα Δόλων Εὐμήδεος υἱός·
  406. τοὶ γὰρ ἐγὼ καὶ ταῦτα μάλʼ ἀτρεκέως καταλέξω.
  407. πρὸς μὲν ἁλὸς Κᾶρες καὶ Παίονες ἀγκυλότοξοι
  408. καὶ Λέλεγες καὶ Καύκωνες δῖοί τε Πελασγοί,
  409. πρὸς Θύμβρης δʼ ἔλαχον Λύκιοι Μυσοί τʼ ἀγέρωχοι
  410. καὶ Φρύγες ἱππόμαχοι καὶ Μῄονες ἱπποκορυσταί.
  411. ἀλλὰ τί ἢ ἐμὲ ταῦτα διεξερέεσθε ἕκαστα;
  412. εἰ γὰρ δὴ μέματον Τρώων καταδῦναι ὅμιλον
  413. Θρήϊκες οἷδʼ ἀπάνευθε νεήλυδες ἔσχατοι ἄλλων·
  414. ἐν δέ σφιν Ῥῆσος βασιλεὺς πάϊς Ἠϊονῆος.
  415. τοῦ δὴ καλλίστους ἵππους ἴδον ἠδὲ μεγίστους·
  416. λευκότεροι χιόνος, θείειν δʼ ἀνέμοισιν ὁμοῖοι·
  417. ἅρμα δέ οἱ χρυσῷ τε καὶ ἀργύρῳ εὖ ἤσκηται·
  418. τεύχεα δὲ χρύσεια πελώρια θαῦμα ἰδέσθαι
  419. ἤλυθʼ ἔχων· τὰ μὲν οὔ τι καταθνητοῖσιν ἔοικεν
  420. ἄνδρεσσιν φορέειν, ἀλλʼ ἀθανάτοισι θεοῖσιν.
  421. ἀλλʼ ἐμὲ μὲν νῦν νηυσὶ πελάσσετον ὠκυπόροισιν,
  422. ἠέ με δήσαντες λίπετʼ αὐτόθι νηλέϊ δεσμῷ,
  423. ὄφρά κεν ἔλθητον καὶ πειρηθῆτον ἐμεῖο
  424. ἠὲ κατʼ αἶσαν ἔειπον ἐν ὑμῖν, ἦε καὶ οὐκί.
  425. τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη κρατερὸς Διομήδης·
  426. μὴ δή μοι φύξίν γε Δόλων ἐμβάλλεο θυμῷ·
  427. ἐσθλά περ ἀγγείλας, ἐπεὶ ἵκεο χεῖρας ἐς ἁμάς.
  428. εἰ μὲν γάρ κέ σε νῦν ἀπολύσομεν ἠὲ μεθῶμεν,
  429. ἦ τε καὶ ὕστερον εἶσθα θοὰς ἐπὶ νῆας Ἀχαιῶν
  430. ἠὲ διοπτεύσων ἢ ἐναντίβιον πολεμίξων·
  431. εἰ δέ κʼ ἐμῇς ὑπὸ χερσὶ δαμεὶς ἀπὸ θυμὸν ὀλέσσῃς,
  432. οὐκέτʼ ἔπειτα σὺ πῆμά ποτʼ ἔσσεαι Ἀργείοισιν.
  433. ἦ, καὶ ὃ μέν μιν ἔμελλε γενείου χειρὶ παχείῃ
  434. ἁψάμενος λίσσεσθαι, ὃ δʼ αὐχένα μέσσον ἔλασσε
  435. φασγάνῳ ἀΐξας, ἀπὸ δʼ ἄμφω κέρσε τένοντε·
  436. φθεγγομένου δʼ ἄρα τοῦ γε κάρη κονίῃσιν ἐμίχθη.
  437. τοῦ δʼ ἀπὸ μὲν κτιδέην κυνέην κεφαλῆφιν ἕλοντο
  438. καὶ λυκέην καὶ τόξα παλίντονα καὶ δόρυ μακρόν·
  439. καὶ τά γʼ Ἀθηναίῃ ληΐτιδι δῖος Ὀδυσσεὺς
  440. ὑψόσʼ ἀνέσχεθε χειρὶ καὶ εὐχόμενος ἔπος ηὔδα·
  441. χαῖρε θεὰ τοῖσδεσσι· σὲ γὰρ πρώτην ἐν Ὀλύμπῳ
  442. πάντων ἀθανάτων ἐπιδωσόμεθʼ· ἀλλὰ καὶ αὖτις
  443. πέμψον ἐπὶ Θρῃκῶν ἀνδρῶν ἵππους τε καὶ εὐνάς.
  444. ὣς ἄρʼ ἐφώνησεν, καὶ ἀπὸ ἕθεν ὑψόσʼ ἀείρας
  445. θῆκεν ἀνὰ μυρίκην· δέελον δʼ ἐπὶ σῆμά τʼ ἔθηκε
  446. συμμάρψας δόνακας μυρίκης τʼ ἐριθηλέας ὄζους,
  447. μὴ λάθοι αὖτις ἰόντε θοὴν διὰ νύκτα μέλαιναν.
  448. τὼ δὲ βάτην προτέρω διά τʼ ἔντεα καὶ μέλαν αἷμα,
  449. αἶψα δʼ ἐπὶ Θρῃκῶν ἀνδρῶν τέλος ἷξον ἰόντες.
  450. οἳ δʼ εὗδον καμάτῳ ἀδηκότες, ἔντεα δέ σφιν
  451. καλὰ παρʼ αὐτοῖσι χθονὶ κέκλιτο εὖ κατὰ κόσμον
  452. τριστοιχί· παρὰ δέ σφιν ἑκάστῳ δίζυγες ἵπποι.
  453. Ῥῆσος δʼ ἐν μέσῳ εὗδε, παρʼ αὐτῷ δʼ ὠκέες ἵπποι
  454. ἐξ ἐπιδιφριάδος πυμάτης ἱμᾶσι δέδεντο.
  455. τὸν δʼ Ὀδυσεὺς προπάροιθεν ἰδὼν Διομήδεϊ δεῖξεν·
  456. οὗτός τοι Διόμηδες ἀνήρ, οὗτοι δέ τοι ἵπποι,
  457. οὓς νῶϊν πίφαυσκε Δόλων ὃν ἐπέφνομεν ἡμεῖς.
  458. ἀλλʼ ἄγε δὴ πρόφερε κρατερὸν μένος· οὐδέ τί σε χρὴ
  459. ἑστάμεναι μέλεον σὺν τεύχεσιν, ἀλλὰ λύʼ ἵππους·
  460. ἠὲ σύ γʼ ἄνδρας ἔναιρε, μελήσουσιν δʼ ἐμοὶ ἵπποι.
  461. ὣς φάτο, τῷ δʼ ἔμπνευσε μένος γλαυκῶπις Ἀθήνη,
  462. κτεῖνε δʼ ἐπιστροφάδην· τῶν δὲ στόνος ὄρνυτʼ ἀεικὴς
  463. ἄορι θεινομένων, ἐρυθαίνετο δʼ αἵματι γαῖα.
  464. ὡς δὲ λέων μήλοισιν ἀσημάντοισιν ἐπελθὼν
  465. αἴγεσιν ἢ ὀΐεσσι κακὰ φρονέων ἐνορούσῃ,
  466. ὣς μὲν Θρήϊκας ἄνδρας ἐπῴχετο Τυδέος υἱὸς
  467. ὄφρα δυώδεκʼ ἔπεφνεν· ἀτὰρ πολύμητις Ὀδυσσεὺς
  468. ὅν τινα Τυδεΐδης ἄορι πλήξειε παραστὰς
  469. τὸν δʼ Ὀδυσεὺς μετόπισθε λαβὼν ποδὸς ἐξερύσασκε,
  470. τὰ φρονέων κατὰ θυμὸν ὅπως καλλίτριχες ἵπποι
  471. ῥεῖα διέλθοιεν μηδὲ τρομεοίατο θυμῷ
  472. νεκροῖς ἀμβαίνοντες· ἀήθεσσον γὰρ ἔτʼ αὐτῶν.
  473. ἀλλʼ ὅτε δὴ βασιλῆα κιχήσατο Τυδέος υἱός,
  474. τὸν τρισκαιδέκατον μελιηδέα θυμὸν ἀπηύρα
  475. ἀσθμαίνοντα· κακὸν γὰρ ὄναρ κεφαλῆφιν ἐπέστη
  476. τὴν νύκτʼ Οἰνεΐδαο πάϊς διὰ μῆτιν Ἀθήνης.
  477. τόφρα δʼ ἄρʼ ὃ τλήμων Ὀδυσεὺς λύε μώνυχας ἵππους,
  478. σὺν δʼ ἤειρεν ἱμᾶσι καὶ ἐξήλαυνεν ὁμίλου
  479. τόξῳ ἐπιπλήσσων, ἐπεὶ οὐ μάστιγα φαεινὴν
  480. ποικίλου ἐκ δίφροιο νοήσατο χερσὶν ἑλέσθαι·
  481. ῥοίζησεν δʼ ἄρα πιφαύσκων Διομήδεϊ δίῳ.
  482. αὐτὰρ ὃ μερμήριζε μένων ὅ τι κύντατον ἕρδοι,
  483. ἢ ὅ γε δίφρον ἑλών, ὅθι ποικίλα τεύχεʼ ἔκειτο,
  484. ῥυμοῦ ἐξερύοι ἢ ἐκφέροι ὑψόσʼ ἀείρας,
  485. ἦ ἔτι τῶν πλεόνων Θρῃκῶν ἀπὸ θυμὸν ἕλοιτο.
  486. εἷος ὃ ταῦθʼ ὥρμαινε κατὰ φρένα, τόφρα δʼ Ἀθήνη
  487. ἐγγύθεν ἱσταμένη προσέφη Διομήδεα δῖον·
  488. νόστου δὴ μνῆσαι μεγαθύμου Τυδέος υἱὲ
  489. νῆας ἔπι γλαφυράς, μὴ καὶ πεφοβημένος ἔλθῃς,
  490. μή πού τις καὶ Τρῶας ἐγείρῃσιν θεὸς ἄλλος.
  491. ὣς φάθʼ, ὃ δὲ ξυνέηκε θεᾶς ὄπα φωνησάσης,
  492. καρπαλίμως δʼ ἵππων ἐπεβήσετο· κόψε δʼ Ὀδυσσεὺς
  493. τόξῳ· τοὶ δʼ ἐπέτοντο θοὰς ἐπὶ νῆας Ἀχαιῶν.
  494. οὐδʼ ἀλαοσκοπιὴν εἶχʼ ἀργυρότοξος Ἀπόλλων
  495. ὡς ἴδʼ Ἀθηναίην μετὰ Τυδέος υἱὸν ἕπουσαν·
  496. τῇ κοτέων Τρώων κατεδύσετο πουλὺν ὅμιλον,
  497. ὦρσεν δὲ Θρῃκῶν βουληφόρον Ἱπποκόωντα
  498. Ῥήσου ἀνεψιὸν ἐσθλόν· ὃ δʼ ἐξ ὕπνου ἀνορούσας
  499. ὡς ἴδε χῶρον ἐρῆμον, ὅθʼ ἕστασαν ὠκέες ἵπποι,
  500. ἄνδράς τʼ ἀσπαίροντας ἐν ἀργαλέῃσι φονῇσιν,
  501. ᾤμωξέν τʼ ἄρʼ ἔπειτα φίλον τʼ ὀνόμηνεν ἑταῖρον.
  502. Τρώων δὲ κλαγγή τε καὶ ἄσπετος ὦρτο κυδοιμὸς
  503. θυνόντων ἄμυδις· θηεῦντο δὲ μέρμερα ἔργα
  504. ὅσσʼ ἄνδρες ῥέξαντες ἔβαν κοίλας ἐπὶ νῆας.
  505. οἳ δʼ ὅτε δή ῥʼ ἵκανον ὅθι σκοπὸν Ἕκτορος ἔκταν,
  506. ἔνθʼ Ὀδυσεὺς μὲν ἔρυξε Διῒ φίλος ὠκέας ἵππους,
  507. Τυδεΐδης δὲ χαμᾶζε θορὼν ἔναρα βροτόεντα
  508. ἐν χείρεσσʼ Ὀδυσῆϊ τίθει, ἐπεβήσετο δʼ ἵππων·
  509. μάστιξεν δʼ ἵππους, τὼ δʼ οὐκ ἀέκοντε πετέσθην
  510. νῆας ἔπι γλαφυράς· τῇ γὰρ φίλον ἔπλετο θυμῷ.
  511. Νέστωρ δὲ πρῶτος κτύπον ἄϊε φώνησέν τε·
  512. ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες
  513. ψεύσομαι, ἦ ἔτυμον ἐρέω; κέλεται δέ με θυμός.
  514. ἵππων μʼ ὠκυπόδων ἀμφὶ κτύπος οὔατα βάλλει.
  515. αἲ γὰρ δὴ Ὀδυσεύς τε καὶ ὃ κρατερὸς Διομήδης
  516. ὧδʼ ἄφαρ ἐκ Τρώων ἐλασαίατο μώνυχας ἵππους·
  517. ἀλλʼ αἰνῶς δείδοικα κατὰ φρένα μή τι πάθωσιν
  518. Ἀργείων οἳ ἄριστοι ὑπὸ Τρώων ὀρυμαγδοῦ.
  519. οὔ πω πᾶν εἴρητο ἔπος ὅτʼ ἄρʼ ἤλυθον αὐτοί.
  520. καί ῥʼ οἳ μὲν κατέβησαν ἐπὶ χθόνα, τοὶ δὲ χαρέντες
  521. δεξιῇ ἠσπάζοντο ἔπεσσί τε μειλιχίοισι·
  522. πρῶτος δʼ ἐξερέεινε Γερήνιος ἱππότα Νέστωρ·
  523. εἴπʼ ἄγε μʼ ὦ πολύαινʼ Ὀδυσεῦ μέγα κῦδος Ἀχαιῶν
  524. ὅππως τοῦσδʼ ἵππους λάβετον καταδύντες ὅμιλον
  525. Τρώων, ἦ τίς σφωε πόρεν θεὸς ἀντιβολήσας.
  526. αἰνῶς ἀκτίνεσσιν ἐοικότες ἠελίοιο.
  527. αἰεὶ μὲν Τρώεσσʼ ἐπιμίσγομαι, οὐδέ τί φημι
  528. μιμνάζειν παρὰ νηυσὶ γέρων περ ἐὼν πολεμιστής·
  529. ἀλλʼ οὔ πω τοίους ἵππους ἴδον οὐδὲ νόησα.
  530. ἀλλά τινʼ ὔμμʼ ὀΐω δόμεναι θεὸν ἀντιάσαντα·
  531. ἀμφοτέρω γὰρ σφῶϊ φιλεῖ νεφεληγερέτα Ζεὺς
  532. κούρη τʼ αἰγιόχοιο Διὸς γλαυκῶπις Ἀθήνη.
  533. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  534. ὦ Νέστορ Νηληϊάδη μέγα κῦδος Ἀχαιῶν
  535. ῥεῖα θεός γʼ ἐθέλων καὶ ἀμείνονας ἠέ περ οἵδε
  536. ἵππους δωρήσαιτʼ, ἐπεὶ ἢ πολὺ φέρτεροί εἰσιν.
  537. ἵπποι δʼ οἵδε γεραιὲ νεήλυδες οὓς ἐρεείνεις
  538. Θρηΐκιοι· τὸν δέ σφιν ἄνακτʼ ἀγαθὸς Διομήδης
  539. ἔκτανε, πὰρ δʼ ἑτάρους δυοκαίδεκα πάντας ἀρίστους.
  540. τὸν τρισκαιδέκατον σκοπὸν εἵλομεν ἐγγύθι νηῶν,
  541. τόν ῥα διοπτῆρα στρατοῦ ἔμμεναι ἡμετέροιο
  542. Ἕκτωρ τε προέηκε καὶ ἄλλοι Τρῶες ἀγαυοί.
  543. ὣς εἰπὼν τάφροιο διήλασε μώνυχας ἵππους
  544. καγχαλόων· ἅμα δʼ ἄλλοι ἴσαν χαίροντες Ἀχαιοί.
  545. οἳ δʼ ὅτε Τυδεΐδεω κλισίην εὔτυκτον ἵκοντο,
  546. ἵππους μὲν κατέδησαν ἐϋτμήτοισιν ἱμᾶσι
  547. φάτνῃ ἐφʼ ἱππείῃ, ὅθι περ Διομήδεος ἵπποι
  548. ἕστασαν ὠκύποδες μελιηδέα πυρὸν ἔδοντες·
  549. νηῒ δʼ ἐνὶ πρυμνῇ ἔναρα βροτόεντα Δόλωνος
  550. θῆκʼ Ὀδυσεύς, ὄφρʼ ἱρὸν ἑτοιμασσαίατʼ Ἀθήνῃ.
  551. αὐτοὶ δʼ ἱδρῶ πολλὸν ἀπενίζοντο θαλάσσῃ
  552. ἐσβάντες κνήμας τε ἰδὲ λόφον ἀμφί τε μηρούς.
  553. αὐτὰρ ἐπεί σφιν κῦμα θαλάσσης ἱδρῶ πολλὸν
  554. νίψεν ἀπὸ χρωτὸς καὶ ἀνέψυχθεν φίλον ἦτορ,
  555. ἔς ῥʼ ἀσαμίνθους βάντες ἐϋξέστας λούσαντο.
  556. τὼ δὲ λοεσσαμένω καὶ ἀλειψαμένω λίπʼ ἐλαίῳ
  557. δείπνῳ ἐφιζανέτην, ἀπὸ δὲ κρητῆρος Ἀθήνῃ
  558. πλείου ἀφυσσόμενοι λεῖβον μελιηδέα οἶνον.
  1. Ἠὼς δʼ ἐκ λεχέων παρʼ ἀγαυοῦ Τιθωνοῖο
  2. ὄρνυθʼ, ἵνʼ ἀθανάτοισι φόως φέροι ἠδὲ βροτοῖσι·
  3. Ζεὺς δʼ Ἔριδα προΐαλλε θοὰς ἐπὶ νῆας Ἀχαιῶν
  4. ἀργαλέην, πολέμοιο τέρας μετὰ χερσὶν ἔχουσαν.
  5. στῆ δʼ ἐπʼ Ὀδυσσῆος μεγακήτεϊ νηῒ μελαίνῃ,
  6. ἥ ῥʼ ἐν μεσσάτῳ ἔσκε γεγωνέμεν ἀμφοτέρωσε,
  7. ἠμὲν ἐπʼ Αἴαντος κλισίας Τελαμωνιάδαο
  8. ἠδʼ ἐπʼ Ἀχιλλῆος, τοί ῥʼ ἔσχατα νῆας ἐΐσας
  9. εἴρυσαν ἠνορέῃ πίσυνοι καὶ κάρτεϊ χειρῶν
  10. ἔνθα στᾶσʼ ἤϋσε θεὰ μέγα τε δεινόν τε
  11. ὄρθιʼ, Ἀχαιοῖσιν δὲ μέγα σθένος ἔμβαλʼ ἑκάστῳ
  12. καρδίῃ ἄληκτον πολεμίζειν ἠδὲ μάχεσθαι.
  13. τοῖσι δʼ ἄφαρ πόλεμος γλυκίων γένετʼ ἠὲ νέεσθαι
  14. ἐν νηυσὶ γλαφυρῇσι φίλην ἐς πατρίδα γαῖαν.
  15. Ἀτρεΐδης δʼ ἐβόησεν ἰδὲ ζώννυσθαι ἄνωγεν
  16. Ἀργείους· ἐν δʼ αὐτὸς ἐδύσετο νώροπα χαλκόν.
  17. κνημῖδας μὲν πρῶτα περὶ κνήμῃσιν ἔθηκε
  18. καλὰς ἀργυρέοισιν ἐπισφυρίοις ἀραρυίας·
  19. δεύτερον αὖ θώρηκα περὶ στήθεσσιν ἔδυνε,
  20. τόν ποτέ οἱ Κινύρης δῶκε ξεινήϊον εἶναι.
  21. πεύθετο γὰρ Κύπρον δὲ μέγα κλέος οὕνεκʼ Ἀχαιοὶ
  22. ἐς Τροίην νήεσσιν ἀναπλεύσεσθαι ἔμελλον·
  23. τοὔνεκά οἱ τὸν δῶκε χαριζόμενος βασιλῆϊ.
  24. τοῦ δʼ ἤτοι δέκα οἶμοι ἔσαν μέλανος κυάνοιο,
  25. δώδεκα δὲ χρυσοῖο καὶ εἴκοσι κασσιτέροιο·
  26. κυάνεοι δὲ δράκοντες ὀρωρέχατο προτὶ δειρὴν
  27. τρεῖς ἑκάτερθʼ ἴρισσιν ἐοικότες, ἅς τε Κρονίων
  28. ἐν νέφεϊ στήριξε, τέρας μερόπων ἀνθρώπων.
  29. ἀμφὶ δʼ ἄρʼ ὤμοισιν βάλετο ξίφος· ἐν δέ οἱ ἧλοι
  30. χρύσειοι πάμφαινον, ἀτὰρ περὶ κουλεὸν ἦεν
  31. ἀργύρεον χρυσέοισιν ἀορτήρεσσιν ἀρηρός.
  32. ἂν δʼ ἕλετʼ ἀμφιβρότην πολυδαίδαλον ἀσπίδα θοῦριν
  33. καλήν, ἣν πέρι μὲν κύκλοι δέκα χάλκεοι ἦσαν,
  34. ἐν δέ οἱ ὀμφαλοὶ ἦσαν ἐείκοσι κασσιτέροιο
  35. λευκοί, ἐν δὲ μέσοισιν ἔην μέλανος κυάνοιο.
  36. τῇ δʼ ἐπὶ μὲν Γοργὼ βλοσυρῶπις ἐστεφάνωτο
  37. δεινὸν δερκομένη, περὶ δὲ Δεῖμός τε Φόβος τε.
  38. τῆς δʼ ἐξ ἀργύρεος τελαμὼν ἦν· αὐτὰρ ἐπʼ αὐτοῦ
  39. κυάνεος ἐλέλικτο δράκων, κεφαλαὶ δέ οἱ ἦσαν
  40. τρεῖς ἀμφιστρεφέες ἑνὸς αὐχένος ἐκπεφυυῖαι.
  41. κρατὶ δʼ ἐπʼ ἀμφίφαλον κυνέην θέτο τετραφάληρον
  42. ἵππουριν· δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν.
  43. εἵλετο δʼ ἄλκιμα δοῦρε δύω κεκορυθμένα χαλκῷ
  44. ὀξέα· τῆλε δὲ χαλκὸς ἀπʼ αὐτόφιν οὐρανὸν εἴσω
  45. λάμπʼ· ἐπὶ δʼ ἐγδούπησαν Ἀθηναίη τε καὶ Ἥρη
  46. τιμῶσαι βασιλῆα πολυχρύσοιο Μυκήνης.
  47. ἡνιόχῳ μὲν ἔπειτα ἑῷ ἐπέτελλεν ἕκαστος
  48. ἵππους εὖ κατὰ κόσμον ἐρυκέμεν αὖθʼ ἐπὶ τάφρῳ,
  49. αὐτοὶ δὲ πρυλέες σὺν τεύχεσι θωρηχθέντες
  50. ῥώοντʼ· ἄσβεστος δὲ βοὴ γένετʼ ἠῶθι πρό.
  51. φθὰν δὲ μέγʼ ἱππήων ἐπὶ τάφρῳ κοσμηθέντες,
  52. ἱππῆες δʼ ὀλίγον μετεκίαθον· ἐν δὲ κυδοιμὸν
  53. ὦρσε κακὸν Κρονίδης, κατὰ δʼ ὑψόθεν ἧκεν ἐέρσας
  54. αἵματι μυδαλέας ἐξ αἰθέρος, οὕνεκʼ ἔμελλε
  55. πολλὰς ἰφθίμους κεφαλὰς Ἄϊδι προϊάψειν.
  56. Τρῶες δʼ αὖθʼ ἑτέρωθεν ἐπὶ θρωσμῷ πεδίοιο
  57. Ἕκτορά τʼ ἀμφὶ μέγαν καὶ ἀμύμονα Πουλυδάμαντα
  58. Αἰνείαν θʼ, ὃς Τρωσὶ θεὸς ὣς τίετο δήμῳ,
  59. τρεῖς τʼ Ἀντηνορίδας Πόλυβον καὶ Ἀγήνορα δῖον
  60. ἠΐθεόν τʼ Ἀκάμαντʼ ἐπιείκελον ἀθανάτοισιν.
  61. Ἕκτωρ δʼ ἐν πρώτοισι φέρʼ ἀσπίδα πάντοσʼ ἐΐσην,
  62. οἷος δʼ ἐκ νεφέων ἀναφαίνεται οὔλιος ἀστὴρ
  63. παμφαίνων, τοτὲ δʼ αὖτις ἔδυ νέφεα σκιόεντα,
  64. ὣς Ἕκτωρ ὁτὲ μέν τε μετὰ πρώτοισι φάνεσκεν,
  65. ἄλλοτε δʼ ἐν πυμάτοισι κελεύων· πᾶς δʼ ἄρα χαλκῷ
  66. λάμφʼ ὥς τε στεροπὴ πατρὸς Διὸς αἰγιόχοιο.
  67. οἳ δʼ, ὥς τʼ ἀμητῆρες ἐναντίοι ἀλλήλοισιν
  68. ὄγμον ἐλαύνωσιν ἀνδρὸς μάκαρος κατʼ ἄρουραν
  69. πυρῶν ἢ κριθῶν· τὰ δὲ δράγματα ταρφέα πίπτει·
  70. ὣς Τρῶες καὶ Ἀχαιοὶ ἐπʼ ἀλλήλοισι θορόντες
  71. δῄουν, οὐδʼ ἕτεροι μνώοντʼ ὀλοοῖο φόβοιο.
  72. ἴσας δʼ ὑσμίνη κεφαλὰς ἔχεν, οἳ δὲ λύκοι ὣς
  73. θῦνον· Ἔρις δʼ ἄρʼ ἔχαιρε πολύστονος εἰσορόωσα·
  74. οἴη γάρ ῥα θεῶν παρετύγχανε μαρναμένοισιν,
  75. οἳ δʼ ἄλλοι οὔ σφιν πάρεσαν θεοί, ἀλλὰ ἕκηλοι
  76. σφοῖσιν ἐνὶ μεγάροισι καθήατο, ἧχι ἑκάστῳ
  77. δώματα καλὰ τέτυκτο κατὰ πτύχας Οὐλύμποιο.
  78. πάντες δʼ ᾐτιόωντο κελαινεφέα Κρονίωνα
  79. οὕνεκʼ ἄρα Τρώεσσιν ἐβούλετο κῦδος ὀρέξαι.
  80. τῶν μὲν ἄρʼ οὐκ ἀλέγιζε πατήρ· ὃ δὲ νόσφι λιασθεὶς
  81. τῶν ἄλλων ἀπάνευθε καθέζετο κύδεϊ γαίων
  82. εἰσορόων Τρώων τε πόλιν καὶ νῆας Ἀχαιῶν
  83. χαλκοῦ τε στεροπήν, ὀλλύντάς τʼ ὀλλυμένους τε.
  84. ὄφρα μὲν ἠὼς ἦν καὶ ἀέξετο ἱερὸν ἦμαρ,
  85. τόφρα μάλʼ ἀμφοτέρων βέλεʼ ἥπτετο, πῖπτε δὲ λαός·
  86. ἦμος δὲ δρυτόμος περ ἀνὴρ ὁπλίσσατο δεῖπνον
  87. οὔρεος ἐν βήσσῃσιν, ἐπεί τʼ ἐκορέσσατο χεῖρας
  88. τάμνων δένδρεα μακρά, ἅδος τέ μιν ἵκετο θυμόν,
  89. σίτου τε γλυκεροῖο περὶ φρένας ἵμερος αἱρεῖ,
  90. τῆμος σφῇ ἀρετῇ Δαναοὶ ῥήξαντο φάλαγγας
  91. κεκλόμενοι ἑτάροισι κατὰ στίχας· ἐν δʼ Ἀγαμέμνων
  92. πρῶτος ὄρουσʼ, ἕλε δʼ ἄνδρα Βιάνορα ποιμένα λαῶν
  93. αὐτόν, ἔπειτα δʼ ἑταῖρον Ὀϊλῆα πλήξιππον.
  94. ἤτοι ὅ γʼ ἐξ ἵππων κατεπάλμενος ἀντίος ἔστη·
  95. τὸν δʼ ἰθὺς μεμαῶτα μετώπιον ὀξέϊ δουρὶ
  96. νύξʼ, οὐδὲ στεφάνη δόρυ οἱ σχέθε χαλκοβάρεια,
  97. ἀλλὰ διʼ αὐτῆς ἦλθε καὶ ὀστέου, ἐγκέφαλος δὲ
  98. ἔνδον ἅπας πεπάλακτο· δάμασσε δέ μιν μεμαῶτα.
  99. καὶ τοὺς μὲν λίπεν αὖθι ἄναξ ἀνδρῶν Ἀγαμέμνων
  100. στήθεσι παμφαίνοντας, ἐπεὶ περίδυσε χιτῶνας·
  101. αὐτὰρ ὃ βῆ Ἶσόν τε καὶ Ἄντιφον ἐξεναρίξων
  102. υἷε δύω Πριάμοιο νόθον καὶ γνήσιον ἄμφω
  103. εἰν ἑνὶ δίφρῳ ἐόντας· ὃ μὲν νόθος ἡνιόχευεν,
  104. Ἄντιφος αὖ παρέβασκε περικλυτός· ὥ ποτʼ Ἀχιλλεὺς
  105. Ἴδης ἐν κνημοῖσι δίδη μόσχοισι λύγοισι,
  106. ποιμαίνοντʼ ἐπʼ ὄεσσι λαβών, καὶ ἔλυσεν ἀποίνων.
  107. δὴ τότε γʼ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων
  108. τὸν μὲν ὑπὲρ μαζοῖο κατὰ στῆθος βάλε δουρί,
  109. Ἄντιφον αὖ παρὰ οὖς ἔλασε ξίφει, ἐκ δʼ ἔβαλʼ ἵππων.
  110. σπερχόμενος δʼ ἀπὸ τοῖιν ἐσύλα τεύχεα καλὰ
  111. γιγνώσκων· καὶ γάρ σφε πάρος παρὰ νηυσὶ θοῇσιν
  112. εἶδεν, ὅτʼ ἐξ Ἴδης ἄγαγεν πόδας ὠκὺς Ἀχιλλεύς.
  113. ὡς δὲ λέων ἐλάφοιο ταχείης νήπια τέκνα
  114. ῥηϊδίως συνέαξε λαβὼν κρατεροῖσιν ὀδοῦσιν
  115. ἐλθὼν εἰς εὐνήν, ἁπαλόν τέ σφʼ ἦτορ ἀπηύρα·
  116. ἣ δʼ εἴ πέρ τε τύχῃσι μάλα σχεδόν, οὐ δύναταί σφι
  117. χραισμεῖν· αὐτὴν γάρ μιν ὑπὸ τρόμος αἰνὸς ἱκάνει·
  118. καρπαλίμως δʼ ἤϊξε διὰ δρυμὰ πυκνὰ καὶ ὕλην
  119. σπεύδουσʼ ἱδρώουσα κραταιοῦ θηρὸς ὑφʼ ὁρμῆς·
  120. ὣς ἄρα τοῖς οὔ τις δύνατο χραισμῆσαι ὄλεθρον
  121. Τρώων, ἀλλὰ καὶ αὐτοὶ ὑπʼ Ἀργείοισι φέβοντο.
  122. αὐτὰρ ὃ Πείσανδρόν τε καὶ Ἱππόλοχον μενεχάρμην
  123. υἱέας Ἀντιμάχοιο δαΐφρονος, ὅς ῥα μάλιστα
  124. χρυσὸν Ἀλεξάνδροιο δεδεγμένος ἀγλαὰ δῶρα
  125. οὐκ εἴασχʼ Ἑλένην δόμεναι ξανθῷ Μενελάῳ,
  126. τοῦ περ δὴ δύο παῖδε λάβε κρείων Ἀγαμέμνων
  127. εἰν ἑνὶ δίφρῳ ἐόντας, ὁμοῦ δʼ ἔχον ὠκέας ἵππους·
  128. ἐκ γάρ σφεας χειρῶν φύγον ἡνία σιγαλόεντα,
  129. τὼ δὲ κυκηθήτην· ὃ δʼ ἐναντίον ὦρτο λέων ὣς
  130. Ἀτρεΐδης· τὼ δʼ αὖτʼ ἐκ δίφρου γουναζέσθην·
  131. ζώγρει Ἀτρέος υἱέ, σὺ δʼ ἄξια δέξαι ἄποινα·
  132. πολλὰ δʼ ἐν Ἀντιμάχοιο δόμοις κειμήλια κεῖται
  133. χαλκός τε χρυσός τε πολύκμητός τε σίδηρος,
  134. τῶν κέν τοι χαρίσαιτο πατὴρ ἀπερείσιʼ ἄποινα,
  135. εἰ νῶϊ ζωοὺς πεπύθοιτʼ ἐπὶ νηυσὶν Ἀχαιῶν.
  136. ὣς τώ γε κλαίοντε προσαυδήτην βασιλῆα
  137. μειλιχίοις ἐπέεσσιν· ἀμείλικτον δʼ ὄπʼ ἄκουσαν·
  138. εἰ μὲν δὴ Ἀντιμάχοιο δαΐφρονος υἱέες ἐστόν,
  139. ὅς ποτʼ ἐνὶ Τρώων ἀγορῇ Μενέλαον ἄνωγεν
  140. ἀγγελίην ἐλθόντα σὺν ἀντιθέῳ Ὀδυσῆϊ
  141. αὖθι κατακτεῖναι μηδʼ ἐξέμεν ἂψ ἐς Ἀχαιούς,
  142. νῦν μὲν δὴ τοῦ πατρὸς ἀεικέα τίσετε λώβην.
  143. ἦ, καὶ Πείσανδρον μὲν ἀφʼ ἵππων ὦσε χαμᾶζε
  144. δουρὶ βαλὼν πρὸς στῆθος· ὃ δʼ ὕπτιος οὔδει ἐρείσθη.
  145. Ἱππόλοχος δʼ ἀπόρουσε, τὸν αὖ χαμαὶ ἐξενάριξε
  146. χεῖρας ἀπὸ ξίφεϊ τμήξας ἀπό τʼ αὐχένα κόψας,
  147. ὅλμον δʼ ὣς ἔσσευε κυλίνδεσθαι διʼ ὁμίλου.
  148. τοὺς μὲν ἔασʼ· ὃ δʼ ὅθι πλεῖσται κλονέοντο φάλαγγες,
  149. τῇ ῥʼ ἐνόρουσʼ, ἅμα δʼ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοί.
  150. πεζοὶ μὲν πεζοὺς ὄλεκον φεύγοντας ἀνάγκῃ,
  151. ἱππεῖς δʼ ἱππῆας· ὑπὸ δέ σφισιν ὦρτο κονίη
  152. ἐκ πεδίου, τὴν ὦρσαν ἐρίγδουποι πόδες ἵππων
  153. χαλκῷ δηϊόωντες· ἀτὰρ κρείων Ἀγαμέμνων
  154. αἰὲν ἀποκτείνων ἕπετʼ Ἀργείοισι κελεύων.
  155. ὡς δʼ ὅτε πῦρ ἀΐδηλον ἐν ἀξύλῳ ἐμπέσῃ ὕλῃ,
  156. πάντῃ τʼ εἰλυφόων ἄνεμος φέρει, οἳ δέ τε θάμνοι
  157. πρόρριζοι πίπτουσιν ἐπειγόμενοι πυρὸς ὁρμῇ·
  158. ὣς ἄρʼ ὑπʼ Ἀτρεΐδῃ Ἀγαμέμνονι πῖπτε κάρηνα
  159. Τρώων φευγόντων, πολλοὶ δʼ ἐριαύχενες ἵπποι
  160. κείνʼ ὄχεα κροτάλιζον ἀνὰ πτολέμοιο γεφύρας
  161. ἡνιόχους ποθέοντες ἀμύμονας· οἳ δʼ ἐπὶ γαίῃ
  162. κείατο, γύπεσσιν πολὺ φίλτεροι ἢ ἀλόχοισιν.
  163. Ἕκτορα δʼ ἐκ βελέων ὕπαγε Ζεὺς ἔκ τε κονίης
  164. ἔκ τʼ ἀνδροκτασίης ἔκ θʼ αἵματος ἔκ τε κυδοιμοῦ·
  165. Ἀτρεΐδης δʼ ἕπετο σφεδανὸν Δαναοῖσι κελεύων.
  166. οἳ δὲ παρʼ Ἴλου σῆμα παλαιοῦ Δαρδανίδαο
  167. μέσσον κὰπ πεδίον παρʼ ἐρινεὸν ἐσσεύοντο
  168. ἱέμενοι πόλιος· ὃ δὲ κεκλήγων ἕπετʼ αἰεὶ
  169. Ἀτρεΐδης, λύθρῳ δὲ παλάσσετο χεῖρας ἀάπτους.
  170. ἀλλʼ ὅτε δὴ Σκαιάς τε πύλας καὶ φηγὸν ἵκοντο,
  171. ἔνθʼ ἄρα δὴ ἵσταντο καὶ ἀλλήλους ἀνέμιμνον.
  172. οἳ δʼ ἔτι κὰμ μέσσον πεδίον φοβέοντο βόες ὥς,
  173. ἅς τε λέων ἐφόβησε μολὼν ἐν νυκτὸς ἀμολγῷ
  174. πάσας· τῇ δέ τʼ ἰῇ ἀναφαίνεται αἰπὺς ὄλεθρος·
  175. τῆς δʼ ἐξ αὐχένʼ ἔαξε λαβὼν κρατεροῖσιν ὀδοῦσι
  176. πρῶτον, ἔπειτα δέ θʼ αἷμα καὶ ἔγκατα πάντα λαφύσσει·
  177. ὣς τοὺς Ἀτρεΐδης ἔφεπε κρείων Ἀγαμέμνων
  178. αἰὲν ἀποκτείνων τὸν ὀπίστατον· οἳ δʼ ἐφέβοντο.
  179. πολλοὶ δὲ πρηνεῖς τε καὶ ὕπτιοι ἔκπεσον ἵππων
  180. Ἀτρεΐδεω ὑπὸ χερσί· περὶ πρὸ γὰρ ἔγχεϊ θῦεν.
  181. ἀλλʼ ὅτε δὴ τάχʼ ἔμελλεν ὑπὸ πτόλιν αἰπύ τε τεῖχος
  182. ἵξεσθαι, τότε δή ῥα πατὴρ ἀνδρῶν τε θεῶν τε
  183. Ἴδης ἐν κορυφῇσι καθέζετο πιδηέσσης
  184. οὐρανόθεν καταβάς· ἔχε δʼ ἀστεροπὴν μετὰ χερσίν.
  185. Ἶριν δʼ ὄτρυνε χρυσόπτερον ἀγγελέουσαν·
  186. βάσκʼ ἴθι Ἶρι ταχεῖα, τὸν Ἕκτορι μῦθον ἐνίσπες·
  187. ὄφρʼ ἂν μέν κεν ὁρᾷ Ἀγαμέμνονα ποιμένα λαῶν
  188. θύνοντʼ ἐν προμάχοισιν ἐναίροντα στίχας ἀνδρῶν,
  189. τόφρʼ ἀναχωρείτω, τὸν δʼ ἄλλον λαὸν ἀνώχθω
  190. μάρνασθαι δηΐοισι κατὰ κρατερὴν ὑσμίνην.
  191. αὐτὰρ ἐπεί κʼ ἢ δουρὶ τυπεὶς ἢ βλήμενος ἰῷ
  192. εἰς ἵππους ἅλεται, τότε οἱ κράτος ἐγγυαλίξω
  193. κτείνειν εἰς ὅ κε νῆας ἐϋσσέλμους ἀφίκηται
  194. δύῃ τʼ ἠέλιος καὶ ἐπὶ κνέφας ἱερὸν ἔλθῃ.
  195. ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε ποδήνεμος ὠκέα Ἶρις,
  196. βῆ δὲ κατʼ Ἰδαίων ὀρέων εἰς Ἴλιον ἱρήν.
  197. εὗρʼ υἱὸν Πριάμοιο δαΐφρονος Ἕκτορα δῖον
  198. ἑσταότʼ ἔν θʼ ἵπποισι καὶ ἅρμασι κολλητοῖσιν·
  199. ἀγχοῦ δʼ ἱσταμένη προσέφη πόδας ὠκέα Ἶρις·
  200. Ἕκτορ υἱὲ Πριάμοιο Διὶ μῆτιν ἀτάλαντε
  201. Ζεύς με πατὴρ προέηκε τεῒν τάδε μυθήσασθαι.
  202. ὄφρʼ ἂν μέν κεν ὁρᾷς Ἀγαμέμνονα ποιμένα λαῶν
  203. θύνοντʼ ἐν προμάχοισιν, ἐναίροντα στίχας ἀνδρῶν,
  204. τόφρʼ ὑπόεικε μάχης, τὸν δʼ ἄλλον λαὸν ἄνωχθι
  205. μάρνασθαι δηΐοισι κατὰ κρατερὴν ὑσμίνην.
  206. αὐτὰρ ἐπεί κʼ ἢ δουρὶ τυπεὶς ἢ βλήμενος ἰῷ
  207. εἰς ἵππους ἅλεται, τότε τοι κράτος ἐγγυαλίξει
  208. κτείνειν, εἰς ὅ κε νῆας ἐϋσσέλμους ἀφίκηαι
  209. δύῃ τʼ ἠέλιος καὶ ἐπὶ κνέφας ἱερὸν ἔλθῃ.
  210. ἣ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη πόδας ὠκέα Ἶρις,
  211. Ἕκτωρ δʼ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε,
  212. πάλλων δʼ ὀξέα δοῦρα κατὰ στρατὸν ᾤχετο πάντῃ
  213. ὀτρύνων μαχέσασθαι, ἔγειρε δὲ φύλοπιν αἰνήν.
  214. οἳ δʼ ἐλελίχθησαν καὶ ἐναντίοι ἔσταν Ἀχαιῶν,
  215. Ἀργεῖοι δʼ ἑτέρωθεν ἐκαρτύναντο φάλαγγας.
  216. ἀρτύνθη δὲ μάχη, στὰν δʼ ἀντίοι· ἐν δʼ Ἀγαμέμνων
  217. πρῶτος ὄρουσʼ, ἔθελεν δὲ πολὺ προμάχεσθαι ἁπάντων.
  218. ἔσπετε νῦν μοι Μοῦσαι Ὀλύμπια δώματʼ ἔχουσαι
  219. ὅς τις δὴ πρῶτος Ἀγαμέμνονος ἀντίον ἦλθεν
  220. ἢ αὐτῶν Τρώων ἠὲ κλειτῶν ἐπικούρων.
  221. Ἰφιδάμας Ἀντηνορίδης ἠΰς τε μέγας τε
  222. ὃς τράφη ἐν Θρῄκῃ ἐριβώλακι μητέρι μήλων·
  223. Κισσῆς τόν γʼ ἔθρεψε δόμοις ἔνι τυτθὸν ἐόντα
  224. μητροπάτωρ, ὃς τίκτε Θεανὼ καλλιπάρῃον·
  225. αὐτὰρ ἐπεί ῥʼ ἥβης ἐρικυδέος ἵκετο μέτρον,
  226. αὐτοῦ μιν κατέρυκε, δίδου δʼ ὅ γε θυγατέρα ἥν·
  227. γήμας δʼ ἐκ θαλάμοιο μετὰ κλέος ἵκετʼ Ἀχαιῶν
  228. σὺν δυοκαίδεκα νηυσὶ κορωνίσιν, αἵ οἱ ἕποντο.
  229. τὰς μὲν ἔπειτʼ ἐν Περκώτῃ λίπε νῆας ἐΐσας,
  230. αὐτὰρ ὃ πεζὸς ἐὼν ἐς Ἴλιον εἰληλούθει·
  231. ὅς ῥα τότʼ Ἀτρεΐδεω Ἀγαμέμνονος ἀντίον ἦλθεν.
  232. οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες,
  233. Ἀτρεΐδης μὲν ἅμαρτε, παραὶ δέ οἱ ἐτράπετʼ ἔγχος,
  234. Ἰφιδάμας δὲ κατὰ ζώνην θώρηκος ἔνερθε
  235. νύξʼ, ἐπὶ δʼ αὐτὸς ἔρεισε βαρείῃ χειρὶ πιθήσας·
  236. οὐδʼ ἔτορε ζωστῆρα παναίολον, ἀλλὰ πολὺ πρὶν
  237. ἀργύρῳ ἀντομένη μόλιβος ὣς ἐτράπετʼ αἰχμή.
  238. καὶ τό γε χειρὶ λαβὼν εὐρὺ κρείων Ἀγαμέμνων
  239. ἕλκʼ ἐπὶ οἷ μεμαὼς ὥς τε λίς, ἐκ δʼ ἄρα χειρὸς
  240. σπάσσατο· τὸν δʼ ἄορι πλῆξʼ αὐχένα, λῦσε δὲ γυῖα.
  241. ὣς ὃ μὲν αὖθι πεσὼν κοιμήσατο χάλκεον ὕπνον
  242. οἰκτρὸς ἀπὸ μνηστῆς ἀλόχου, ἀστοῖσιν ἀρήγων,
  243. κουριδίης, ἧς οὔ τι χάριν ἴδε, πολλὰ δʼ ἔδωκε·
  244. πρῶθʼ ἑκατὸν βοῦς δῶκεν, ἔπειτα δὲ χίλιʼ ὑπέστη
  245. αἶγας ὁμοῦ καὶ ὄϊς, τά οἱ ἄσπετα ποιμαίνοντο.
  246. δὴ τότε γʼ Ἀτρεΐδης Ἀγαμέμνων ἐξενάριξε,
  247. βῆ δὲ φέρων ἀνʼ ὅμιλον Ἀχαιῶν τεύχεα καλά.
  248. τὸν δʼ ὡς οὖν ἐνόησε Κόων ἀριδείκετος ἀνδρῶν
  249. πρεσβυγενὴς Ἀντηνορίδης, κρατερόν ῥά ἑ πένθος
  250. ὀφθαλμοὺς ἐκάλυψε κασιγνήτοιο πεσόντος.
  251. στῆ δʼ εὐρὰξ σὺν δουρὶ λαθὼν Ἀγαμέμνονα δῖον,
  252. νύξε δέ μιν κατὰ χεῖρα μέσην ἀγκῶνος ἔνερθε,
  253. ἀντικρὺ δὲ διέσχε φαεινοῦ δουρὸς ἀκωκή.
  254. ῥίγησέν τʼ ἄρʼ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων·
  255. ἀλλʼ οὐδʼ ὧς ἀπέληγε μάχης ἠδὲ πτολέμοιο,
  256. ἀλλʼ ἐπόρουσε Κόωνι ἔχων ἀνεμοτρεφὲς ἔγχος.
  257. ἤτοι ὃ Ἰφιδάμαντα κασίγνητον καὶ ὄπατρον
  258. ἕλκε ποδὸς μεμαώς, καὶ ἀΰτει πάντας ἀρίστους·
  259. τὸν δʼ ἕλκοντʼ ἀνʼ ὅμιλον ὑπʼ ἀσπίδος ὀμφαλοέσσης
  260. οὔτησε ξυστῷ χαλκήρεϊ, λῦσε δὲ γυῖα·
  261. τοῖο δʼ ἐπʼ Ἰφιδάμαντι κάρη ἀπέκοψε παραστάς.
  262. ἔνθʼ Ἀντήνορος υἷες ὑπʼ Ἀτρεΐδῃ βασιλῆϊ
  263. πότμον ἀναπλήσαντες ἔδυν δόμον Ἄϊδος εἴσω.
  264. αὐτὰρ ὃ τῶν ἄλλων ἐπεπωλεῖτο στίχας ἀνδρῶν
  265. ἔγχεΐ τʼ ἄορί τε μεγάλοισί τε χερμαδίοισιν,
  266. ὄφρά οἱ αἷμʼ ἔτι θερμὸν ἀνήνοθεν ἐξ ὠτειλῆς.
  267. αὐτὰρ ἐπεὶ τὸ μὲν ἕλκος ἐτέρσετο, παύσατο δʼ αἷμα,
  268. ὀξεῖαι δʼ ὀδύναι δῦνον μένος Ἀτρεΐδαο.
  269. ὡς δʼ ὅτʼ ἂν ὠδίνουσαν ἔχῃ βέλος ὀξὺ γυναῖκα
  270. δριμύ, τό τε προϊεῖσι μογοστόκοι Εἰλείθυιαι
  271. Ἥρης θυγατέρες πικρὰς ὠδῖνας ἔχουσαι,
  272. ὣς ὀξεῖʼ ὀδύναι δῦνον μένος Ἀτρεΐδαο.
  273. ἐς δίφρον δʼ ἀνόρουσε, καὶ ἡνιόχῳ ἐπέτελλε
  274. νηυσὶν ἔπι γλαφυρῇσιν ἐλαυνέμεν· ἤχθετο γὰρ κῆρ.
  275. ἤϋσεν δὲ διαπρύσιον Δαναοῖσι γεγωνώς·
  276. ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες
  277. ὑμεῖς μὲν νῦν νηυσὶν ἀμύνετε ποντοπόροισι
  278. φύλοπιν ἀργαλέην, ἐπεὶ οὐκ ἐμὲ μητίετα Ζεὺς
  279. εἴασε Τρώεσσι πανημέριον πολεμίζειν.
  280. ὣς ἔφαθʼ, ἡνίοχος δʼ ἵμασεν καλλίτριχας ἵππους
  281. νῆας ἔπι γλαφυράς· τὼ δʼ οὐκ ἀέκοντε πετέσθην·
  282. ἄφρεον δὲ στήθεα, ῥαίνοντο δὲ νέρθε κονίῃ
  283. τειρόμενον βασιλῆα μάχης ἀπάνευθε φέροντες.
  284. Ἕκτωρ δʼ ὡς ἐνόησʼ Ἀγαμέμνονα νόσφι κιόντα
  285. Τρωσί τε καὶ Λυκίοισιν ἐκέκλετο μακρὸν ἀΰσας·
  286. Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταὶ
  287. ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς.
  288. οἴχετʼ ἀνὴρ ὤριστος, ἐμοὶ δὲ μέγʼ εὖχος ἔδωκε
  289. Ζεὺς Κρονίδης· ἀλλʼ ἰθὺς ἐλαύνετε μώνυχας ἵππους
  290. ἰφθίμων Δαναῶν, ἵνʼ ὑπέρτερον εὖχος ἄρησθε.
  291. ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.
  292. ὡς δʼ ὅτε πού τις θηρητὴρ κύνας ἀργιόδοντας
  293. σεύῃ ἐπʼ ἀγροτέρῳ συῒ καπρίῳ ἠὲ λέοντι,
  294. ὣς ἐπʼ Ἀχαιοῖσιν σεῦε Τρῶας μεγαθύμους
  295. Ἕκτωρ Πριαμίδης βροτολοιγῷ ἶσος Ἄρηϊ.
  296. αὐτὸς δʼ ἐν πρώτοισι μέγα φρονέων ἐβεβήκει,
  297. ἐν δʼ ἔπεσʼ ὑσμίνῃ ὑπεραέϊ ἶσος ἀέλλῃ,
  298. ἥ τε καθαλλομένη ἰοειδέα πόντον ὀρίνει.
  299. ἔνθα τίνα πρῶτον, τίνα δʼ ὕστατον ἐξενάριξεν
  300. Ἕκτωρ Πριαμίδης, ὅτε οἱ Ζεὺς κῦδος ἔδωκεν;
  301. Ἀσαῖον μὲν πρῶτα καὶ Αὐτόνοον καὶ Ὀπίτην
  302. καὶ Δόλοπα Κλυτίδην καὶ Ὀφέλτιον ἠδʼ Ἀγέλαον
  303. Αἴσυμνόν τʼ Ὦρόν τε καὶ Ἱππόνοον μενεχάρμην.
  304. τοὺς ἄρʼ ὅ γʼ ἡγεμόνας Δαναῶν ἕλεν, αὐτὰρ ἔπειτα
  305. πληθύν, ὡς ὁπότε νέφεα Ζέφυρος στυφελίξῃ
  306. ἀργεστᾶο Νότοιο βαθείῃ λαίλαπι τύπτων·
  307. πολλὸν δὲ τρόφι κῦμα κυλίνδεται, ὑψόσε δʼ ἄχνη
  308. σκίδναται ἐξ ἀνέμοιο πολυπλάγκτοιο ἰωῆς·
  309. ὣς ἄρα πυκνὰ καρήαθʼ ὑφʼ Ἕκτορι δάμνατο λαῶν.
  310. ἔνθά κε λοιγὸς ἔην καὶ ἀμήχανα ἔργα γένοντο,
  311. καί νύ κεν ἐν νήεσσι πέσον φεύγοντες Ἀχαιοί,
  312. εἰ μὴ Τυδεΐδῃ Διομήδεϊ κέκλετʼ Ὀδυσσεύς·
  313. Τυδεΐδη τί παθόντε λελάσμεθα θούριδος ἀλκῆς;
  314. ἀλλʼ ἄγε δεῦρο πέπον, παρʼ ἔμʼ ἵσταο· δὴ γὰρ ἔλεγχος
  315. ἔσσεται εἴ κεν νῆας ἕλῃ κορυθαίολος Ἕκτωρ.
  316. τὸν δʼ ἀπαμειβόμενος προσέφη κρατερὸς Διομήδης·
  317. ἤτοι ἐγὼ μενέω καὶ τλήσομαι· ἀλλὰ μίνυνθα
  318. ἡμέων ἔσσεται ἦδος, ἐπεὶ νεφεληγερέτα Ζεὺς
  319. Τρωσὶν δὴ βόλεται δοῦναι κράτος ἠέ περ ἡμῖν.
  320. ἦ καὶ Θυμβραῖον μὲν ἀφʼ ἵππων ὦσε χαμᾶζε
  321. δουρὶ βαλὼν κατὰ μαζὸν ἀριστερόν· αὐτὰρ Ὀδυσσεὺς
  322. ἀντίθεον θεράποντα Μολίονα τοῖο ἄνακτος.
  323. τοὺς μὲν ἔπειτʼ εἴασαν, ἐπεὶ πολέμου ἀπέπαυσαν·
  324. τὼ δʼ ἀνʼ ὅμιλον ἰόντε κυδοίμεον, ὡς ὅτε κάπρω
  325. ἐν κυσὶ θηρευτῇσι μέγα φρονέοντε πέσητον·
  326. ὣς ὄλεκον Τρῶας πάλιν ὀρμένω· αὐτὰρ Ἀχαιοὶ
  327. ἀσπασίως φεύγοντες ἀνέπνεον Ἕκτορα δῖον.
  328. ἔνθʼ ἑλέτην δίφρόν τε καὶ ἀνέρε δήμου ἀρίστω
  329. υἷε δύω Μέροπος Περκωσίου, ὃς περὶ πάντων
  330. ᾔδεε μαντοσύνας, οὐδὲ οὓς παῖδας ἔασκε
  331. στείχειν ἐς πόλεμον φθισήνορα· τὼ δέ οἱ οὔ τι
  332. πειθέσθην· κῆρες γὰρ ἄγον μέλανος θανάτοιο.
  333. τοὺς μὲν Τυδεΐδης δουρικλειτὸς Διομήδης
  334. θυμοῦ καὶ ψυχῆς κεκαδὼν κλυτὰ τεύχεʼ ἀπηύρα·
  335. Ἱππόδαμον δʼ Ὀδυσεὺς καὶ Ὑπείροχον ἐξενάριξεν.
  336. ἔνθά σφιν κατὰ ἶσα μάχην ἐτάνυσσε Κρονίων
  337. ἐξ Ἴδης καθορῶν· τοὶ δʼ ἀλλήλους ἐνάριζον.
  338. ἤτοι Τυδέος υἱὸς Ἀγάστροφον οὔτασε δουρὶ
  339. Παιονίδην ἥρωα κατʼ ἰσχίον· οὐ δέ οἱ ἵπποι
  340. ἐγγὺς ἔσαν προφυγεῖν, ἀάσατο δὲ μέγα θυμῷ.
  341. τοὺς μὲν γὰρ θεράπων ἀπάνευθʼ ἔχεν, αὐτὰρ ὃ πεζὸς
  342. θῦνε διὰ προμάχων, εἷος φίλον ὤλεσε θυμόν.
  343. Ἕκτωρ δʼ ὀξὺ νόησε κατὰ στίχας, ὦρτο δʼ ἐπʼ αὐτοὺς
  344. κεκλήγων· ἅμα δὲ Τρώων εἵποντο φάλαγγες.
  345. τὸν δὲ ἰδὼν ῥίγησε βοὴν ἀγαθὸς Διομήδης,
  346. αἶψα δʼ Ὀδυσσῆα προσεφώνεεν ἐγγὺς ἐόντα·
  347. νῶϊν δὴ τόδε πῆμα κυλίνδεται ὄβριμος Ἕκτωρ·
  348. ἀλλʼ ἄγε δὴ στέωμεν καὶ ἀλεξώμεσθα μένοντες.
  349. ἦ ῥα, καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος
  350. καὶ βάλεν, οὐδʼ ἀφάμαρτε τιτυσκόμενος κεφαλῆφιν,
  351. ἄκρην κὰκ κόρυθα· πλάγχθη δʼ ἀπὸ χαλκόφι χαλκός,
  352. οὐδʼ ἵκετο χρόα καλόν· ἐρύκακε γὰρ τρυφάλεια
  353. τρίπτυχος αὐλῶπις, τήν οἱ πόρε Φοῖβος Ἀπόλλων.
  354. Ἕκτωρ δʼ ὦκʼ ἀπέλεθρον ἀνέδραμε, μίκτο δʼ ὁμίλῳ,
  355. στῆ δὲ γνὺξ ἐριπὼν καὶ ἐρείσατο χειρὶ παχείῃ
  356. γαίης· ἀμφὶ δὲ ὄσσε κελαινὴ νὺξ ἐκάλυψεν.
  357. ὄφρα δὲ Τυδεΐδης μετὰ δούρατος ᾤχετʼ ἐρωὴν
  358. τῆλε διὰ προμάχων, ὅθι οἱ καταείσατο γαίης
  359. τόφρʼ Ἕκτωρ ἔμπνυτο, καὶ ἂψ ἐς δίφρον ὀρούσας
  360. ἐξέλασʼ ἐς πληθύν, καὶ ἀλεύατο κῆρα μέλαιναν.
  361. δουρὶ δʼ ἐπαΐσσων προσέφη κρατερὸς Διομήδης·
  362. ἐξ αὖ νῦν ἔφυγες θάνατον κύον· ἦ τέ τοι ἄγχι
  363. ἦλθε κακόν· νῦν αὖτέ σʼ ἐρύσατο Φοῖβος Ἀπόλλων