Iliad
Homer
Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.
- ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
- καὶ τότʼ ἔπειτʼ ἀνάγοντο μετὰ στρατὸν εὐρὺν Ἀχαιῶν·
- τοῖσιν δʼ ἴκμενον οὖρον ἵει ἑκάεργος Ἀπόλλων·
- οἳ δʼ ἱστὸν στήσαντʼ ἀνά θʼ ἱστία λευκὰ πέτασσαν,
- ἐν δʼ ἄνεμος πρῆσεν μέσον ἱστίον, ἀμφὶ δὲ κῦμα
- στείρῃ πορφύρεον μεγάλʼ ἴαχε νηὸς ἰούσης·
- ἣ δʼ ἔθεεν κατὰ κῦμα διαπρήσσουσα κέλευθον.
- αὐτὰρ ἐπεί ῥʼ ἵκοντο κατὰ στρατὸν εὐρὺν Ἀχαιῶν,
- νῆα μὲν οἵ γε μέλαιναν ἐπʼ ἠπείροιο ἔρυσσαν
- ὑψοῦ ἐπὶ ψαμάθοις, ὑπὸ δʼ ἕρματα μακρὰ τάνυσσαν·
- αὐτοὶ δʼ ἐσκίδναντο κατὰ κλισίας τε νέας τε.
- αὐτὰρ ὃ μήνιε νηυσὶ παρήμενος ὠκυπόροισι
- διογενὴς Πηλῆος υἱὸς πόδας ὠκὺς Ἀχιλλεύς·
- οὔτέ ποτʼ εἰς ἀγορὴν πωλέσκετο κυδιάνειραν
- οὔτέ ποτʼ ἐς πόλεμον, ἀλλὰ φθινύθεσκε φίλον κῆρ
- αὖθι μένων, ποθέεσκε δʼ ἀϋτήν τε πτόλεμόν τε.
- ἀλλʼ ὅτε δή ῥʼ ἐκ τοῖο δυωδεκάτη γένετʼ ἠώς,
- καὶ τότε δὴ πρὸς Ὄλυμπον ἴσαν θεοὶ αἰὲν ἐόντες
- πάντες ἅμα, Ζεὺς δʼ ἦρχε· Θέτις δʼ οὐ λήθετʼ ἐφετμέων
- παιδὸς ἑοῦ, ἀλλʼ ἥ γʼ ἀνεδύσετο κῦμα θαλάσσης.
- ἠερίη δʼ ἀνέβη μέγαν οὐρανὸν Οὔλυμπόν τε.
- εὗρεν δʼ εὐρύοπα Κρονίδην ἄτερ ἥμενον ἄλλων
- ἀκροτάτῃ κορυφῇ πολυδειράδος Οὐλύμποιο·
- καί ῥα πάροιθʼ αὐτοῖο καθέζετο, καὶ λάβε γούνων
- σκαιῇ, δεξιτερῇ δʼ ἄρʼ ὑπʼ ἀνθερεῶνος ἑλοῦσα
- λισσομένη προσέειπε Δία Κρονίωνα ἄνακτα·
- Ζεῦ πάτερ εἴ ποτε δή σε μετʼ ἀθανάτοισιν ὄνησα
- ἢ ἔπει ἢ ἔργῳ, τόδε μοι κρήηνον ἐέλδωρ·
- τίμησόν μοι υἱὸν ὃς ὠκυμορώτατος ἄλλων
- ἔπλετʼ· ἀτάρ μιν νῦν γε ἄναξ ἀνδρῶν Ἀγαμέμνων
- ἠτίμησεν· ἑλὼν γὰρ ἔχει γέρας αὐτὸς ἀπούρας.
- ἀλλὰ σύ πέρ μιν τῖσον Ὀλύμπιε μητίετα Ζεῦ·
- τόφρα δʼ ἐπὶ Τρώεσσι τίθει κράτος ὄφρʼ ἂν Ἀχαιοὶ
- υἱὸν ἐμὸν τίσωσιν ὀφέλλωσίν τέ ἑ τιμῇ.
- ὣς φάτο· τὴν δʼ οὔ τι προσέφη νεφεληγερέτα Ζεύς,
- ἀλλʼ ἀκέων δὴν ἧστο· Θέτις δʼ ὡς ἥψατο γούνων
- ὣς ἔχετʼ ἐμπεφυυῖα, καὶ εἴρετο δεύτερον αὖτις·
- νημερτὲς μὲν δή μοι ὑπόσχεο καὶ κατάνευσον
- ἢ ἀπόειπʼ, ἐπεὶ οὔ τοι ἔπι δέος, ὄφρʼ ἐῢ εἰδέω
- ὅσσον ἐγὼ μετὰ πᾶσιν ἀτιμοτάτη θεός εἰμι.
- τὴν δὲ μέγʼ ὀχθήσας προσέφη νεφεληγερέτα Ζεύς·
- ἦ δὴ λοίγια ἔργʼ ὅ τέ μʼ ἐχθοδοπῆσαι ἐφήσεις
- Ἥρῃ ὅτʼ ἄν μʼ ἐρέθῃσιν ὀνειδείοις ἐπέεσσιν·
- ἣ δὲ καὶ αὔτως μʼ αἰεὶ ἐν ἀθανάτοισι θεοῖσι
- νεικεῖ, καί τέ μέ φησι μάχῃ Τρώεσσιν ἀρήγειν.
- ἀλλὰ σὺ μὲν νῦν αὖτις ἀπόστιχε μή τι νοήσῃ
- Ἥρη· ἐμοὶ δέ κε ταῦτα μελήσεται ὄφρα τελέσσω·
- εἰ δʼ ἄγε τοι κεφαλῇ κατανεύσομαι ὄφρα πεποίθῃς·
- τοῦτο γὰρ ἐξ ἐμέθεν γε μετʼ ἀθανάτοισι μέγιστον
- τέκμωρ· οὐ γὰρ ἐμὸν παλινάγρετον οὐδʼ ἀπατηλὸν
- οὐδʼ ἀτελεύτητον ὅ τί κεν κεφαλῇ κατανεύσω.
- ἦ καὶ κυανέῃσιν ἐπʼ ὀφρύσι νεῦσε Κρονίων·
- ἀμβρόσιαι δʼ ἄρα χαῖται ἐπερρώσαντο ἄνακτος
- κρατὸς ἀπʼ ἀθανάτοιο· μέγαν δʼ ἐλέλιξεν Ὄλυμπον.
- τώ γʼ ὣς βουλεύσαντε διέτμαγεν· ἣ μὲν ἔπειτα
- εἰς ἅλα ἆλτο βαθεῖαν ἀπʼ αἰγλήεντος Ὀλύμπου,
- Ζεὺς δὲ ἑὸν πρὸς δῶμα· θεοὶ δʼ ἅμα πάντες ἀνέσταν
- ἐξ ἑδέων σφοῦ πατρὸς ἐναντίον· οὐδέ τις ἔτλη
- μεῖναι ἐπερχόμενον, ἀλλʼ ἀντίοι ἔσταν ἅπαντες.
- ὣς ὃ μὲν ἔνθα καθέζετʼ ἐπὶ θρόνου· οὐδέ μιν Ἥρη
- ἠγνοίησεν ἰδοῦσʼ ὅτι οἱ συμφράσσατο βουλὰς
- ἀργυρόπεζα Θέτις θυγάτηρ ἁλίοιο γέροντος.
- αὐτίκα κερτομίοισι Δία Κρονίωνα προσηύδα·
- τίς δʼ αὖ τοι δολομῆτα θεῶν συμφράσσατο βουλάς;
- αἰεί τοι φίλον ἐστὶν ἐμεῦ ἀπὸ νόσφιν ἐόντα
- κρυπτάδια φρονέοντα δικαζέμεν· οὐδέ τί πώ μοι
- πρόφρων τέτληκας εἰπεῖν ἔπος ὅττι νοήσῃς.
- τὴν δʼ ἠμείβετʼ ἔπειτα πατὴρ ἀνδρῶν τε θεῶν τε·
- Ἥρη μὴ δὴ πάντας ἐμοὺς ἐπιέλπεο μύθους
- εἰδήσειν· χαλεποί τοι ἔσοντʼ ἀλόχῳ περ ἐούσῃ·
- ἀλλʼ ὃν μέν κʼ ἐπιεικὲς ἀκουέμεν οὔ τις ἔπειτα
- οὔτε θεῶν πρότερος τὸν εἴσεται οὔτʼ ἀνθρώπων·
- ὃν δέ κʼ ἐγὼν ἀπάνευθε θεῶν ἐθέλωμι νοῆσαι
- μή τι σὺ ταῦτα ἕκαστα διείρεο μηδὲ μετάλλα.
- τὸν δʼ ἠμείβετʼ ἔπειτα βοῶπις πότνια Ἥρη·
- αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες;
- καὶ λίην σε πάρος γʼ οὔτʼ εἴρομαι οὔτε μεταλλῶ,
- ἀλλὰ μάλʼ εὔκηλος τὰ φράζεαι ἅσσʼ ἐθέλῃσθα.
- νῦν δʼ αἰνῶς δείδοικα κατὰ φρένα μή σε παρείπῃ
- ἀργυρόπεζα Θέτις θυγάτηρ ἁλίοιο γέροντος·
- ἠερίη γὰρ σοί γε παρέζετο καὶ λάβε γούνων·
- τῇ σʼ ὀΐω κατανεῦσαι ἐτήτυμον ὡς Ἀχιλῆα
- τιμήσῃς, ὀλέσῃς δὲ πολέας ἐπὶ νηυσὶν Ἀχαιῶν.
- τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·
- δαιμονίη αἰεὶ μὲν ὀΐεαι οὐδέ σε λήθω·
- πρῆξαι δʼ ἔμπης οὔ τι δυνήσεαι, ἀλλʼ ἀπὸ θυμοῦ
- μᾶλλον ἐμοὶ ἔσεαι· τὸ δέ τοι καὶ ῥίγιον ἔσται.
- εἰ δʼ οὕτω τοῦτʼ ἐστὶν ἐμοὶ μέλλει φίλον εἶναι·
- ἀλλʼ ἀκέουσα κάθησο, ἐμῷ δʼ ἐπιπείθεο μύθῳ,
- μή νύ τοι οὐ χραίσμωσιν ὅσοι θεοί εἰσʼ ἐν Ὀλύμπῳ
- ἆσσον ἰόνθʼ, ὅτε κέν τοι ἀάπτους χεῖρας ἐφείω.
- ὣς ἔφατʼ ἔδεισεν δὲ βοῶπις πότνια Ἥρη,
- καί ῥʼ ἀκέουσα καθῆστο ἐπιγνάμψασα φίλον κῆρ·
- ὄχθησαν δʼ ἀνὰ δῶμα Διὸς θεοὶ Οὐρανίωνες·
- τοῖσιν δʼ Ἥφαιστος κλυτοτέχνης ἦρχʼ ἀγορεύειν
- μητρὶ φίλῃ ἐπίηρα φέρων λευκωλένῳ Ἥρῃ·
- ἦ δὴ λοίγια ἔργα τάδʼ ἔσσεται οὐδʼ ἔτʼ ἀνεκτά,
- εἰ δὴ σφὼ ἕνεκα θνητῶν ἐριδαίνετον ὧδε,
- ἐν δὲ θεοῖσι κολῳὸν ἐλαύνετον· οὐδέ τι δαιτὸς
- ἐσθλῆς ἔσσεται ἦδος, ἐπεὶ τὰ χερείονα νικᾷ.
- μητρὶ δʼ ἐγὼ παράφημι καὶ αὐτῇ περ νοεούσῃ
- πατρὶ φίλῳ ἐπίηρα φέρειν Διί, ὄφρα μὴ αὖτε
- νεικείῃσι πατήρ, σὺν δʼ ἡμῖν δαῖτα ταράξῃ.
- εἴ περ γάρ κʼ ἐθέλῃσιν Ὀλύμπιος ἀστεροπητὴς
- ἐξ ἑδέων στυφελίξαι· ὃ γὰρ πολὺ φέρτατός ἐστιν.
- ἀλλὰ σὺ τὸν ἐπέεσσι καθάπτεσθαι μαλακοῖσιν·
- αὐτίκʼ ἔπειθʼ ἵλαος Ὀλύμπιος ἔσσεται ἡμῖν.
- ὣς ἄρʼ ἔφη καὶ ἀναΐξας δέπας ἀμφικύπελλον
- μητρὶ φίλῃ ἐν χειρὶ τίθει καί μιν προσέειπε·
- τέτλαθι μῆτερ ἐμή, καὶ ἀνάσχεο κηδομένη περ,
- μή σε φίλην περ ἐοῦσαν ἐν ὀφθαλμοῖσιν ἴδωμαι
- θεινομένην, τότε δʼ οὔ τι δυνήσομαι ἀχνύμενός περ
- χραισμεῖν· ἀργαλέος γὰρ Ὀλύμπιος ἀντιφέρεσθαι·
- ἤδη γάρ με καὶ ἄλλοτʼ ἀλεξέμεναι μεμαῶτα
- ῥῖψε ποδὸς τεταγὼν ἀπὸ βηλοῦ θεσπεσίοιο,
- πᾶν δʼ ἦμαρ φερόμην, ἅμα δʼ ἠελίῳ καταδύντι
- κάππεσον ἐν Λήμνῳ, ὀλίγος δʼ ἔτι θυμὸς ἐνῆεν·
- ἔνθά με Σίντιες ἄνδρες ἄφαρ κομίσαντο πεσόντα.
- ὣς φάτο, μείδησεν δὲ θεὰ λευκώλενος Ἥρη,
- μειδήσασα δὲ παιδὸς ἐδέξατο χειρὶ κύπελλον·
- αὐτὰρ ὃ τοῖς ἄλλοισι θεοῖς ἐνδέξια πᾶσιν
- οἰνοχόει γλυκὺ νέκταρ ἀπὸ κρητῆρος ἀφύσσων·
- ἄσβεστος δʼ ἄρʼ ἐνῶρτο γέλως μακάρεσσι θεοῖσιν
- ὡς ἴδον Ἥφαιστον διὰ δώματα ποιπνύοντα.
- ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα
- δαίνυντʼ, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης,
- οὐ μὲν φόρμιγγος περικαλλέος ἣν ἔχʼ Ἀπόλλων,
- Μουσάων θʼ αἳ ἄειδον ἀμειβόμεναι ὀπὶ καλῇ.
- αὐτὰρ ἐπεὶ κατέδυ λαμπρὸν φάος ἠελίοιο,
- οἳ μὲν κακκείοντες ἔβαν οἶκον δὲ ἕκαστος,
- ἧχι ἑκάστῳ δῶμα περικλυτὸς ἀμφιγυήεις
- Ἥφαιστος ποίησεν ἰδυίῃσι πραπίδεσσι·
- Ζεὺς δὲ πρὸς ὃν λέχος ἤϊʼ Ὀλύμπιος ἀστεροπητής,
- ἔνθα πάρος κοιμᾶθʼ ὅτε μιν γλυκὺς ὕπνος ἱκάνοι·
- ἔνθα καθεῦδʼ ἀναβάς, παρὰ δὲ χρυσόθρονος Ἥρη.
- ἄλλοι μέν ῥα θεοί τε καὶ ἀνέρες ἱπποκορυσταὶ
- εὗδον παννύχιοι, Δία δʼ οὐκ ἔχε νήδυμος ὕπνος,
- ἀλλʼ ὅ γε μερμήριζε κατὰ φρένα ὡς Ἀχιλῆα
- τιμήσῃ, ὀλέσῃ δὲ πολέας ἐπὶ νηυσὶν Ἀχαιῶν.
- ἥδε δέ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή,
- πέμψαι ἐπʼ Ἀτρεΐδῃ Ἀγαμέμνονι οὖλον ὄνειρον·
- καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
- βάσκʼ ἴθι οὖλε ὄνειρε θοὰς ἐπὶ νῆας Ἀχαιῶν·
- ἐλθὼν ἐς κλισίην Ἀγαμέμνονος Ἀτρεΐδαο
- πάντα μάλʼ ἀτρεκέως ἀγορευέμεν ὡς ἐπιτέλλω·
- θωρῆξαί ἑ κέλευε κάρη κομόωντας Ἀχαιοὺς
- πανσυδίῃ· νῦν γάρ κεν ἕλοι πόλιν εὐρυάγυιαν
- Τρώων· οὐ γὰρ ἔτʼ ἀμφὶς Ὀλύμπια δώματʼ ἔχοντες
- ἀθάνατοι φράζονται· ἐπέγναμψεν γὰρ ἅπαντας
- Ἥρη λισσομένη, Τρώεσσι δὲ κήδεʼ ἐφῆπται.
- ὣς φάτο, βῆ δʼ ἄρʼ ὄνειρος ἐπεὶ τὸν μῦθον ἄκουσε·
- καρπαλίμως δʼ ἵκανε θοὰς ἐπὶ νῆας Ἀχαιῶν,
- βῆ δʼ ἄρʼ ἐπʼ Ἀτρεΐδην Ἀγαμέμνονα· τὸν δὲ κίχανεν
- εὕδοντʼ ἐν κλισίῃ, περὶ δʼ ἀμβρόσιος κέχυθʼ ὕπνος.
- στῆ δʼ ἄρʼ ὑπὲρ κεφαλῆς Νηληΐῳ υἷι ἐοικώς
- Νέστορι, τόν ῥα μάλιστα γερόντων τῖʼ Ἀγαμέμνων·
- τῷ μιν ἐεισάμενος προσεφώνεε θεῖος ὄνειρος·
- εὕδεις Ἀτρέος υἱὲ δαΐφρονος ἱπποδάμοιο·
- οὐ χρὴ παννύχιον εὕδειν βουληφόρον ἄνδρα
- ᾧ λαοί τʼ ἐπιτετράφαται καὶ τόσσα μέμηλε·
- νῦν δʼ ἐμέθεν ξύνες ὦκα· Διὸς δέ τοι ἄγγελός εἰμι,
- ὃς σεῦ ἄνευθεν ἐὼν μέγα κήδεται ἠδʼ ἐλεαίρει.
- θωρῆξαί σε κέλευσε κάρη κομόωντας Ἀχαιοὺς
- πανσυδίῃ· νῦν γάρ κεν ἕλοις πόλιν εὐρυάγυιαν
- Τρώων· οὐ γὰρ ἔτʼ ἀμφὶς Ὀλύμπια δώματʼ ἔχοντες
- ἀθάνατοι φράζονται· ἐπέγναμψεν γὰρ ἅπαντας
- Ἥρη λισσομένη, Τρώεσσι δὲ κήδεʼ ἐφῆπται
- ἐκ Διός· ἀλλὰ σὺ σῇσιν ἔχε φρεσί, μηδέ σε λήθη
- αἱρείτω εὖτʼ ἄν σε μελίφρων ὕπνος ἀνήῃ.
- ὣς ἄρα φωνήσας ἀπεβήσετο, τὸν δὲ λίπʼ αὐτοῦ
- τὰ φρονέοντʼ ἀνὰ θυμὸν ἅ ῥʼ οὐ τελέεσθαι ἔμελλον·
- φῆ γὰρ ὅ γʼ αἱρήσειν Πριάμου πόλιν ἤματι κείνῳ
- νήπιος, οὐδὲ τὰ ᾔδη ἅ ῥα Ζεὺς μήδετο ἔργα·
- θήσειν γὰρ ἔτʼ ἔμελλεν ἐπʼ ἄλγεά τε στοναχάς τε
- Τρωσί τε καὶ Δαναοῖσι διὰ κρατερὰς ὑσμίνας.
- ἔγρετο δʼ ἐξ ὕπνου, θείη δέ μιν ἀμφέχυτʼ ὀμφή·
- ἕζετο δʼ ὀρθωθείς, μαλακὸν δʼ ἔνδυνε χιτῶνα
- καλὸν νηγάτεον, περὶ δὲ μέγα βάλλετο φᾶρος·
- ποσσὶ δʼ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα,
- ἀμφὶ δʼ ἄρʼ ὤμοισιν βάλετο ξίφος ἀργυρόηλον·
- εἵλετο δὲ σκῆπτρον πατρώϊον ἄφθιτον αἰεὶ
- σὺν τῷ ἔβη κατὰ νῆας Ἀχαιῶν χαλκοχιτώνων·
- ἠὼς μέν ῥα θεὰ προσεβήσετο μακρὸν Ὄλυμπον
- Ζηνὶ φόως ἐρέουσα καὶ ἄλλοις ἀθανάτοισιν·
- αὐτὰρ ὃ κηρύκεσσι λιγυφθόγγοισι κέλευσε
- κηρύσσειν ἀγορὴν δὲ κάρη κομόωντας Ἀχαιούς·
- οἳ μὲν ἐκήρυσσον, τοὶ δʼ ἠγείροντο μάλʼ ὦκα·
- βουλὴν δὲ πρῶτον μεγαθύμων ἷζε γερόντων
- Νεστορέῃ παρὰ νηῒ Πυλοιγενέος βασιλῆος·
- τοὺς ὅ γε συγκαλέσας πυκινὴν ἀρτύνετο βουλήν·
- κλῦτε φίλοι· θεῖός μοι ἐνύπνιον ἦλθεν ὄνειρος
- ἀμβροσίην διὰ νύκτα· μάλιστα δὲ Νέστορι δίῳ
- εἶδός τε μέγεθός τε φυήν τʼ ἄγχιστα ἐῴκει·
- στῆ δʼ ἄρʼ ὑπὲρ κεφαλῆς καί με πρὸς μῦθον ἔειπεν·
- εὕδεις Ἀτρέος υἱὲ δαΐφρονος ἱπποδάμοιο·
- οὐ χρὴ παννύχιον εὕδειν βουληφόρον ἄνδρα,
- ᾧ λαοί τʼ ἐπιτετράφαται καὶ τόσσα μέμηλε·
- νῦν δʼ ἐμέθεν ξύνες ὦκα· Διὸς δέ τοι ἄγγελός εἰμι,
- ὃς σεῦ ἄνευθεν ἐὼν μέγα κήδεται ἠδʼ ἐλεαίρει·
- θωρῆξαί σε κέλευσε κάρη κομόωντας Ἀχαιοὺς
- πανσυδίῃ· νῦν γάρ κεν ἕλοις πόλιν εὐρυάγυιαν
- Τρώων· οὐ γὰρ ἔτʼ ἀμφὶς Ὀλύμπια δώματʼ ἔχοντες
- ἀθάνατοι φράζονται· ἐπέγναμψεν γὰρ ἅπαντας
- Ἥρη λισσομένη, Τρώεσσι δὲ κήδεʼ ἐφῆπται
- ἐκ Διός· ἀλλὰ σὺ σῇσιν ἔχε φρεσίν· ὣς ὃ μὲν εἰπὼν
- ᾤχετʼ ἀποπτάμενος, ἐμὲ δὲ γλυκὺς ὕπνος ἀνῆκεν.
- ἀλλʼ ἄγετʼ αἴ κέν πως θωρήξομεν υἷας Ἀχαιῶν·
- πρῶτα δʼ ἐγὼν ἔπεσιν πειρήσομαι, ἣ θέμις ἐστί,
- καὶ φεύγειν σὺν νηυσὶ πολυκλήϊσι κελεύσω·
- ὑμεῖς δʼ ἄλλοθεν ἄλλος ἐρητύειν ἐπέεσσιν.
- ἤτοι ὅ γʼ ὣς εἰπὼν κατʼ ἄρʼ ἕζετο, τοῖσι δʼ ἀνέστη
- Νέστωρ, ὅς ῥα Πύλοιο ἄναξ ἦν ἠμαθόεντος,
- ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν·
- ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες
- εἰ μέν τις τὸν ὄνειρον Ἀχαιῶν ἄλλος ἔνισπε
- ψεῦδός κεν φαῖμεν καὶ νοσφιζοίμεθα μᾶλλον·
- νῦν δʼ ἴδεν ὃς μέγʼ ἄριστος Ἀχαιῶν εὔχεται εἶναι·
- ἀλλʼ ἄγετʼ αἴ κέν πως θωρήξομεν υἷας Ἀχαιῶν.
- ὣς ἄρα φωνήσας βουλῆς ἐξῆρχε νέεσθαι,
- οἳ δʼ ἐπανέστησαν πείθοντό τε ποιμένι λαῶν
- σκηπτοῦχοι βασιλῆες· ἐπεσσεύοντο δὲ λαοί.
- ἠΰτε ἔθνεα εἶσι μελισσάων ἁδινάων
- πέτρης ἐκ γλαφυρῆς αἰεὶ νέον ἐρχομενάων,
- βοτρυδὸν δὲ πέτονται ἐπʼ ἄνθεσιν εἰαρινοῖσιν·
- αἳ μέν τʼ ἔνθα ἅλις πεποτήαται, αἳ δέ τε ἔνθα·
- ὣς τῶν ἔθνεα πολλὰ νεῶν ἄπο καὶ κλισιάων
- ἠϊόνος προπάροιθε βαθείης ἐστιχόωντο
- ἰλαδὸν εἰς ἀγορήν· μετὰ δέ σφισιν ὄσσα δεδήει
- ὀτρύνουσʼ ἰέναι Διὸς ἄγγελος· οἳ δʼ ἀγέροντο.
- τετρήχει δʼ ἀγορή, ὑπὸ δὲ στεναχίζετο γαῖα
- λαῶν ἱζόντων, ὅμαδος δʼ ἦν· ἐννέα δέ σφεας
- κήρυκες βοόωντες ἐρήτυον, εἴ ποτʼ ἀϋτῆς
- σχοίατʼ, ἀκούσειαν δὲ διοτρεφέων βασιλήων.
- σπουδῇ δʼ ἕζετο λαός, ἐρήτυθεν δὲ καθʼ ἕδρας
- παυσάμενοι κλαγγῆς· ἀνὰ δὲ κρείων Ἀγαμέμνων
- ἔστη σκῆπτρον ἔχων τὸ μὲν Ἥφαιστος κάμε τεύχων.
- Ἥφαιστος μὲν δῶκε Διὶ Κρονίωνι ἄνακτι,
- αὐτὰρ ἄρα Ζεὺς δῶκε διακτόρῳ ἀργεϊφόντῃ·
- Ἑρμείας δὲ ἄναξ δῶκεν Πέλοπι πληξίππῳ,
- αὐτὰρ ὃ αὖτε Πέλοψ δῶκʼ Ἀτρέϊ ποιμένι λαῶν,
- Ἀτρεὺς δὲ θνῄσκων ἔλιπεν πολύαρνι Θυέστῃ,
- αὐτὰρ ὃ αὖτε Θυέστʼ Ἀγαμέμνονι λεῖπε φορῆναι,
- πολλῇσιν νήσοισι καὶ Ἄργεϊ παντὶ ἀνάσσειν.
- τῷ ὅ γʼ ἐρεισάμενος ἔπεʼ Ἀργείοισι μετηύδα·
- ὦ φίλοι ἥρωες Δαναοὶ θεράποντες Ἄρηος
- Ζεύς με μέγα Κρονίδης ἄτῃ ἐνέδησε βαρείῃ,
- σχέτλιος, ὃς πρὶν μέν μοι ὑπέσχετο καὶ κατένευσεν
- Ἴλιον ἐκπέρσαντʼ εὐτείχεον ἀπονέεσθαι,
- νῦν δὲ κακὴν ἀπάτην βουλεύσατο, καί με κελεύει
- δυσκλέα Ἄργος ἱκέσθαι, ἐπεὶ πολὺν ὤλεσα λαόν.
- οὕτω που Διὶ μέλλει ὑπερμενέϊ φίλον εἶναι,
- ὃς δὴ πολλάων πολίων κατέλυσε κάρηνα
- ἠδʼ ἔτι καὶ λύσει· τοῦ γὰρ κράτος ἐστὶ μέγιστον.
- αἰσχρὸν γὰρ τόδε γʼ ἐστὶ καὶ ἐσσομένοισι πυθέσθαι
- μὰψ οὕτω τοιόνδε τοσόνδε τε λαὸν Ἀχαιῶν
- ἄπρηκτον πόλεμον πολεμίζειν ἠδὲ μάχεσθαι
- ἀνδράσι παυροτέροισι, τέλος δʼ οὔ πώ τι πέφανται·
- εἴ περ γάρ κʼ ἐθέλοιμεν Ἀχαιοί τε Τρῶές τε
- ὅρκια πιστὰ ταμόντες ἀριθμηθήμεναι ἄμφω,
- Τρῶας μὲν λέξασθαι ἐφέστιοι ὅσσοι ἔασιν,
- ἡμεῖς δʼ ἐς δεκάδας διακοσμηθεῖμεν Ἀχαιοί,
- Τρώων δʼ ἄνδρα ἕκαστοι ἑλοίμεθα οἰνοχοεύειν,
- πολλαί κεν δεκάδες δευοίατο οἰνοχόοιο.
- τόσσον ἐγώ φημι πλέας ἔμμεναι υἷας Ἀχαιῶν
- Τρώων, οἳ ναίουσι κατὰ πτόλιν· ἀλλʼ ἐπίκουροι
- πολλέων ἐκ πολίων ἐγχέσπαλοι ἄνδρες ἔασιν,
- οἵ με μέγα πλάζουσι καὶ οὐκ εἰῶσʼ ἐθέλοντα
- Ἰλίου ἐκπέρσαι εὖ ναιόμενον πτολίεθρον.
- ἐννέα δὴ βεβάασι Διὸς μεγάλου ἐνιαυτοί,
- καὶ δὴ δοῦρα σέσηπε νεῶν καὶ σπάρτα λέλυνται·
- αἳ δέ που ἡμέτεραί τʼ ἄλοχοι καὶ νήπια τέκνα
- εἵατʼ ἐνὶ μεγάροις ποτιδέγμεναι· ἄμμι δὲ ἔργον
- αὔτως ἀκράαντον οὗ εἵνεκα δεῦρʼ ἱκόμεσθα.
- ἀλλʼ ἄγεθʼ ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες·
- φεύγωμεν σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν·
- οὐ γὰρ ἔτι Τροίην αἱρήσομεν εὐρυάγυιαν.
- ὣς φάτο, τοῖσι δὲ θυμὸν ἐνὶ στήθεσσιν ὄρινε
- πᾶσι μετὰ πληθὺν ὅσοι οὐ βουλῆς ἐπάκουσαν·
- κινήθη δʼ ἀγορὴ φὴ κύματα μακρὰ θαλάσσης
- πόντου Ἰκαρίοιο, τὰ μέν τʼ Εὖρός τε Νότος τε
- ὤρορʼ ἐπαΐξας πατρὸς Διὸς ἐκ νεφελάων.
- ὡς δʼ ὅτε κινήσῃ Ζέφυρος βαθὺ λήϊον ἐλθὼν
- λάβρος ἐπαιγίζων, ἐπί τʼ ἠμύει ἀσταχύεσσιν,
- ὣς τῶν πᾶσʼ ἀγορὴ κινήθη· τοὶ δʼ ἀλαλητῷ
- νῆας ἔπʼ ἐσσεύοντο, ποδῶν δʼ ὑπένερθε κονίη
- ἵστατʼ ἀειρομένη· τοὶ δʼ ἀλλήλοισι κέλευον
- ἅπτεσθαι νηῶν ἠδʼ ἑλκέμεν εἰς ἅλα δῖαν,
- οὐρούς τʼ ἐξεκάθαιρον· ἀϋτὴ δʼ οὐρανὸν ἷκεν
- οἴκαδε ἱεμένων· ὑπὸ δʼ ᾕρεον ἕρματα νηῶν.
- ἔνθά κεν Ἀργείοισιν ὑπέρμορα νόστος ἐτύχθη
- εἰ μὴ Ἀθηναίην Ἥρη πρὸς μῦθον ἔειπεν·
- ὢ πόποι αἰγιόχοιο Διὸς τέκος Ἀτρυτώνη,
- οὕτω δὴ οἶκον δὲ φίλην ἐς πατρίδα γαῖαν
- Ἀργεῖοι φεύξονται ἐπʼ εὐρέα νῶτα θαλάσσης,
- κὰδ δέ κεν εὐχωλὴν Πριάμῳ καὶ Τρωσὶ λίποιεν
- Ἀργείην Ἑλένην, ἧς εἵνεκα πολλοὶ Ἀχαιῶν
- ἐν Τροίῃ ἀπόλοντο φίλης ἀπὸ πατρίδος αἴης·
- ἀλλʼ ἴθι νῦν κατὰ λαὸν Ἀχαιῶν χαλκοχιτώνων·
- σοῖς ἀγανοῖς ἐπέεσσιν ἐρήτυε φῶτα ἕκαστον,
- μηδὲ ἔα νῆας ἅλα δʼ ἑλκέμεν ἀμφιελίσσας.
- ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε θεὰ γλαυκῶπις Ἀθήνη,
- βῆ δὲ κατʼ Οὐλύμποιο καρήνων ἀΐξασα·
- καρπαλίμως δʼ ἵκανε θοὰς ἐπὶ νῆας Ἀχαιῶν.
- εὗρεν ἔπειτʼ Ὀδυσῆα Διὶ μῆτιν ἀτάλαντον
- ἑσταότʼ· οὐδʼ ὅ γε νηὸς ἐϋσσέλμοιο μελαίνης
- ἅπτετʼ, ἐπεί μιν ἄχος κραδίην καὶ θυμὸν ἵκανεν·
- ἀγχοῦ δʼ ἱσταμένη προσέφη γλαυκῶπις Ἀθήνη·
- διογενὲς Λαερτιάδη πολυμήχανʼ Ὀδυσσεῦ,
- οὕτω δὴ οἶκον δὲ φίλην ἐς πατρίδα γαῖαν
- φεύξεσθʼ ἐν νήεσσι πολυκλήϊσι πεσόντες,
- κὰδ δέ κεν εὐχωλὴν Πριάμῳ καὶ Τρωσὶ λίποιτε
- Ἀργείην Ἑλένην, ἧς εἵνεκα πολλοὶ Ἀχαιῶν
- ἐν Τροίῃ ἀπόλοντο φίλης ἀπὸ πατρίδος αἴης;
- ἀλλʼ ἴθι νῦν κατὰ λαὸν Ἀχαιῶν, μηδʼ ἔτʼ ἐρώει,
- σοῖς δʼ ἀγανοῖς ἐπέεσσιν ἐρήτυε φῶτα ἕκαστον,
- μηδὲ ἔα νῆας ἅλα δʼ ἑλκέμεν ἀμφιελίσσας.
- ὣς φάθʼ, ὃ δὲ ξυνέηκε θεᾶς ὄπα φωνησάσης,
- βῆ δὲ θέειν, ἀπὸ δὲ χλαῖναν βάλε· τὴν δὲ κόμισσε
- κῆρυξ Εὐρυβάτης Ἰθακήσιος ὅς οἱ ὀπήδει·
- αὐτὸς δʼ Ἀτρεΐδεω Ἀγαμέμνονος ἀντίος ἐλθὼν
- δέξατό οἱ σκῆπτρον πατρώϊον ἄφθιτον αἰεί·
- σὺν τῷ ἔβη κατὰ νῆας Ἀχαιῶν χαλκοχιτώνων.
- ὅν τινα μὲν βασιλῆα καὶ ἔξοχον ἄνδρα κιχείη
- τὸν δʼ ἀγανοῖς ἐπέεσσιν ἐρητύσασκε παραστάς·
- δαιμόνιʼ οὔ σε ἔοικε κακὸν ὣς δειδίσσεσθαι,
- ἀλλʼ αὐτός τε κάθησο καὶ ἄλλους ἵδρυε λαούς·
- οὐ γάρ πω σάφα οἶσθʼ οἷος νόος Ἀτρεΐωνος·
- νῦν μὲν πειρᾶται, τάχα δʼ ἴψεται υἷας Ἀχαιῶν.
- ἐν βουλῇ δʼ οὐ πάντες ἀκούσαμεν οἷον ἔειπε.
- μή τι χολωσάμενος ῥέξῃ κακὸν υἷας Ἀχαιῶν·
- θυμὸς δὲ μέγας ἐστὶ διοτρεφέων βασιλήων,
- τιμὴ δʼ ἐκ Διός ἐστι, φιλεῖ δέ ἑ μητίετα Ζεύς.
- ὃν δʼ αὖ δήμου τʼ ἄνδρα ἴδοι βοόωντά τʼ ἐφεύροι,
- τὸν σκήπτρῳ ἐλάσασκεν ὁμοκλήσασκέ τε μύθῳ·
- δαιμόνιʼ ἀτρέμας ἧσο καὶ ἄλλων μῦθον ἄκουε,
- οἳ σέο φέρτεροί εἰσι, σὺ δʼ ἀπτόλεμος καὶ ἄναλκις
- οὔτέ ποτʼ ἐν πολέμῳ ἐναρίθμιος οὔτʼ ἐνὶ βουλῇ·
- οὐ μέν πως πάντες βασιλεύσομεν ἐνθάδʼ Ἀχαιοί·
- οὐκ ἀγαθὸν πολυκοιρανίη· εἷς κοίρανος ἔστω,
- εἷς βασιλεύς, ᾧ δῶκε Κρόνου πάϊς ἀγκυλομήτεω
- σκῆπτρόν τʼ ἠδὲ θέμιστας, ἵνά σφισι βουλεύῃσι.
- ὣς ὅ γε κοιρανέων δίεπε στρατόν· οἳ δʼ ἀγορὴν δὲ
- αὖτις ἐπεσσεύοντο νεῶν ἄπο καὶ κλισιάων
- ἠχῇ, ὡς ὅτε κῦμα πολυφλοίσβοιο θαλάσσης
- αἰγιαλῷ μεγάλῳ βρέμεται, σμαραγεῖ δέ τε πόντος.
- ἄλλοι μέν ῥʼ ἕζοντο, ἐρήτυθεν δὲ καθʼ ἕδρας·
- Θερσίτης δʼ ἔτι μοῦνος ἀμετροεπὴς ἐκολῴα,
- ὃς ἔπεα φρεσὶν ᾗσιν ἄκοσμά τε πολλά τε ᾔδη
- μάψ, ἀτὰρ οὐ κατὰ κόσμον, ἐριζέμεναι βασιλεῦσιν,
- ἀλλʼ ὅ τι οἱ εἴσαιτο γελοίϊον Ἀργείοισιν
- ἔμμεναι· αἴσχιστος δὲ ἀνὴρ ὑπὸ Ἴλιον ἦλθε·
- φολκὸς ἔην, χωλὸς δʼ ἕτερον πόδα· τὼ δέ οἱ ὤμω
- κυρτὼ ἐπὶ στῆθος συνοχωκότε· αὐτὰρ ὕπερθε
- φοξὸς ἔην κεφαλήν, ψεδνὴ δʼ ἐπενήνοθε λάχνη.
- ἔχθιστος δʼ Ἀχιλῆϊ μάλιστʼ ἦν ἠδʼ Ὀδυσῆϊ·
- τὼ γὰρ νεικείεσκε· τότʼ αὖτʼ Ἀγαμέμνονι δίῳ
- ὀξέα κεκλήγων λέγʼ ὀνείδεα· τῷ δʼ ἄρʼ Ἀχαιοὶ
- ἐκπάγλως κοτέοντο νεμέσσηθέν τʼ ἐνὶ θυμῷ.
- αὐτὰρ ὃ μακρὰ βοῶν Ἀγαμέμνονα νείκεε μύθῳ·
- Ἀτρεΐδη τέο δʼ αὖτʼ ἐπιμέμφεαι ἠδὲ χατίζεις;
- πλεῖαί τοι χαλκοῦ κλισίαι, πολλαὶ δὲ γυναῖκες
- εἰσὶν ἐνὶ κλισίῃς ἐξαίρετοι, ἅς τοι Ἀχαιοὶ
- πρωτίστῳ δίδομεν εὖτʼ ἂν πτολίεθρον ἕλωμεν.
- ἦ ἔτι καὶ χρυσοῦ ἐπιδεύεαι, ὅν κέ τις οἴσει
- Τρώων ἱπποδάμων ἐξ Ἰλίου υἷος ἄποινα,
- ὅν κεν ἐγὼ δήσας ἀγάγω ἢ ἄλλος Ἀχαιῶν,
- ἠὲ γυναῖκα νέην, ἵνα μίσγεαι ἐν φιλότητι,
- ἥν τʼ αὐτὸς ἀπονόσφι κατίσχεαι; οὐ μὲν ἔοικεν
- ἀρχὸν ἐόντα κακῶν ἐπιβασκέμεν υἷας Ἀχαιῶν.
- ὦ πέπονες κάκʼ ἐλέγχεʼ Ἀχαιΐδες οὐκέτʼ Ἀχαιοὶ
- οἴκαδέ περ σὺν νηυσὶ νεώμεθα, τόνδε δʼ ἐῶμεν
- αὐτοῦ ἐνὶ Τροίῃ γέρα πεσσέμεν, ὄφρα ἴδηται
- ἤ ῥά τί οἱ χἠμεῖς προσαμύνομεν ἦε καὶ οὐκί·
- ὃς καὶ νῦν Ἀχιλῆα ἕο μέγʼ ἀμείνονα φῶτα
- ἠτίμησεν· ἑλὼν γὰρ ἔχει γέρας αὐτὸς ἀπούρας.
- ἀλλὰ μάλʼ οὐκ Ἀχιλῆϊ χόλος φρεσίν, ἀλλὰ μεθήμων·
- ἦ γὰρ ἂν Ἀτρεΐδη νῦν ὕστατα λωβήσαιο·
- ὣς φάτο νεικείων Ἀγαμέμνονα ποιμένα λαῶν,
- Θερσίτης· τῷ δʼ ὦκα παρίστατο δῖος Ὀδυσσεύς,
- καί μιν ὑπόδρα ἰδὼν χαλεπῷ ἠνίπαπε μύθῳ·
- Θερσῖτʼ ἀκριτόμυθε, λιγύς περ ἐὼν ἀγορητής,
- ἴσχεο, μηδʼ ἔθελʼ οἶος ἐριζέμεναι βασιλεῦσιν·
- οὐ γὰρ ἐγὼ σέο φημὶ χερειότερον βροτὸν ἄλλον
- ἔμμεναι, ὅσσοι ἅμʼ Ἀτρεΐδῃς ὑπὸ Ἴλιον ἦλθον.
- τὼ οὐκ ἂν βασιλῆας ἀνὰ στόμʼ ἔχων ἀγορεύοις,
- καί σφιν ὀνείδεά τε προφέροις, νόστόν τε φυλάσσοις.
- οὐδέ τί πω σάφα ἴδμεν ὅπως ἔσται τάδε ἔργα,
- ἢ εὖ ἦε κακῶς νοστήσομεν υἷες Ἀχαιῶν.
- τὼ νῦν Ἀτρεΐδῃ Ἀγαμέμνονι ποιμένι λαῶν
- ἧσαι ὀνειδίζων, ὅτι οἱ μάλα πολλὰ διδοῦσιν
- ἥρωες Δαναοί· σὺ δὲ κερτομέων ἀγορεύεις.
- ἀλλʼ ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·
- εἴ κʼ ἔτι σʼ ἀφραίνοντα κιχήσομαι ὥς νύ περ ὧδε,
- μηκέτʼ ἔπειτʼ Ὀδυσῆϊ κάρη ὤμοισιν ἐπείη,
- μηδʼ ἔτι Τηλεμάχοιο πατὴρ κεκλημένος εἴην,
- εἰ μὴ ἐγώ σε λαβὼν ἀπὸ μὲν φίλα εἵματα δύσω,
- χλαῖνάν τʼ ἠδὲ χιτῶνα, τά τʼ αἰδῶ ἀμφικαλύπτει,
- αὐτὸν δὲ κλαίοντα θοὰς ἐπὶ νῆας ἀφήσω
- πεπλήγων ἀγορῆθεν ἀεικέσσι πληγῇσιν.
- ὣς ἄρʼ ἔφη, σκήπτρῳ δὲ μετάφρενον ἠδὲ καὶ ὤμω
- πλῆξεν· ὃ δʼ ἰδνώθη, θαλερὸν δέ οἱ ἔκπεσε δάκρυ·
- σμῶδιξ δʼ αἱματόεσσα μεταφρένου ἐξυπανέστη
- σκήπτρου ὕπο χρυσέου· ὃ δʼ ἄρʼ ἕζετο τάρβησέν τε,
- ἀλγήσας δʼ ἀχρεῖον ἰδὼν ἀπομόρξατο δάκρυ.
- οἳ δὲ καὶ ἀχνύμενοί περ ἐπʼ αὐτῷ ἡδὺ γέλασσαν·
- ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·
- ὢ πόποι ἦ δὴ μυρίʼ Ὀδυσσεὺς ἐσθλὰ ἔοργε
- βουλάς τʼ ἐξάρχων ἀγαθὰς πόλεμόν τε κορύσσων·
- νῦν δὲ τόδε μέγʼ ἄριστον ἐν Ἀργείοισιν ἔρεξεν,
- ὃς τὸν λωβητῆρα ἐπεσβόλον ἔσχʼ ἀγοράων.
- οὔ θήν μιν πάλιν αὖτις ἀνήσει θυμὸς ἀγήνωρ
- νεικείειν βασιλῆας ὀνειδείοις ἐπέεσσιν.
- ὣς φάσαν ἣ πληθύς· ἀνὰ δʼ ὃ πτολίπορθος Ὀδυσσεὺς
- ἔστη σκῆπτρον ἔχων· παρὰ δὲ γλαυκῶπις Ἀθήνη
- εἰδομένη κήρυκι σιωπᾶν λαὸν ἀνώγει,
- ὡς ἅμα θʼ οἳ πρῶτοί τε καὶ ὕστατοι υἷες Ἀχαιῶν
- μῦθον ἀκούσειαν καὶ ἐπιφρασσαίατο βουλήν·
- ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν·
- Ἀτρεΐδη νῦν δή σε ἄναξ ἐθέλουσιν Ἀχαιοὶ
- πᾶσιν ἐλέγχιστον θέμεναι μερόπεσσι βροτοῖσιν,
- οὐδέ τοι ἐκτελέουσιν ὑπόσχεσιν ἥν περ ὑπέσταν
- ἐνθάδʼ ἔτι στείχοντες ἀπʼ Ἄργεος ἱπποβότοιο
- Ἴλιον ἐκπέρσαντʼ εὐτείχεον ἀπονέεσθαι.
- ὥς τε γὰρ ἢ παῖδες νεαροὶ χῆραί τε γυναῖκες
- ἀλλήλοισιν ὀδύρονται οἶκον δὲ νέεσθαι.
- ἦ μὴν καὶ πόνος ἐστὶν ἀνιηθέντα νέεσθαι·
- καὶ γάρ τίς θʼ ἕνα μῆνα μένων ἀπὸ ἧς ἀλόχοιο
- ἀσχαλάᾳ σὺν νηῒ πολυζύγῳ, ὅν περ ἄελλαι
- χειμέριαι εἰλέωσιν ὀρινομένη τε θάλασσα·
- ἡμῖν δʼ εἴνατός ἐστι περιτροπέων ἐνιαυτὸς
- ἐνθάδε μιμνόντεσσι· τὼ οὐ νεμεσίζομʼ Ἀχαιοὺς
- ἀσχαλάαν παρὰ νηυσὶ κορωνίσιν· ἀλλὰ καὶ ἔμπης
- αἰσχρόν τοι δηρόν τε μένειν κενεόν τε νέεσθαι.
- τλῆτε φίλοι, καὶ μείνατʼ ἐπὶ χρόνον ὄφρα δαῶμεν
- ἢ ἐτεὸν Κάλχας μαντεύεται ἦε καὶ οὐκί.
- εὖ γὰρ δὴ τόδε ἴδμεν ἐνὶ φρεσίν, ἐστὲ δὲ πάντες
- μάρτυροι, οὓς μὴ κῆρες ἔβαν θανάτοιο φέρουσαι·
- χθιζά τε καὶ πρωΐζʼ ὅτʼ ἐς Αὐλίδα νῆες Ἀχαιῶν
- ἠγερέθοντο κακὰ Πριάμῳ καὶ Τρωσὶ φέρουσαι,
- ἡμεῖς δʼ ἀμφὶ περὶ κρήνην ἱεροὺς κατὰ βωμοὺς
- ἕρδομεν ἀθανάτοισι τεληέσσας ἑκατόμβας
- καλῇ ὑπὸ πλατανίστῳ ὅθεν ῥέεν ἀγλαὸν ὕδωρ·
- ἔνθʼ ἐφάνη μέγα σῆμα· δράκων ἐπὶ νῶτα δαφοινὸς
- σμερδαλέος, τόν ῥʼ αὐτὸς Ὀλύμπιος ἧκε φόως δέ,
- βωμοῦ ὑπαΐξας πρός ῥα πλατάνιστον ὄρουσεν.
- ἔνθα δʼ ἔσαν στρουθοῖο νεοσσοί, νήπια τέκνα,
- ὄζῳ ἐπʼ ἀκροτάτῳ πετάλοις ὑποπεπτηῶτες
- ὀκτώ, ἀτὰρ μήτηρ ἐνάτη ἦν ἣ τέκε τέκνα·
- ἔνθʼ ὅ γε τοὺς ἐλεεινὰ κατήσθιε τετριγῶτας·
- μήτηρ δʼ ἀμφεποτᾶτο ὀδυρομένη φίλα τέκνα·
- τὴν δʼ ἐλελιξάμενος πτέρυγος λάβεν ἀμφιαχυῖαν.
- αὐτὰρ ἐπεὶ κατὰ τέκνα φάγε στρουθοῖο καὶ αὐτήν,
- τὸν μὲν ἀρίζηλον θῆκεν θεὸς ὅς περ ἔφηνε·
- λᾶαν γάρ μιν ἔθηκε Κρόνου πάϊς ἀγκυλομήτεω·
- ἡμεῖς δʼ ἑσταότες θαυμάζομεν οἷον ἐτύχθη.
- ὡς οὖν δεινὰ πέλωρα θεῶν εἰσῆλθʼ ἑκατόμβας,
- Κάλχας δʼ αὐτίκʼ ἔπειτα θεοπροπέων ἀγόρευε·
- τίπτʼ ἄνεῳ ἐγένεσθε κάρη κομόωντες Ἀχαιοί;
- ἡμῖν μὲν τόδʼ ἔφηνε τέρας μέγα μητίετα Ζεὺς
- ὄψιμον ὀψιτέλεστον, ὅου κλέος οὔ ποτʼ ὀλεῖται.
- ὡς οὗτος κατὰ τέκνα φάγε στρουθοῖο καὶ αὐτὴν
- ὀκτώ, ἀτὰρ μήτηρ ἐνάτη ἦν ἣ τέκε τέκνα,
- ὣς ἡμεῖς τοσσαῦτʼ ἔτεα πτολεμίξομεν αὖθι,
- τῷ δεκάτῳ δὲ πόλιν αἱρήσομεν εὐρυάγυιαν.
- κεῖνος τὼς ἀγόρευε· τὰ δὴ νῦν πάντα τελεῖται.
- ἀλλʼ ἄγε μίμνετε πάντες ἐϋκνήμιδες Ἀχαιοὶ
- αὐτοῦ εἰς ὅ κεν ἄστυ μέγα Πριάμοιο ἕλωμεν.
- ὣς ἔφατʼ, Ἀργεῖοι δὲ μέγʼ ἴαχον, ἀμφὶ δὲ νῆες
- σμερδαλέον κονάβησαν ἀϋσάντων ὑπʼ Ἀχαιῶν,
- μῦθον ἐπαινήσαντες Ὀδυσσῆος θείοιο·
- τοῖσι δὲ καὶ μετέειπε Γερήνιος ἱππότα Νέστωρ·
- ὦ πόποι ἦ δὴ παισὶν ἐοικότες ἀγοράασθε
- νηπιάχοις οἷς οὔ τι μέλει πολεμήϊα ἔργα.
- πῇ δὴ συνθεσίαι τε καὶ ὅρκια βήσεται ἥμιν;
- ἐν πυρὶ δὴ βουλαί τε γενοίατο μήδεά τʼ ἀνδρῶν
- σπονδαί τʼ ἄκρητοι καὶ δεξιαί, ᾗς ἐπέπιθμεν·
- αὔτως γὰρ ἐπέεσσʼ ἐριδαίνομεν, οὐδέ τι μῆχος
- εὑρέμεναι δυνάμεσθα, πολὺν χρόνον ἐνθάδʼ ἐόντες.
- Ἀτρεΐδη σὺ δʼ ἔθʼ ὡς πρὶν ἔχων ἀστεμφέα βουλὴν
- ἄρχευʼ Ἀργείοισι κατὰ κρατερὰς ὑσμίνας,
- τούσδε δʼ ἔα φθινύθειν ἕνα καὶ δύο, τοί κεν Ἀχαιῶν
- νόσφιν βουλεύωσʼ· ἄνυσις δʼ οὐκ ἔσσεται αὐτῶν·
- πρὶν Ἄργος δʼ ἰέναι πρὶν καὶ Διὸς αἰγιόχοιο
- γνώμεναι εἴ τε ψεῦδος ὑπόσχεσις εἴ τε καὶ οὐκί.
- φημὶ γὰρ οὖν κατανεῦσαι ὑπερμενέα Κρονίωνα
- ἤματι τῷ ὅτε νηυσὶν ἐν ὠκυπόροισιν ἔβαινον
- Ἀργεῖοι Τρώεσσι φόνον καὶ κῆρα φέροντες
- ἀστράπτων ἐπιδέξιʼ ἐναίσιμα σήματα φαίνων.
- τὼ μή τις πρὶν ἐπειγέσθω οἶκον δὲ νέεσθαι
- πρίν τινα πὰρ Τρώων ἀλόχῳ κατακοιμηθῆναι,
- τίσασθαι δʼ Ἑλένης ὁρμήματά τε στοναχάς τε.
- εἰ δέ τις ἐκπάγλως ἐθέλει οἶκον δὲ νέεσθαι
- ἁπτέσθω ἧς νηὸς ἐϋσσέλμοιο μελαίνης,
- ὄφρα πρόσθʼ ἄλλων θάνατον καὶ πότμον ἐπίσπῃ.
- ἀλλὰ ἄναξ αὐτός τʼ εὖ μήδεο πείθεό τʼ ἄλλῳ·
- οὔ τοι ἀπόβλητον ἔπος ἔσσεται ὅττί κεν εἴπω·
- κρῖνʼ ἄνδρας κατὰ φῦλα κατὰ φρήτρας Ἀγάμεμνον,
- ὡς φρήτρη φρήτρηφιν ἀρήγῃ, φῦλα δὲ φύλοις.
- εἰ δέ κεν ὣς ἕρξῃς καί τοι πείθωνται Ἀχαιοί,
- γνώσῃ ἔπειθʼ ὅς θʼ ἡγεμόνων κακὸς ὅς τέ νυ λαῶν
- ἠδʼ ὅς κʼ ἐσθλὸς ἔῃσι· κατὰ σφέας γὰρ μαχέονται.
- γνώσεαι δʼ εἰ καὶ θεσπεσίῃ πόλιν οὐκ ἀλαπάξεις,
- ἦ ἀνδρῶν κακότητι καὶ ἀφραδίῃ πολέμοιο.
- τὸν δʼ ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων·
- ἦ μὰν αὖτʼ ἀγορῇ νικᾷς γέρον υἷας Ἀχαιῶν.
- αἲ γὰρ Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον
- τοιοῦτοι δέκα μοι συμφράδμονες εἶεν Ἀχαιῶν·
- τώ κε τάχʼ ἠμύσειε πόλις Πριάμοιο ἄνακτος
- χερσὶν ὑφʼ ἡμετέρῃσιν ἁλοῦσά τε περθομένη τε.
- ἀλλά μοι αἰγίοχος Κρονίδης Ζεὺς ἄλγεʼ ἔδωκεν,
- ὅς με μετʼ ἀπρήκτους ἔριδας καὶ νείκεα βάλλει.
- καὶ γὰρ ἐγὼν Ἀχιλεύς τε μαχεσσάμεθʼ εἵνεκα κούρης
- ἀντιβίοις ἐπέεσσιν, ἐγὼ δʼ ἦρχον χαλεπαίνων·
- εἰ δέ ποτʼ ἔς γε μίαν βουλεύσομεν, οὐκέτʼ ἔπειτα
- Τρωσὶν ἀνάβλησις κακοῦ ἔσσεται οὐδʼ ἠβαιόν.
- νῦν δʼ ἔρχεσθʼ ἐπὶ δεῖπνον ἵνα ξυνάγωμεν Ἄρηα.
- εὖ μέν τις δόρυ θηξάσθω, εὖ δʼ ἀσπίδα θέσθω,
- εὖ δέ τις ἵπποισιν δεῖπνον δότω ὠκυπόδεσσιν,
- εὖ δέ τις ἅρματος ἀμφὶς ἰδὼν πολέμοιο μεδέσθω,
- ὥς κε πανημέριοι στυγερῷ κρινώμεθʼ Ἄρηϊ.
- οὐ γὰρ παυσωλή γε μετέσσεται οὐδʼ ἠβαιὸν
- εἰ μὴ νὺξ ἐλθοῦσα διακρινέει μένος ἀνδρῶν.
- ἱδρώσει μέν τευ τελαμὼν ἀμφὶ στήθεσφιν
- ἀσπίδος ἀμφιβρότης, περὶ δʼ ἔγχεϊ χεῖρα καμεῖται·
- ἱδρώσει δέ τευ ἵππος ἐΰξοον ἅρμα τιταίνων.
- ὃν δέ κʼ ἐγὼν ἀπάνευθε μάχης ἐθέλοντα νοήσω
- μιμνάζειν παρὰ νηυσὶ κορωνίσιν, οὔ οἱ ἔπειτα
- ἄρκιον ἐσσεῖται φυγέειν κύνας ἠδʼ οἰωνούς.
- ὣς ἔφατʼ, Ἀργεῖοι δὲ μέγʼ ἴαχον ὡς ὅτε κῦμα
- ἀκτῇ ἐφʼ ὑψηλῇ, ὅτε κινήσῃ Νότος ἐλθών,
- προβλῆτι σκοπέλῳ· τὸν δʼ οὔ ποτε κύματα λείπει
- παντοίων ἀνέμων, ὅτʼ ἂν ἔνθʼ ἢ ἔνθα γένωνται.
- ἀνστάντες δʼ ὀρέοντο κεδασθέντες κατὰ νῆας,
- κάπνισσάν τε κατὰ κλισίας, καὶ δεῖπνον ἕλοντο.
- ἄλλος δʼ ἄλλῳ ἔρεζε θεῶν αἰειγενετάων
- εὐχόμενος θάνατόν τε φυγεῖν καὶ μῶλον Ἄρηος.
- αὐτὰρ ὃ βοῦν ἱέρευσε ἄναξ ἀνδρῶν Ἀγαμέμνων
- πίονα πενταέτηρον ὑπερμενέϊ Κρονίωνι,
- κίκλησκεν δὲ γέροντας ἀριστῆας Παναχαιῶν,
- Νέστορα μὲν πρώτιστα καὶ Ἰδομενῆα ἄνακτα,
- αὐτὰρ ἔπειτʼ Αἴαντε δύω καὶ Τυδέος υἱόν,
- ἕκτον δʼ αὖτʼ Ὀδυσῆα Διὶ μῆτιν ἀτάλαντον.
- αὐτόματος δέ οἱ ἦλθε βοὴν ἀγαθὸς Μενέλαος·
- ᾔδεε γὰρ κατὰ θυμὸν ἀδελφεὸν ὡς ἐπονεῖτο.
- βοῦν δὲ περιστήσαντο καὶ οὐλοχύτας ἀνέλοντο·
- τοῖσιν δʼ εὐχόμενος μετέφη κρείων Ἀγαμέμνων·
- Ζεῦ κύδιστε μέγιστε κελαινεφὲς αἰθέρι ναίων
- μὴ πρὶν ἐπʼ ἠέλιον δῦναι καὶ ἐπὶ κνέφας ἐλθεῖν
- πρίν με κατὰ πρηνὲς βαλέειν Πριάμοιο μέλαθρον
- αἰθαλόεν, πρῆσαι δὲ πυρὸς δηΐοιο θύρετρα,
- Ἑκτόρεον δὲ χιτῶνα περὶ στήθεσσι δαΐξαι
- χαλκῷ ῥωγαλέον· πολέες δʼ ἀμφʼ αὐτὸν ἑταῖροι
- πρηνέες ἐν κονίῃσιν ὀδὰξ λαζοίατο γαῖαν.
- ὣς ἔφατʼ, οὐδʼ ἄρα πώ οἱ ἐπεκραίαινε Κρονίων,
- ἀλλʼ ὅ γε δέκτο μὲν ἱρά, πόνον δʼ ἀμέγαρτον ὄφελλεν.
- αὐτὰρ ἐπεί ῥʼ εὔξαντο καὶ οὐλοχύτας προβάλοντο,
- αὐέρυσαν μὲν πρῶτα καὶ ἔσφαξαν καὶ ἔδειραν,
- μηρούς τʼ ἐξέταμον κατά τε κνίσῃ ἐκάλυψαν
- δίπτυχα ποιήσαντες, ἐπʼ αὐτῶν δʼ ὠμοθέτησαν.
- καὶ τὰ μὲν ἂρ σχίζῃσιν ἀφύλλοισιν κατέκαιον,
- σπλάγχνα δʼ ἄρʼ ἀμπείραντες ὑπείρεχον Ἡφαίστοιο.
- αὐτὰρ ἐπεὶ κατὰ μῆρε κάη καὶ σπλάγχνα πάσαντο,
- μίστυλλόν τʼ ἄρα τἆλλα καὶ ἀμφʼ ὀβελοῖσιν ἔπειραν,
- ὤπτησάν τε περιφραδέως, ἐρύσαντό τε πάντα.
- αὐτὰρ ἐπεὶ παύσαντο πόνου τετύκοντό τε δαῖτα
- δαίνυντʼ, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης.
- αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
- τοῖς ἄρα μύθων ἦρχε Γερήνιος ἱππότα Νέστωρ·
- Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον,
- μηκέτι νῦν δήθʼ αὖθι λεγώμεθα, μηδʼ ἔτι δηρὸν
- ἀμβαλλώμεθα ἔργον ὃ δὴ θεὸς ἐγγυαλίζει.
- ἀλλʼ ἄγε κήρυκες μὲν Ἀχαιῶν χαλκοχιτώνων
- λαὸν κηρύσσοντες ἀγειρόντων κατὰ νῆας,
- ἡμεῖς δʼ ἀθρόοι ὧδε κατὰ στρατὸν εὐρὺν Ἀχαιῶν
- ἴομεν ὄφρα κε θᾶσσον ἐγείρομεν ὀξὺν Ἄρηα.
- ὣς ἔφατʼ, οὐδʼ ἀπίθησεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων.
- αὐτίκα κηρύκεσσι λιγυφθόγγοισι κέλευσε
- κηρύσσειν πόλεμον δὲ κάρη κομόωντας Ἀχαιούς·
- οἳ μὲν ἐκήρυσσον, τοὶ δʼ ἠγείροντο μάλʼ ὦκα.
- οἳ δʼ ἀμφʼ Ἀτρεΐωνα διοτρεφέες βασιλῆες
- θῦνον κρίνοντες, μετὰ δὲ γλαυκῶπις Ἀθήνη
- αἰγίδʼ ἔχουσʼ ἐρίτιμον ἀγήρων ἀθανάτην τε,
- τῆς ἑκατὸν θύσανοι παγχρύσεοι ἠερέθονται,
- πάντες ἐϋπλεκέες, ἑκατόμβοιος δὲ ἕκαστος·
- σὺν τῇ παιφάσσουσα διέσσυτο λαὸν Ἀχαιῶν
- ὀτρύνουσʼ ἰέναι· ἐν δὲ σθένος ὦρσεν ἑκάστῳ
- καρδίῃ ἄλληκτον πολεμίζειν ἠδὲ μάχεσθαι.
- τοῖσι δʼ ἄφαρ πόλεμος γλυκίων γένετʼ ἠὲ νέεσθαι
- ἐν νηυσὶ γλαφυρῇσι φίλην ἐς πατρίδα γαῖαν.
- ἠΰτε πῦρ ἀΐδηλον ἐπιφλέγει ἄσπετον ὕλην
- οὔρεος ἐν κορυφῇς, ἕκαθεν δέ τε φαίνεται αὐγή,
- ὣς τῶν ἐρχομένων ἀπὸ χαλκοῦ θεσπεσίοιο
- αἴγλη παμφανόωσα διʼ αἰθέρος οὐρανὸν ἷκε.
- τῶν δʼ ὥς τʼ ὀρνίθων πετεηνῶν ἔθνεα πολλὰ
- χηνῶν ἢ γεράνων ἢ κύκνων δουλιχοδείρων
- Ἀσίω ἐν λειμῶνι Καϋστρίου ἀμφὶ ῥέεθρα
- ἔνθα καὶ ἔνθα ποτῶνται ἀγαλλόμενα πτερύγεσσι
- κλαγγηδὸν προκαθιζόντων, σμαραγεῖ δέ τε λειμών,
- ὣς τῶν ἔθνεα πολλὰ νεῶν ἄπο καὶ κλισιάων
- ἐς πεδίον προχέοντο Σκαμάνδριον· αὐτὰρ ὑπὸ χθὼν
- σμερδαλέον κονάβιζε ποδῶν αὐτῶν τε καὶ ἵππων.
- ἔσταν δʼ ἐν λειμῶνι Σκαμανδρίῳ ἀνθεμόεντι
- μυρίοι, ὅσσά τε φύλλα καὶ ἄνθεα γίγνεται ὥρῃ.
- ἠΰτε μυιάων ἁδινάων ἔθνεα πολλὰ
- αἵ τε κατὰ σταθμὸν ποιμνήϊον ἠλάσκουσιν
- ὥρῃ ἐν εἰαρινῇ ὅτε τε γλάγος ἄγγεα δεύει,
- τόσσοι ἐπὶ Τρώεσσι κάρη κομόωντες Ἀχαιοὶ
- ἐν πεδίῳ ἵσταντο διαρραῖσαι μεμαῶτες.
- τοὺς δʼ ὥς τʼ αἰπόλια πλατέʼ αἰγῶν αἰπόλοι ἄνδρες
- ῥεῖα διακρίνωσιν ἐπεί κε νομῷ μιγέωσιν,
- ὣς τοὺς ἡγεμόνες διεκόσμεον ἔνθα καὶ ἔνθα
- ὑσμίνην δʼ ἰέναι, μετὰ δὲ κρείων Ἀγαμέμνων
- ὄμματα καὶ κεφαλὴν ἴκελος Διὶ τερπικεραύνῳ,
- Ἄρεϊ δὲ ζώνην, στέρνον δὲ Ποσειδάωνι.
- ἠΰτε βοῦς ἀγέληφι μέγʼ ἔξοχος ἔπλετο πάντων
- ταῦρος· ὃ γάρ τε βόεσσι μεταπρέπει ἀγρομένῃσι·
- τοῖον ἄρʼ Ἀτρεΐδην θῆκε Ζεὺς ἤματι κείνῳ
- ἐκπρεπέʼ ἐν πολλοῖσι καὶ ἔξοχον ἡρώεσσιν.
- ἔσπετε νῦν μοι Μοῦσαι Ὀλύμπια δώματʼ ἔχουσαι·
- ὑμεῖς γὰρ θεαί ἐστε πάρεστέ τε ἴστέ τε πάντα,
- ἡμεῖς δὲ κλέος οἶον ἀκούομεν οὐδέ τι ἴδμεν·
- οἵ τινες ἡγεμόνες Δαναῶν καὶ κοίρανοι ἦσαν·
- πληθὺν δʼ οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδʼ ὀνομήνω,
- οὐδʼ εἴ μοι δέκα μὲν γλῶσσαι, δέκα δὲ στόματʼ εἶεν,
- φωνὴ δʼ ἄρρηκτος, χάλκεον δέ μοι ἦτορ ἐνείη,
- εἰ μὴ Ὀλυμπιάδες Μοῦσαι Διὸς αἰγιόχοιο
- θυγατέρες μνησαίαθʼ ὅσοι ὑπὸ Ἴλιον ἦλθον·
- ἀρχοὺς αὖ νηῶν ἐρέω νῆάς τε προπάσας.
- Βοιωτῶν μὲν Πηνέλεως καὶ Λήϊτος ἦρχον
- Ἀρκεσίλαός τε Προθοήνωρ τε Κλονίος τε,
- οἵ θʼ Ὑρίην ἐνέμοντο καὶ Αὐλίδα πετρήεσσαν
- Σχοῖνόν τε Σκῶλόν τε πολύκνημόν τʼ Ἐτεωνόν,
- Θέσπειαν Γραῖάν τε καὶ εὐρύχορον Μυκαλησσόν,
- οἵ τʼ ἀμφʼ Ἅρμʼ ἐνέμοντο καὶ Εἰλέσιον καὶ Ἐρυθράς,
- οἵ τʼ Ἐλεῶνʼ εἶχον ἠδʼ Ὕλην καὶ Πετεῶνα,
- Ὠκαλέην Μεδεῶνά τʼ ἐϋκτίμενον πτολίεθρον,
- Κώπας Εὔτρησίν τε πολυτρήρωνά τε Θίσβην,
- οἵ τε Κορώνειαν καὶ ποιήενθʼ Ἁλίαρτον,
- οἵ τε Πλάταιαν ἔχον ἠδʼ οἳ Γλισᾶντʼ ἐνέμοντο,
- οἵ θʼ Ὑποθήβας εἶχον ἐϋκτίμενον πτολίεθρον,
- Ὀγχηστόν θʼ ἱερὸν Ποσιδήϊον ἀγλαὸν ἄλσος,
- οἵ τε πολυστάφυλον Ἄρνην ἔχον, οἵ τε Μίδειαν
- Νῖσάν τε ζαθέην Ἀνθηδόνα τʼ ἐσχατόωσαν·
- τῶν μὲν πεντήκοντα νέες κίον, ἐν δὲ ἑκάστῃ
- κοῦροι Βοιωτῶν ἑκατὸν καὶ εἴκοσι βαῖνον.
- οἳ δʼ Ἀσπληδόνα ναῖον ἰδʼ Ὀρχομενὸν Μινύειον,
- τῶν ἦρχʼ Ἀσκάλαφος καὶ Ἰάλμενος υἷες Ἄρηος
- οὓς τέκεν Ἀστυόχη δόμῳ Ἄκτορος Ἀζεΐδαο,
- παρθένος αἰδοίη ὑπερώϊον εἰσαναβᾶσα
- Ἄρηϊ κρατερῷ· ὃ δέ οἱ παρελέξατο λάθρῃ·
- τοῖς δὲ τριήκοντα γλαφυραὶ νέες ἐστιχόωντο.
- αὐτὰρ Φωκήων Σχεδίος καὶ Ἐπίστροφος ἦρχον
- υἷες Ἰφίτου μεγαθύμου Ναυβολίδαο,
- οἳ Κυπάρισσον ἔχον Πυθῶνά τε πετρήεσσαν
- Κρῖσάν τε ζαθέην καὶ Δαυλίδα καὶ Πανοπῆα,
- οἵ τʼ Ἀνεμώρειαν καὶ Ὑάμπολιν ἀμφενέμοντο,
- οἵ τʼ ἄρα πὰρ ποταμὸν Κηφισὸν δῖον ἔναιον,
- οἵ τε Λίλαιαν ἔχον πηγῇς ἔπι Κηφισοῖο·
- τοῖς δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.
- οἳ μὲν Φωκήων στίχας ἵστασαν ἀμφιέποντες,
- Βοιωτῶν δʼ ἔμπλην ἐπʼ ἀριστερὰ θωρήσσοντο.
- Λοκρῶν δʼ ἡγεμόνευεν Ὀϊλῆος ταχὺς Αἴας
- μείων, οὔ τι τόσος γε ὅσος Τελαμώνιος Αἴας
- ἀλλὰ πολὺ μείων· ὀλίγος μὲν ἔην λινοθώρηξ,
- ἐγχείῃ δʼ ἐκέκαστο Πανέλληνας καὶ Ἀχαιούς·
- οἳ Κῦνόν τʼ ἐνέμοντʼ Ὀπόεντά τε Καλλίαρόν τε
- Βῆσσάν τε Σκάρφην τε καὶ Αὐγειὰς ἐρατεινὰς
- Τάρφην τε Θρόνιον τε Βοαγρίου ἀμφὶ ῥέεθρα·
- τῷ δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο
- Λοκρῶν, οἳ ναίουσι πέρην ἱερῆς Εὐβοίης.
- οἳ δʼ Εὔβοιαν ἔχον μένεα πνείοντες Ἄβαντες
- Χαλκίδα τʼ Εἰρέτριάν τε πολυστάφυλόν θʼ Ἱστίαιαν
- Κήρινθόν τʼ ἔφαλον Δίου τʼ αἰπὺ πτολίεθρον,
- οἵ τε Κάρυστον ἔχον ἠδʼ οἳ Στύρα ναιετάασκον,
- τῶν αὖθʼ ἡγεμόνευʼ Ἐλεφήνωρ ὄζος Ἄρηος
- Χαλκωδοντιάδης μεγαθύμων ἀρχὸς Ἀβάντων.
- τῷ δʼ ἅμʼ Ἄβαντες ἕποντο θοοὶ ὄπιθεν κομόωντες
- αἰχμηταὶ μεμαῶτες ὀρεκτῇσιν μελίῃσι
- θώρηκας ῥήξειν δηΐων ἀμφὶ στήθεσσι·
- τῷ δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.
- οἳ δʼ ἄρʼ Ἀθήνας εἶχον ἐϋκτίμενον πτολίεθρον
- δῆμον Ἐρεχθῆος μεγαλήτορος, ὅν ποτʼ Ἀθήνη
- θρέψε Διὸς θυγάτηρ, τέκε δὲ ζείδωρος ἄρουρα,
- κὰδ δʼ ἐν Ἀθήνῃς εἷσεν ἑῷ ἐν πίονι νηῷ·
- ἔνθα δέ μιν ταύροισι καὶ ἀρνειοῖς ἱλάονται
- κοῦροι Ἀθηναίων περιτελλομένων ἐνιαυτῶν·
- τῶν αὖθʼ ἡγεμόνευʼ υἱὸς Πετεῶο Μενεσθεύς.
- τῷ δʼ οὔ πώ τις ὁμοῖος ἐπιχθόνιος γένετʼ ἀνὴρ
- κοσμῆσαι ἵππους τε καὶ ἀνέρας ἀσπιδιώτας·
- Νέστωρ οἶος ἔριζεν· ὃ γὰρ προγενέστερος ἦεν·
- τῷ δʼ ἅμα πεντήκοντα μέλαιναι νῆες ἕποντο.
- Αἴας δʼ ἐκ Σαλαμῖνος ἄγεν δυοκαίδεκα νῆας,
- στῆσε δʼ ἄγων ἵνʼ Ἀθηναίων ἵσταντο φάλαγγες.
- οἳ δʼ Ἄργός τʼ εἶχον Τίρυνθά τε τειχιόεσσαν
- Ἑρμιόνην Ἀσίνην τε, βαθὺν κατὰ κόλπον ἐχούσας,
- Τροιζῆνʼ Ἠϊόνας τε καὶ ἀμπελόεντʼ Ἐπίδαυρον,
- οἵ τʼ ἔχον Αἴγιναν Μάσητά τε κοῦροι Ἀχαιῶν,
- τῶν αὖθʼ ἡγεμόνευε βοὴν ἀγαθὸς Διομήδης
- καὶ Σθένελος, Καπανῆος ἀγακλειτοῦ φίλος υἱός·
- τοῖσι δʼ ἅμʼ Εὐρύαλος τρίτατος κίεν ἰσόθεος φὼς
- Μηκιστέος υἱὸς Ταλαϊονίδαο ἄνακτος·
- συμπάντων δʼ ἡγεῖτο βοὴν ἀγαθὸς Διομήδης·
- τοῖσι δʼ ἅμʼ ὀγδώκοντα μέλαιναι νῆες ἕποντο.
- οἳ δὲ Μυκήνας εἶχον ἐϋκτίμενον πτολίεθρον
- ἀφνειόν τε Κόρινθον ἐϋκτιμένας τε Κλεωνάς,
- Ὀρνειάς τʼ ἐνέμοντο Ἀραιθυρέην τʼ ἐρατεινὴν
- καὶ Σικυῶνʼ, ὅθʼ ἄρʼ Ἄδρηστος πρῶτʼ ἐμβασίλευεν,
- οἵ θʼ Ὑπερησίην τε καὶ αἰπεινὴν Γονόεσσαν
- Πελλήνην τʼ εἶχον ἠδʼ Αἴγιον ἀμφενέμοντο
- Αἰγιαλόν τʼ ἀνὰ πάντα καὶ ἀμφʼ Ἑλίκην εὐρεῖαν,
- τῶν ἑκατὸν νηῶν ἦρχε κρείων Ἀγαμέμνων
- Ἀτρεΐδης· ἅμα τῷ γε πολὺ πλεῖστοι καὶ ἄριστοι
- λαοὶ ἕποντʼ· ἐν δʼ αὐτὸς ἐδύσετο νώροπα χαλκὸν
- κυδιόων, πᾶσιν δὲ μετέπρεπεν ἡρώεσσιν
- οὕνεκʼ ἄριστος ἔην πολὺ δὲ πλείστους ἄγε λαούς.
- οἳ δʼ εἶχον κοίλην Λακεδαίμονα κητώεσσαν,
- Φᾶρίν τε Σπάρτην τε πολυτρήρωνά τε Μέσσην,
- Βρυσειάς τʼ ἐνέμοντο καὶ Αὐγειὰς ἐρατεινάς,
- οἵ τʼ ἄρʼ Ἀμύκλας εἶχον Ἕλος τʼ ἔφαλον πτολίεθρον,
- οἵ τε Λάαν εἶχον ἠδʼ Οἴτυλον ἀμφενέμοντο,
- τῶν οἱ ἀδελφεὸς ἦρχε βοὴν ἀγαθὸς Μενέλαος
- ἑξήκοντα νεῶν· ἀπάτερθε δὲ θωρήσσοντο·
- ἐν δʼ αὐτὸς κίεν ᾗσι προθυμίῃσι πεποιθὼς
- ὀτρύνων πόλεμον δέ· μάλιστα δὲ ἵετο θυμῷ
- τίσασθαι Ἑλένης ὁρμήματά τε στοναχάς τε.
- οἳ δὲ Πύλον τʼ ἐνέμοντο καὶ Ἀρήνην ἐρατεινὴν
- καὶ Θρύον Ἀλφειοῖο πόρον καὶ ἐΰκτιτον Αἰπὺ
- καὶ Κυπαρισσήεντα καὶ Ἀμφιγένειαν ἔναιον
- καὶ Πτελεὸν καὶ Ἕλος καὶ Δώριον, ἔνθά τε Μοῦσαι
- ἀντόμεναι Θάμυριν τὸν Θρήϊκα παῦσαν ἀοιδῆς
- Οἰχαλίηθεν ἰόντα παρʼ Εὐρύτου Οἰχαλιῆος·
- στεῦτο γὰρ εὐχόμενος νικησέμεν εἴ περ ἂν αὐταὶ
- Μοῦσαι ἀείδοιεν κοῦραι Διὸς αἰγιόχοιο·
- αἳ δὲ χολωσάμεναι πηρὸν θέσαν, αὐτὰρ ἀοιδὴν
- θεσπεσίην ἀφέλοντο καὶ ἐκλέλαθον κιθαριστύν·
- τῶν αὖθʼ ἡγεμόνευε Γερήνιος ἱππότα Νέστωρ·
- τῷ δʼ ἐνενήκοντα γλαφυραὶ νέες ἐστιχόωντο.
- οἳ δʼ ἔχον Ἀρκαδίην ὑπὸ Κυλλήνης ὄρος αἰπὺ
- Αἰπύτιον παρὰ τύμβον ἵνʼ ἀνέρες ἀγχιμαχηταί,
- οἳ Φενεόν τʼ ἐνέμοντο καὶ Ὀρχομενὸν πολύμηλον
- Ῥίπην τε Στρατίην τε καὶ ἠνεμόεσσαν Ἐνίσπην
- καὶ Τεγέην εἶχον καὶ Μαντινέην ἐρατεινὴν
- Στύμφηλόν τʼ εἶχον καὶ Παρρασίην ἐνέμοντο,
- τῶν ἦρχʼ Ἀγκαίοιο πάϊς κρείων Ἀγαπήνωρ
- ἑξήκοντα νεῶν· πολέες δʼ ἐν νηῒ ἑκάστῃ
- Ἀρκάδες ἄνδρες ἔβαινον ἐπιστάμενοι πολεμίζειν.
- αὐτὸς γάρ σφιν δῶκεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων
- νῆας ἐϋσσέλμους περάαν ἐπὶ οἴνοπα πόντον
- Ἀτρεΐδης, ἐπεὶ οὔ σφι θαλάσσια ἔργα μεμήλει.
- οἳ δʼ ἄρα Βουπράσιόν τε καὶ Ἤλιδα δῖαν ἔναιον
- ὅσσον ἐφʼ Ὑρμίνη καὶ Μύρσινος ἐσχατόωσα
- πέτρη τʼ Ὠλενίη καὶ Ἀλήσιον ἐντὸς ἐέργει,
- τῶν αὖ τέσσαρες ἀρχοὶ ἔσαν, δέκα δʼ ἀνδρὶ ἑκάστῳ
- νῆες ἕποντο θοαί, πολέες δʼ ἔμβαινον Ἐπειοί.
- τῶν μὲν ἄρʼ Ἀμφίμαχος καὶ Θάλπιος ἡγησάσθην
- υἷες ὃ μὲν Κτεάτου, ὃ δʼ ἄρʼ Εὐρύτου, Ἀκτορίωνε·
- τῶν δʼ Ἀμαρυγκεΐδης ἦρχε κρατερὸς Διώρης·
- τῶν δὲ τετάρτων ἦρχε Πολύξεινος θεοειδὴς
- υἱὸς Ἀγασθένεος Αὐγηϊάδαο ἄνακτος.
- οἳ δʼ ἐκ Δουλιχίοιο Ἐχινάων θʼ ἱεράων
- νήσων, αἳ ναίουσι πέρην ἁλὸς Ἤλιδος ἄντα,
- τῶν αὖθʼ ἡγεμόνευε Μέγης ἀτάλαντος Ἄρηϊ
- Φυλεΐδης, ὃν τίκτε Διῒ φίλος ἱππότα Φυλεύς,
- ὅς ποτε Δουλίχιον δʼ ἀπενάσσατο πατρὶ χολωθείς·
- τῷ δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.
- αὐτὰρ Ὀδυσσεὺς ἦγε Κεφαλλῆνας μεγαθύμους,
- οἵ ῥʼ Ἰθάκην εἶχον καὶ Νήριτον εἰνοσίφυλλον
- καὶ Κροκύλειʼ ἐνέμοντο καὶ Αἰγίλιπα τρηχεῖαν,
- οἵ τε Ζάκυνθον ἔχον ἠδʼ οἳ Σάμον ἀμφενέμοντο,
- οἵ τʼ ἤπειρον ἔχον ἠδʼ ἀντιπέραιʼ ἐνέμοντο·
- τῶν μὲν Ὀδυσσεὺς ἦρχε Διὶ μῆτιν ἀτάλαντος·
- τῷ δʼ ἅμα νῆες ἕποντο δυώδεκα μιλτοπάρῃοι.
- Αἰτωλῶν δʼ ἡγεῖτο Θόας Ἀνδραίμονος υἱός,
- οἳ Πλευρῶνʼ ἐνέμοντο καὶ Ὤλενον ἠδὲ Πυλήνην
- Χαλκίδα τʼ ἀγχίαλον Καλυδῶνά τε πετρήεσσαν·
- οὐ γὰρ ἔτʼ Οἰνῆος μεγαλήτορος υἱέες ἦσαν,
- οὐδʼ ἄρʼ ἔτʼ αὐτὸς ἔην, θάνε δὲ ξανθὸς Μελέαγρος·
- τῷ δʼ ἐπὶ πάντʼ ἐτέταλτο ἀνασσέμεν Αἰτωλοῖσι·
- τῷ δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.
- Κρητῶν δʼ Ἰδομενεὺς δουρὶ κλυτὸς ἡγεμόνευεν,
- οἳ Κνωσόν τʼ εἶχον Γόρτυνά τε τειχιόεσσαν,
- Λύκτον Μίλητόν τε καὶ ἀργινόεντα Λύκαστον
- Φαιστόν τε Ῥύτιόν τε, πόλεις εὖ ναιετοώσας,
- ἄλλοι θʼ οἳ Κρήτην ἑκατόμπολιν ἀμφενέμοντο.
- τῶν μὲν ἄρʼ Ἰδομενεὺς δουρὶ κλυτὸς ἡγεμόνευε
- Μηριόνης τʼ ἀτάλαντος Ἐνυαλίῳ ἀνδρειφόντῃ·
- τοῖσι δʼ ἅμʼ ὀγδώκοντα μέλαιναι νῆες ἕποντο.
- Τληπόλεμος δʼ Ἡρακλεΐδης ἠΰς τε μέγας τε
- ἐκ Ῥόδου ἐννέα νῆας ἄγεν Ῥοδίων ἀγερώχων,
- οἳ Ῥόδον ἀμφενέμοντο διὰ τρίχα κοσμηθέντες
- Λίνδον Ἰηλυσόν τε καὶ ἀργινόεντα Κάμειρον.
- τῶν μὲν Τληπόλεμος δουρὶ κλυτὸς ἡγεμόνευεν,
- ὃν τέκεν Ἀστυόχεια βίῃ Ἡρακληείῃ,
- τὴν ἄγετʼ ἐξ Ἐφύρης ποταμοῦ ἄπο Σελλήεντος
- πέρσας ἄστεα πολλὰ διοτρεφέων αἰζηῶν.
- Τληπόλεμος δʼ ἐπεὶ οὖν τράφʼ ἐνὶ μεγάρῳ εὐπήκτῳ,
- αὐτίκα πατρὸς ἑοῖο φίλον μήτρωα κατέκτα
- ἤδη γηράσκοντα Λικύμνιον ὄζον Ἄρηος·
- αἶψα δὲ νῆας ἔπηξε, πολὺν δʼ ὅ γε λαὸν ἀγείρας
- βῆ φεύγων ἐπὶ πόντον· ἀπείλησαν γάρ οἱ ἄλλοι
- υἱέες υἱωνοί τε βίης Ἡρακληείης.
- αὐτὰρ ὅ γʼ ἐς Ῥόδον ἷξεν ἀλώμενος ἄλγεα πάσχων·
- τριχθὰ δὲ ᾤκηθεν καταφυλαδόν, ἠδὲ φίληθεν
- ἐκ Διός, ὅς τε θεοῖσι καὶ ἀνθρώποισιν ἀνάσσει,
- καί σφιν θεσπέσιον πλοῦτον κατέχευε Κρονίων.
- Νιρεὺς αὖ Σύμηθεν ἄγε τρεῖς νῆας ἐΐσας
- Νιρεὺς Ἀγλαΐης υἱὸς Χαρόποιό τʼ ἄνακτος
- Νιρεύς, ὃς κάλλιστος ἀνὴρ ὑπὸ Ἴλιον ἦλθε
- τῶν ἄλλων Δαναῶν μετʼ ἀμύμονα Πηλεΐωνα·
- ἀλλʼ ἀλαπαδνὸς ἔην, παῦρος δέ οἱ εἵπετο λαός.
- οἳ δʼ ἄρα Νίσυρόν τʼ εἶχον Κράπαθόν τε Κάσον τε
- καὶ Κῶν Εὐρυπύλοιο πόλιν νήσους τε Καλύδνας,
- τῶν αὖ Φείδιππός τε καὶ Ἄντιφος ἡγησάσθην
- Θεσσαλοῦ υἷε δύω Ἡρακλεΐδαο ἄνακτος·
- τοῖς δὲ τριήκοντα γλαφυραὶ νέες ἐστιχόωντο.
- νῦν αὖ τοὺς ὅσσοι τὸ Πελασγικὸν Ἄργος ἔναιον,
- οἵ τʼ Ἄλον οἵ τʼ Ἀλόπην οἵ τε Τρηχῖνα νέμοντο,
- οἵ τʼ εἶχον Φθίην ἠδʼ Ἑλλάδα καλλιγύναικα,
- Μυρμιδόνες δὲ καλεῦντο καὶ Ἕλληνες καὶ Ἀχαιοί,
- τῶν αὖ πεντήκοντα νεῶν ἦν ἀρχὸς Ἀχιλλεύς.
- ἀλλʼ οἵ γʼ οὐ πολέμοιο δυσηχέος ἐμνώοντο·
- οὐ γὰρ ἔην ὅς τίς σφιν ἐπὶ στίχας ἡγήσαιτο·
- κεῖτο γὰρ ἐν νήεσσι ποδάρκης δῖος Ἀχιλλεὺς
- κούρης χωόμενος Βρισηΐδος ἠϋκόμοιο,
- τὴν ἐκ Λυρνησσοῦ ἐξείλετο πολλὰ μογήσας
- Λυρνησσὸν διαπορθήσας καὶ τείχεα Θήβης,
- κὰδ δὲ Μύνητʼ ἔβαλεν καὶ Ἐπίστροφον ἐγχεσιμώρους,
- υἱέας Εὐηνοῖο Σεληπιάδαο ἄνακτος·
- τῆς ὅ γε κεῖτʼ ἀχέων, τάχα δʼ ἀνστήσεσθαι ἔμελλεν.
- οἳ δʼ εἶχον Φυλάκην καὶ Πύρασον ἀνθεμόεντα
- Δήμητρος τέμενος, Ἴτωνά τε μητέρα μήλων,
- ἀγχίαλόν τʼ Ἀντρῶνα ἰδὲ Πτελεὸν λεχεποίην,
- τῶν αὖ Πρωτεσίλαος ἀρήϊος ἡγεμόνευε
- ζωὸς ἐών· τότε δʼ ἤδη ἔχεν κάτα γαῖα μέλαινα.
- τοῦ δὲ καὶ ἀμφιδρυφὴς ἄλοχος Φυλάκῃ ἐλέλειπτο
- καὶ δόμος ἡμιτελής· τὸν δʼ ἔκτανε Δάρδανος ἀνὴρ
- νηὸς ἀποθρῴσκοντα πολὺ πρώτιστον Ἀχαιῶν.
- οὐδὲ μὲν οὐδʼ οἳ ἄναρχοι ἔσαν, πόθεόν γε μὲν ἀρχόν·
- ἀλλά σφεας κόσμησε Ποδάρκης ὄζος Ἄρηος
- Ἰφίκλου υἱὸς πολυμήλου Φυλακίδαο
- αὐτοκασίγνητος μεγαθύμου Πρωτεσιλάου
- ὁπλότερος γενεῇ· ὁ δʼ ἅμα πρότερος καὶ ἀρείων
- ἥρως Πρωτεσίλαος ἀρήϊος· οὐδέ τι λαοὶ
- δεύονθʼ ἡγεμόνος, πόθεόν γε μὲν ἐσθλὸν ἐόντα·
- τῷ δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.
- οἳ δὲ Φερὰς ἐνέμοντο παραὶ Βοιβηΐδα λίμνην
- Βοίβην καὶ Γλαφύρας καὶ ἐϋκτιμένην Ἰαωλκόν,
- τῶν ἦρχʼ Ἀδμήτοιο φίλος πάϊς ἕνδεκα νηῶν
- Εὔμηλος, τὸν ὑπʼ Ἀδμήτῳ τέκε δῖα γυναικῶν
- Ἄλκηστις Πελίαο θυγατρῶν εἶδος ἀρίστη.
- οἳ δʼ ἄρα Μηθώνην καὶ Θαυμακίην ἐνέμοντο
- καὶ Μελίβοιαν ἔχον καὶ Ὀλιζῶνα τρηχεῖαν,
- τῶν δὲ Φιλοκτήτης ἦρχεν τόξων ἐῢ εἰδὼς
- ἑπτὰ νεῶν· ἐρέται δʼ ἐν ἑκάστῃ πεντήκοντα
- ἐμβέβασαν τόξων εὖ εἰδότες ἶφι μάχεσθαι.
- ἀλλʼ ὃ μὲν ἐν νήσῳ κεῖτο κρατέρʼ ἄλγεα πάσχων
- Λήμνῳ ἐν ἠγαθέῃ, ὅθι μιν λίπον υἷες Ἀχαιῶν
- ἕλκεϊ μοχθίζοντα κακῷ ὀλοόφρονος ὕδρου·
- ἔνθʼ ὅ γε κεῖτʼ ἀχέων· τάχα δὲ μνήσεσθαι ἔμελλον
- Ἀργεῖοι παρὰ νηυσὶ Φιλοκτήταο ἄνακτος.
- οὐδὲ μὲν οὐδʼ οἳ ἄναρχοι ἔσαν, πόθεόν γε μὲν ἀρχόν·
- ἀλλὰ Μέδων κόσμησεν Ὀϊλῆος νόθος υἱός,
- τόν ῥʼ ἔτεκεν Ῥήνη ὑπʼ Ὀϊλῆϊ πτολιπόρθῳ.
- οἳ δʼ εἶχον Τρίκκην καὶ Ἰθώμην κλωμακόεσσαν,
- οἵ τʼ ἔχον Οἰχαλίην πόλιν Εὐρύτου Οἰχαλιῆος,
- τῶν αὖθʼ ἡγείσθην Ἀσκληπιοῦ δύο παῖδε
- ἰητῆρʼ ἀγαθὼ Ποδαλείριος ἠδὲ Μαχάων·
- τοῖς δὲ τριήκοντα γλαφυραὶ νέες ἐστιχόωντο.
- οἳ δʼ ἔχον Ὀρμένιον, οἵ τε κρήνην Ὑπέρειαν,
- οἵ τʼ ἔχον Ἀστέριον Τιτάνοιό τε λευκὰ κάρηνα,
- τῶν ἦρχʼ Εὐρύπυλος Εὐαίμονος ἀγλαὸς υἱός·
- τῷ δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.
- οἳ δʼ Ἄργισσαν ἔχον καὶ Γυρτώνην ἐνέμοντο,
- Ὄρθην Ἠλώνην τε πόλιν τʼ Ὀλοοσσόνα λευκήν,
- τῶν αὖθʼ ἡγεμόνευε μενεπτόλεμος Πολυποίτης
- υἱὸς Πειριθόοιο τὸν ἀθάνατος τέκετο Ζεύς·
- τόν ῥʼ ὑπὸ Πειριθόῳ τέκετο κλυτὸς Ἱπποδάμεια
- ἤματι τῷ ὅτε Φῆρας ἐτίσατο λαχνήεντας,
- τοὺς δʼ ἐκ Πηλίου ὦσε καὶ Αἰθίκεσσι πέλασσεν·
- οὐκ οἶος, ἅμα τῷ γε Λεοντεὺς ὄζος Ἄρηος
- υἱὸς ὑπερθύμοιο Κορώνου Καινεΐδαο·
- τοῖς δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.
- Γουνεὺς δʼ ἐκ Κύφου ἦγε δύω καὶ εἴκοσι νῆας·
- τῷ δʼ Ἐνιῆνες ἕποντο μενεπτόλεμοί τε Περαιβοὶ
- οἳ περὶ Δωδώνην δυσχείμερον οἰκίʼ ἔθεντο,
- οἵ τʼ ἀμφʼ ἱμερτὸν Τιταρησσὸν ἔργα νέμοντο
- ὅς ῥʼ ἐς Πηνειὸν προΐει καλλίρροον ὕδωρ,
- οὐδʼ ὅ γε Πηνειῷ συμμίσγεται ἀργυροδίνῃ,
- ἀλλά τέ μιν καθύπερθεν ἐπιρρέει ἠΰτʼ ἔλαιον·
- ὅρκου γὰρ δεινοῦ Στυγὸς ὕδατός ἐστιν ἀπορρώξ.
- Μαγνήτων δʼ ἦρχε Πρόθοος Τενθρηδόνος υἱός,
- οἳ περὶ Πηνειὸν καὶ Πήλιον εἰνοσίφυλλον
- ναίεσκον· τῶν μὲν Πρόθοος θοὸς ἡγεμόνευε,
- τῷ δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.
- οὗτοι ἄρʼ ἡγεμόνες Δαναῶν καὶ κοίρανοι ἦσαν·
- τίς τὰρ τῶν ὄχʼ ἄριστος ἔην σύ μοι ἔννεπε Μοῦσα
- αὐτῶν ἠδʼ ἵππων, οἳ ἅμʼ Ἀτρεΐδῃσιν ἕποντο.
- ἵπποι μὲν μέγʼ ἄρισται ἔσαν Φηρητιάδαο,
- τὰς Εὔμηλος ἔλαυνε ποδώκεας ὄρνιθας ὣς
- ὄτριχας οἰέτεας σταφύλῇ ἐπὶ νῶτον ἐΐσας·
- τὰς ἐν Πηρείῃ θρέψʼ ἀργυρότοξος Ἀπόλλων
- ἄμφω θηλείας, φόβον Ἄρηος φορεούσας.
- ἀνδρῶν αὖ μέγʼ ἄριστος ἔην Τελαμώνιος Αἴας
- ὄφρʼ Ἀχιλεὺς μήνιεν· ὃ γὰρ πολὺ φέρτατος ἦεν,
- ἵπποι θʼ οἳ φορέεσκον ἀμύμονα Πηλεΐωνα.
- ἀλλʼ ὃ μὲν ἐν νήεσσι κορωνίσι ποντοπόροισι
- κεῖτʼ ἀπομηνίσας Ἀγαμέμνονι ποιμένι λαῶν
- Ἀτρεΐδῃ· λαοὶ δὲ παρὰ ῥηγμῖνι θαλάσσης
- δίσκοισιν τέρποντο καὶ αἰγανέῃσιν ἱέντες
- τόξοισίν θʼ· ἵπποι δὲ παρʼ ἅρμασιν οἷσιν ἕκαστος
- λωτὸν ἐρεπτόμενοι ἐλεόθρεπτόν τε σέλινον
- ἕστασαν· ἅρματα δʼ εὖ πεπυκασμένα κεῖτο ἀνάκτων
- ἐν κλισίῃς· οἳ δʼ ἀρχὸν ἀρηΐφιλον ποθέοντες
- φοίτων ἔνθα καὶ ἔνθα κατὰ στρατὸν οὐδὲ μάχοντο.
- οἳ δʼ ἄρʼ ἴσαν ὡς εἴ τε πυρὶ χθὼν πᾶσα νέμοιτο·
- γαῖα δʼ ὑπεστενάχιζε Διὶ ὣς τερπικεραύνῳ
- χωομένῳ ὅτε τʼ ἀμφὶ Τυφωέϊ γαῖαν ἱμάσσῃ
- εἰν Ἀρίμοις, ὅθι φασὶ Τυφωέος ἔμμεναι εὐνάς·
- ὣς ἄρα τῶν ὑπὸ ποσσὶ μέγα στεναχίζετο γαῖα
- ἐρχομένων· μάλα δʼ ὦκα διέπρησσον πεδίοιο.
- Τρωσὶν δʼ ἄγγελος ἦλθε ποδήνεμος ὠκέα Ἶρις
- πὰρ Διὸς αἰγιόχοιο σὺν ἀγγελίῃ ἀλεγεινῇ·
- οἳ δʼ ἀγορὰς ἀγόρευον ἐπὶ Πριάμοιο θύρῃσι
- πάντες ὁμηγερέες ἠμὲν νέοι ἠδὲ γέροντες·
- ἀγχοῦ δʼ ἱσταμένη προσέφη πόδας ὠκέα Ἶρις·
- εἴσατο δὲ φθογγὴν υἷϊ Πριάμοιο Πολίτῃ,
- ὃς Τρώων σκοπὸς ἷζε ποδωκείῃσι πεποιθὼς
- τύμβῳ ἐπʼ ἀκροτάτῳ Αἰσυήταο γέροντος,
- δέγμενος ὁππότε ναῦφιν ἀφορμηθεῖεν Ἀχαιοί·
- τῷ μιν ἐεισαμένη προσέφη πόδας ὠκέα Ἶρις·
- ὦ γέρον αἰεί τοι μῦθοι φίλοι ἄκριτοί εἰσιν,
- ὥς ποτʼ ἐπʼ εἰρήνης· πόλεμος δʼ ἀλίαστος ὄρωρεν.
- ἤδη μὲν μάλα πολλὰ μάχας εἰσήλυθον ἀνδρῶν,
- ἀλλʼ οὔ πω τοιόνδε τοσόνδέ τε λαὸν ὄπωπα·
- λίην γὰρ φύλλοισιν ἐοικότες ἢ ψαμάθοισιν
- ἔρχονται πεδίοιο μαχησόμενοι προτὶ ἄστυ.
- Ἕκτορ σοὶ δὲ μάλιστʼ ἐπιτέλλομαι, ὧδε δὲ ῥέξαι·
- πολλοὶ γὰρ κατὰ ἄστυ μέγα Πριάμου ἐπίκουροι,
- ἄλλη δʼ ἄλλων γλῶσσα πολυσπερέων ἀνθρώπων·
- τοῖσιν ἕκαστος ἀνὴρ σημαινέτω οἷσί περ ἄρχει,
- τῶν δʼ ἐξηγείσθω κοσμησάμενος πολιήτας.
- ὣς ἔφαθʼ, Ἕκτωρ δʼ οὔ τι θεᾶς ἔπος ἠγνοίησεν,
- αἶψα δʼ ἔλυσʼ ἀγορήν· ἐπὶ τεύχεα δʼ ἐσσεύοντο·
- πᾶσαι δʼ ὠΐγνυντο πύλαι, ἐκ δʼ ἔσσυτο λαὸς
- πεζοί θʼ ἱππῆές τε· πολὺς δʼ ὀρυμαγδὸς ὀρώρει.
- ἔστι δέ τις προπάροιθε πόλιος αἰπεῖα κολώνη
- ἐν πεδίῳ ἀπάνευθε περίδρομος ἔνθα καὶ ἔνθα,
- τὴν ἤτοι ἄνδρες Βατίειαν κικλήσκουσιν,
- ἀθάνατοι δέ τε σῆμα πολυσκάρθμοιο Μυρίνης·
- ἔνθα τότε Τρῶές τε διέκριθεν ἠδʼ ἐπίκουροι.
- Τρωσὶ μὲν ἡγεμόνευε μέγας κορυθαίολος Ἕκτωρ
- Πριαμίδης· ἅμα τῷ γε πολὺ πλεῖστοι καὶ ἄριστοι
- λαοὶ θωρήσσοντο μεμαότες ἐγχείῃσι.
- Δαρδανίων αὖτʼ ἦρχεν ἐῢς πάϊς Ἀγχίσαο
- Αἰνείας, τὸν ὑπʼ Ἀγχίσῃ τέκε δῖʼ Ἀφροδίτη
- Ἴδης ἐν κνημοῖσι θεὰ βροτῷ εὐνηθεῖσα,
- οὐκ οἶος, ἅμα τῷ γε δύω Ἀντήνορος υἷε
- Ἀρχέλοχός τʼ Ἀκάμας τε μάχης εὖ εἰδότε πάσης.
- οἳ δὲ Ζέλειαν ἔναιον ὑπαὶ πόδα νείατον Ἴδης
- ἀφνειοὶ πίνοντες ὕδωρ μέλαν Αἰσήποιο
- Τρῶες, τῶν αὖτʼ ἦρχε Λυκάονος ἀγλαὸς υἱὸς
- Πάνδαρος, ᾧ καὶ τόξον Ἀπόλλων αὐτὸς ἔδωκεν.
- οἳ δʼ Ἀδρήστειάν τʼ εἶχον καὶ δῆμον Ἀπαισοῦ
- καὶ Πιτύειαν ἔχον καὶ Τηρείης ὄρος αἰπύ,
- τῶν ἦρχʼ Ἄδρηστός τε καὶ Ἄμφιος λινοθώρηξ
- υἷε δύω Μέροπος Περκωσίου, ὃς περὶ πάντων
- ᾔδεε μαντοσύνας, οὐδὲ οὓς παῖδας ἔασκε
- στείχειν ἐς πόλεμον φθισήνορα· τὼ δέ οἱ οὔ τι
- πειθέσθην· κῆρες γὰρ ἄγον μέλανος θανάτοιο.
- οἳ δʼ ἄρα Περκώτην καὶ Πράκτιον ἀμφενέμοντο
- καὶ Σηστὸν καὶ Ἄβυδον ἔχον καὶ δῖαν Ἀρίσβην,
- τῶν αὖθʼ Ὑρτακίδης ἦρχʼ Ἄσιος ὄρχαμος ἀνδρῶν,
- Ἄσιος Ὑρτακίδης ὃν Ἀρίσβηθεν φέρον ἵπποι
- αἴθωνες μεγάλοι ποταμοῦ ἄπο Σελλήεντος.
- Ἱππόθοος δʼ ἄγε φῦλα Πελασγῶν ἐγχεσιμώρων
- τῶν οἳ Λάρισαν ἐριβώλακα ναιετάασκον·
- τῶν ἦρχʼ Ἱππόθοός τε Πύλαιός τʼ ὄζος Ἄρηος,
- υἷε δύω Λήθοιο Πελασγοῦ Τευταμίδαο.
- αὐτὰρ Θρήϊκας ἦγʼ Ἀκάμας καὶ Πείροος ἥρως
- ὅσσους Ἑλλήσποντος ἀγάρροος ἐντὸς ἐέργει.
- Εὔφημος δʼ ἀρχὸς Κικόνων ἦν αἰχμητάων
- υἱὸς Τροιζήνοιο διοτρεφέος Κεάδαο.
- αὐτὰρ Πυραίχμης ἄγε Παίονας ἀγκυλοτόξους
- τηλόθεν ἐξ Ἀμυδῶνος ἀπʼ Ἀξιοῦ εὐρὺ ῥέοντος,
- Ἀξιοῦ οὗ κάλλιστον ὕδωρ ἐπικίδναται αἶαν.
- Παφλαγόνων δʼ ἡγεῖτο Πυλαιμένεος λάσιον κῆρ
- ἐξ Ἐνετῶν, ὅθεν ἡμιόνων γένος ἀγροτεράων,
- οἵ ῥα Κύτωρον ἔχον καὶ Σήσαμον ἀμφενέμοντο
- ἀμφί τε Παρθένιον ποταμὸν κλυτὰ δώματʼ ἔναιον
- Κρῶμνάν τʼ Αἰγιαλόν τε καὶ ὑψηλοὺς Ἐρυθίνους.
- αὐτὰρ Ἁλιζώνων Ὀδίος καὶ Ἐπίστροφος ἦρχον
- τηλόθεν ἐξ Ἀλύβης, ὅθεν ἀργύρου ἐστὶ γενέθλη.
- Μυσῶν δὲ Χρόμις ἦρχε καὶ Ἔννομος οἰωνιστής·
- ἀλλʼ οὐκ οἰωνοῖσιν ἐρύσατο κῆρα μέλαιναν,
- ἀλλʼ ἐδάμη ὑπὸ χερσὶ ποδώκεος Αἰακίδαο
- ἐν ποταμῷ, ὅθι περ Τρῶας κεράϊζε καὶ ἄλλους.
- Φόρκυς αὖ Φρύγας ἦγε καὶ Ἀσκάνιος θεοειδὴς
- τῆλʼ ἐξ Ἀσκανίης· μέμασαν δʼ ὑσμῖνι μάχεσθαι.
- Μῄοσιν αὖ Μέσθλης τε καὶ Ἄντιφος ἡγησάσθην
- υἷε Ταλαιμένεος τὼ Γυγαίη τέκε λίμνη,
- οἳ καὶ Μῄονας ἦγον ὑπὸ Τμώλῳ γεγαῶτας.
- Νάστης αὖ Καρῶν ἡγήσατο βαρβαροφώνων,
- οἳ Μίλητον ἔχον Φθιρῶν τʼ ὄρος ἀκριτόφυλλον
- Μαιάνδρου τε ῥοὰς Μυκάλης τʼ αἰπεινὰ κάρηνα·
- τῶν μὲν ἄρʼ Ἀμφίμαχος καὶ Νάστης ἡγησάσθην,
- Νάστης Ἀμφίμαχός τε Νομίονος ἀγλαὰ τέκνα,
- ὃς καὶ χρυσὸν ἔχων πόλεμον δʼ ἴεν ἠΰτε κούρη
- νήπιος, οὐδέ τί οἱ τό γʼ ἐπήρκεσε λυγρὸν ὄλεθρον,
- ἀλλʼ ἐδάμη ὑπὸ χερσὶ ποδώκεος Αἰακίδαο
- ἐν ποταμῷ, χρυσὸν δʼ Ἀχιλεὺς ἐκόμισσε δαΐφρων.
- Σαρπηδὼν δʼ ἦρχεν Λυκίων καὶ Γλαῦκος ἀμύμων
- τηλόθεν ἐκ Λυκίης, Ξάνθου ἄπο δινήεντος.
- αὐτὰρ ἐπεὶ κόσμηθεν ἅμʼ ἡγεμόνεσσιν ἕκαστοι,
- Τρῶες μὲν κλαγγῇ τʼ ἐνοπῇ τʼ ἴσαν ὄρνιθες ὣς
- ἠΰτε περ κλαγγὴ γεράνων πέλει οὐρανόθι πρό·
- αἵ τʼ ἐπεὶ οὖν χειμῶνα φύγον καὶ ἀθέσφατον ὄμβρον
- κλαγγῇ ταί γε πέτονται ἐπʼ ὠκεανοῖο ῥοάων
- ἀνδράσι Πυγμαίοισι φόνον καὶ κῆρα φέρουσαι·
- ἠέριαι δʼ ἄρα ταί γε κακὴν ἔριδα προφέρονται.
- οἳ δʼ ἄρʼ ἴσαν σιγῇ μένεα πνείοντες Ἀχαιοὶ
- ἐν θυμῷ μεμαῶτες ἀλεξέμεν ἀλλήλοισιν.
- εὖτʼ ὄρεος κορυφῇσι Νότος κατέχευεν ὀμίχλην
- ποιμέσιν οὔ τι φίλην, κλέπτῃ δέ τε νυκτὸς ἀμείνω,
- τόσσόν τίς τʼ ἐπιλεύσσει ὅσον τʼ ἐπὶ λᾶαν ἵησιν·
- ὣς ἄρα τῶν ὑπὸ ποσσὶ κονίσαλος ὄρνυτʼ ἀελλὴς
- ἐρχομένων· μάλα δʼ ὦκα διέπρησσον πεδίοιο.
- οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες,
- Τρωσὶν μὲν προμάχιζεν Ἀλέξανδρος θεοειδὴς
- παρδαλέην ὤμοισιν ἔχων καὶ καμπύλα τόξα
- καὶ ξίφος· αὐτὰρ δοῦρε δύω κεκορυθμένα χαλκῷ
- πάλλων Ἀργείων προκαλίζετο πάντας ἀρίστους
- ἀντίβιον μαχέσασθαι ἐν αἰνῇ δηϊοτῆτι.
- τὸν δʼ ὡς οὖν ἐνόησεν ἀρηΐφιλος Μενέλαος
- ἐρχόμενον προπάροιθεν ὁμίλου μακρὰ βιβάντα,
- ὥς τε λέων ἐχάρη μεγάλῳ ἐπὶ σώματι κύρσας
- εὑρὼν ἢ ἔλαφον κεραὸν ἢ ἄγριον αἶγα
- πεινάων· μάλα γάρ τε κατεσθίει, εἴ περ ἂν αὐτὸν
- σεύωνται ταχέες τε κύνες θαλεροί τʼ αἰζηοί·
- ὣς ἐχάρη Μενέλαος Ἀλέξανδρον θεοειδέα
- ὀφθαλμοῖσιν ἰδών· φάτο γὰρ τίσεσθαι ἀλείτην·
- αὐτίκα δʼ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε.
- τὸν δʼ ὡς οὖν ἐνόησεν Ἀλέξανδρος θεοειδὴς
- ἐν προμάχοισι φανέντα, κατεπλήγη φίλον ἦτορ,
- ἂψ δʼ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρʼ ἀλεείνων.
- ὡς δʼ ὅτε τίς τε δράκοντα ἰδὼν παλίνορσος ἀπέστη
- οὔρεος ἐν βήσσῃς, ὑπό τε τρόμος ἔλλαβε γυῖα,
- ἂψ δʼ ἀνεχώρησεν, ὦχρός τέ μιν εἷλε παρειάς,
- ὣς αὖτις καθʼ ὅμιλον ἔδυ Τρώων ἀγερώχων
- δείσας Ἀτρέος υἱὸν Ἀλέξανδρος θεοειδής.
- τὸν δʼ Ἕκτωρ νείκεσσεν ἰδὼν αἰσχροῖς ἐπέεσσιν·
- Δύσπαρι εἶδος ἄριστε γυναιμανὲς ἠπεροπευτὰ
- αἴθʼ ὄφελες ἄγονός τʼ ἔμεναι ἄγαμός τʼ ἀπολέσθαι·
- καί κε τὸ βουλοίμην, καί κεν πολὺ κέρδιον ἦεν
- ἢ οὕτω λώβην τʼ ἔμεναι καὶ ὑπόψιον ἄλλων.
- ἦ που καγχαλόωσι κάρη κομόωντες Ἀχαιοὶ
- φάντες ἀριστῆα πρόμον ἔμμεναι, οὕνεκα καλὸν
- εἶδος ἔπʼ, ἀλλʼ οὐκ ἔστι βίη φρεσὶν οὐδέ τις ἀλκή.
- ἦ τοιόσδε ἐὼν ἐν ποντοπόροισι νέεσσι
- πόντον ἐπιπλώσας, ἑτάρους ἐρίηρας ἀγείρας,
- μιχθεὶς ἀλλοδαποῖσι γυναῖκʼ εὐειδέʼ ἀνῆγες
- ἐξ ἀπίης γαίης νυὸν ἀνδρῶν αἰχμητάων
- πατρί τε σῷ μέγα πῆμα πόληΐ τε παντί τε δήμῳ,
- δυσμενέσιν μὲν χάρμα, κατηφείην δὲ σοὶ αὐτῷ;
- οὐκ ἂν δὴ μείνειας ἀρηΐφιλον Μενέλαον;
- γνοίης χʼ οἵου φωτὸς ἔχεις θαλερὴν παράκοιτιν·
- οὐκ ἄν τοι χραίσμῃ κίθαρις τά τε δῶρʼ Ἀφροδίτης
- ἥ τε κόμη τό τε εἶδος ὅτʼ ἐν κονίῃσι μιγείης.
- ἀλλὰ μάλα Τρῶες δειδήμονες· ἦ τέ κεν ἤδη
- λάϊνον ἕσσο χιτῶνα κακῶν ἕνεχʼ ὅσσα ἔοργας.
- τὸν δʼ αὖτε προσέειπεν Ἀλέξανδρος θεοειδής·
- Ἕκτορ ἐπεί με κατʼ αἶσαν ἐνείκεσας οὐδʼ ὑπὲρ αἶσαν·
- αἰεί τοι κραδίη πέλεκυς ὥς ἐστιν ἀτειρὴς
- ὅς τʼ εἶσιν διὰ δουρὸς ὑπʼ ἀνέρος ὅς ῥά τε τέχνῃ
- νήϊον ἐκτάμνῃσιν, ὀφέλλει δʼ ἀνδρὸς ἐρωήν·
- ὣς σοὶ ἐνὶ στήθεσσιν ἀτάρβητος νόος ἐστί·
- μή μοι δῶρʼ ἐρατὰ πρόφερε χρυσέης Ἀφροδίτης·
- οὔ τοι ἀπόβλητʼ ἐστὶ θεῶν ἐρικυδέα δῶρα
- ὅσσά κεν αὐτοὶ δῶσιν, ἑκὼν δʼ οὐκ ἄν τις ἕλοιτο·
- νῦν αὖτʼ εἴ μʼ ἐθέλεις πολεμίζειν ἠδὲ μάχεσθαι,
- ἄλλους μὲν κάθισον Τρῶας καὶ πάντας Ἀχαιούς,
- αὐτὰρ ἔμʼ ἐν μέσσῳ καὶ ἀρηΐφιλον Μενέλαον
- συμβάλετʼ ἀμφʼ Ἑλένῃ καὶ κτήμασι πᾶσι μάχεσθαι·
- ὁππότερος δέ κε νικήσῃ κρείσσων τε γένηται,
- κτήμαθʼ ἑλὼν εὖ πάντα γυναῖκά τε οἴκαδʼ ἀγέσθω·
- οἳ δʼ ἄλλοι φιλότητα καὶ ὅρκια πιστὰ ταμόντες
- ναίοιτε Τροίην ἐριβώλακα, τοὶ δὲ νεέσθων
- Ἄργος ἐς ἱππόβοτον καὶ Ἀχαιΐδα καλλιγύναικα.
- ὣς ἔφαθʼ, Ἕκτωρ δʼ αὖτʼ ἐχάρη μέγα μῦθον ἀκούσας,
- καί ῥʼ ἐς μέσσον ἰὼν Τρώων ἀνέεργε φάλαγγας
- μέσσου δουρὸς ἑλών· τοὶ δʼ ἱδρύνθησαν ἅπαντες.
- τῷ δʼ ἐπετοξάζοντο κάρη κομόωντες Ἀχαιοὶ
- ἰοῖσίν τε τιτυσκόμενοι λάεσσί τʼ ἔβαλλον·
- αὐτὰρ ὃ μακρὸν ἄϋσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων·
- ἴσχεσθʼ Ἀργεῖοι, μὴ βάλλετε κοῦροι Ἀχαιῶν·
- στεῦται γάρ τι ἔπος ἐρέειν κορυθαίολος Ἕκτωρ.
- ὣς ἔφαθʼ, οἳ δʼ ἔσχοντο μάχης ἄνεῴ τʼ ἐγένοντο
- ἐσσυμένως· Ἕκτωρ δὲ μετʼ ἀμφοτέροισιν ἔειπε·
- κέκλυτέ μευ Τρῶες καὶ ἐϋκνήμιδες Ἀχαιοὶ
- μῦθον Ἀλεξάνδροιο, τοῦ εἵνεκα νεῖκος ὄρωρεν.
- ἄλλους μὲν κέλεται Τρῶας καὶ πάντας Ἀχαιοὺς
- τεύχεα κάλʼ ἀποθέσθαι ἐπὶ χθονὶ πουλυβοτείρῃ,
- αὐτὸν δʼ ἐν μέσσῳ καὶ ἀρηΐφιλον Μενέλαον
- οἴους ἀμφʼ Ἑλένῃ καὶ κτήμασι πᾶσι μάχεσθαι.
- ὁππότερος δέ κε νικήσῃ κρείσσων τε γένηται
- κτήμαθʼ ἑλὼν εὖ πάντα γυναῖκά τε οἴκαδʼ ἀγέσθω·
- οἳ δʼ ἄλλοι φιλότητα καὶ ὅρκια πιστὰ τάμωμεν.
- ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ·
- τοῖσι δὲ καὶ μετέειπε βοὴν ἀγαθὸς Μενέλαος·
- κέκλυτε νῦν καὶ ἐμεῖο· μάλιστα γὰρ ἄλγος ἱκάνει
- θυμὸν ἐμόν, φρονέω δὲ διακρινθήμεναι ἤδη
- Ἀργείους καὶ Τρῶας, ἐπεὶ κακὰ πολλὰ πέπασθε
- εἵνεκʼ ἐμῆς ἔριδος καὶ Ἀλεξάνδρου ἕνεκʼ ἀρχῆς·
- ἡμέων δʼ ὁπποτέρῳ θάνατος καὶ μοῖρα τέτυκται
- τεθναίη· ἄλλοι δὲ διακρινθεῖτε τάχιστα.
- οἴσετε ἄρνʼ, ἕτερον λευκόν, ἑτέρην δὲ μέλαιναν,
- Γῇ τε καὶ Ἠελίῳ· Διὶ δʼ ἡμεῖς οἴσομεν ἄλλον·
- ἄξετε δὲ Πριάμοιο βίην, ὄφρʼ ὅρκια τάμνῃ
- αὐτός, ἐπεί οἱ παῖδες ὑπερφίαλοι καὶ ἄπιστοι,
- μή τις ὑπερβασίῃ Διὸς ὅρκια δηλήσηται.
- αἰεὶ δʼ ὁπλοτέρων ἀνδρῶν φρένες ἠερέθονται·
- οἷς δʼ ὁ γέρων μετέῃσιν ἅμα πρόσσω καὶ ὀπίσσω
- λεύσσει, ὅπως ὄχʼ ἄριστα μετʼ ἀμφοτέροισι γένηται.
- ὣς ἔφαθʼ, οἳ δʼ ἐχάρησαν Ἀχαιοί τε Τρῶές τε
- ἐλπόμενοι παύσασθαι ὀϊζυροῦ πολέμοιο.
- καί ῥʼ ἵππους μὲν ἔρυξαν ἐπὶ στίχας, ἐκ δʼ ἔβαν αὐτοί,
- τεύχεά τʼ ἐξεδύοντο· τὰ μὲν κατέθεντʼ ἐπὶ γαίῃ
- πλησίον ἀλλήλων, ὀλίγη δʼ ἦν ἀμφὶς ἄρουρα·
- Ἕκτωρ δὲ προτὶ ἄστυ δύω κήρυκας ἔπεμπε
- καρπαλίμως ἄρνάς τε φέρειν Πρίαμόν τε καλέσσαι·
- αὐτὰρ ὃ Ταλθύβιον προΐει κρείων Ἀγαμέμνων
- νῆας ἔπι γλαφυρὰς ἰέναι, ἠδʼ ἄρνʼ ἐκέλευεν
- οἰσέμεναι· ὃ δʼ ἄρʼ οὐκ ἀπίθησʼ Ἀγαμέμνονι δίῳ.
- Ἶρις δʼ αὖθʼ Ἑλένῃ λευκωλένῳ ἄγγελος ἦλθεν
- εἰδομένη γαλόῳ Ἀντηνορίδαο δάμαρτι,
- τὴν Ἀντηνορίδης εἶχε κρείων Ἑλικάων
- Λαοδίκην Πριάμοιο θυγατρῶν εἶδος ἀρίστην.
- τὴν δʼ εὗρʼ ἐν μεγάρῳ· ἣ δὲ μέγαν ἱστὸν ὕφαινε
- δίπλακα πορφυρέην, πολέας δʼ ἐνέπασσεν ἀέθλους
- Τρώων θʼ ἱπποδάμων καὶ Ἀχαιῶν χαλκοχιτώνων,
- οὕς ἑθεν εἵνεκʼ ἔπασχον ὑπʼ Ἄρηος παλαμάων·
- ἀγχοῦ δʼ ἱσταμένη προσέφη πόδας ὠκέα Ἶρις·
- δεῦρʼ ἴθι νύμφα φίλη, ἵνα θέσκελα ἔργα ἴδηαι
- Τρώων θʼ ἱπποδάμων καὶ Ἀχαιῶν χαλκοχιτώνων,
- οἳ πρὶν ἐπʼ ἀλλήλοισι φέρον πολύδακρυν Ἄρηα
- ἐν πεδίῳ ὀλοοῖο λιλαιόμενοι πολέμοιο·
- οἳ δὴ νῦν ἕαται σιγῇ, πόλεμος δὲ πέπαυται,
- ἀσπίσι κεκλιμένοι, παρὰ δʼ ἔγχεα μακρὰ πέπηγεν.
- αὐτὰρ Ἀλέξανδρος καὶ ἀρηΐφιλος Μενέλαος
- μακρῇς ἐγχείῃσι μαχήσονται περὶ σεῖο·
- τῷ δέ κε νικήσαντι φίλη κεκλήσῃ ἄκοιτις.
- ὣς εἰποῦσα θεὰ γλυκὺν ἵμερον ἔμβαλε θυμῷ
- ἀνδρός τε προτέρου καὶ ἄστεος ἠδὲ τοκήων·
- αὐτίκα δʼ ἀργεννῇσι καλυψαμένη ὀθόνῃσιν
- ὁρμᾶτʼ ἐκ θαλάμοιο τέρεν κατὰ δάκρυ χέουσα
- οὐκ οἴη, ἅμα τῇ γε καὶ ἀμφίπολοι δύʼ ἕποντο,
- Αἴθρη Πιτθῆος θυγάτηρ, Κλυμένη τε βοῶπις·
- αἶψα δʼ ἔπειθʼ ἵκανον ὅθι Σκαιαὶ πύλαι ἦσαν.
- οἳ δʼ ἀμφὶ Πρίαμον καὶ Πάνθοον ἠδὲ Θυμοίτην
- Λάμπόν τε Κλυτίον θʼ Ἱκετάονά τʼ ὄζον Ἄρηος
- Οὐκαλέγων τε καὶ Ἀντήνωρ πεπνυμένω ἄμφω
- ἥατο δημογέροντες ἐπὶ Σκαιῇσι πύλῃσι,
- γήραϊ δὴ πολέμοιο πεπαυμένοι, ἀλλʼ ἀγορηταὶ
- ἐσθλοί, τεττίγεσσιν ἐοικότες οἵ τε καθʼ ὕλην
- δενδρέῳ ἐφεζόμενοι ὄπα λειριόεσσαν ἱεῖσι·
- τοῖοι ἄρα Τρώων ἡγήτορες ἧντʼ ἐπὶ πύργῳ.
- οἳ δʼ ὡς οὖν εἴδονθʼ Ἑλένην ἐπὶ πύργον ἰοῦσαν,
- ἦκα πρὸς ἀλλήλους ἔπεα πτερόεντʼ ἀγόρευον·
- οὐ νέμεσις Τρῶας καὶ ἐϋκνήμιδας Ἀχαιοὺς
- τοιῇδʼ ἀμφὶ γυναικὶ πολὺν χρόνον ἄλγεα πάσχειν·
- αἰνῶς ἀθανάτῃσι θεῇς εἰς ὦπα ἔοικεν·
- ἀλλὰ καὶ ὧς τοίη περ ἐοῦσʼ ἐν νηυσὶ νεέσθω,
- μηδʼ ἡμῖν τεκέεσσί τʼ ὀπίσσω πῆμα λίποιτο.
- ὣς ἄρʼ ἔφαν, Πρίαμος δʼ Ἑλένην ἐκαλέσσατο φωνῇ·
- δεῦρο πάροιθʼ ἐλθοῦσα φίλον τέκος ἵζευ ἐμεῖο,
- ὄφρα ἴδῃ πρότερόν τε πόσιν πηούς τε φίλους τε·
- οὔ τί μοι αἰτίη ἐσσί, θεοί νύ μοι αἴτιοί εἰσιν
- οἵ μοι ἐφώρμησαν πόλεμον πολύδακρυν Ἀχαιῶν·
- ὥς μοι καὶ τόνδʼ ἄνδρα πελώριον ἐξονομήνῃς
- ὅς τις ὅδʼ ἐστὶν Ἀχαιὸς ἀνὴρ ἠΰς τε μέγας τε.
- ἤτοι μὲν κεφαλῇ καὶ μείζονες ἄλλοι ἔασι,
- καλὸν δʼ οὕτω ἐγὼν οὔ πω ἴδον ὀφθαλμοῖσιν,
- οὐδʼ οὕτω γεραρόν· βασιλῆϊ γὰρ ἀνδρὶ ἔοικε.
- τὸν δʼ Ἑλένη μύθοισιν ἀμείβετο δῖα γυναικῶν·
- αἰδοῖός τέ μοί ἐσσι φίλε ἑκυρὲ δεινός τε·
- ὡς ὄφελεν θάνατός μοι ἁδεῖν κακὸς ὁππότε δεῦρο
- υἱέϊ σῷ ἑπόμην θάλαμον γνωτούς τε λιποῦσα
- παῖδά τε τηλυγέτην καὶ ὁμηλικίην ἐρατεινήν.
- ἀλλὰ τά γʼ οὐκ ἐγένοντο· τὸ καὶ κλαίουσα τέτηκα.
- τοῦτο δέ τοι ἐρέω ὅ μʼ ἀνείρεαι ἠδὲ μεταλλᾷς·
- οὗτός γʼ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων,
- ἀμφότερον βασιλεύς τʼ ἀγαθὸς κρατερός τʼ αἰχμητής·
- δαὴρ αὖτʼ ἐμὸς ἔσκε κυνώπιδος, εἴ ποτʼ ἔην γε.
- ὣς φάτο, τὸν δʼ ὁ γέρων ἠγάσσατο φώνησέν τε·
- ὦ μάκαρ Ἀτρεΐδη μοιρηγενὲς ὀλβιόδαιμον,
- ἦ ῥά νύ τοι πολλοὶ δεδμήατο κοῦροι Ἀχαιῶν.
- ἤδη καὶ Φρυγίην εἰσήλυθον ἀμπελόεσσαν,
- ἔνθα ἴδον πλείστους Φρύγας ἀνέρας αἰολοπώλους
- λαοὺς Ὀτρῆος καὶ Μυγδόνος ἀντιθέοιο,
- οἵ ῥα τότʼ ἐστρατόωντο παρʼ ὄχθας Σαγγαρίοιο·
- καὶ γὰρ ἐγὼν ἐπίκουρος ἐὼν μετὰ τοῖσιν ἐλέχθην
- ἤματι τῷ ὅτε τʼ ἦλθον Ἀμαζόνες ἀντιάνειραι·
- ἀλλʼ οὐδʼ οἳ τόσοι ἦσαν ὅσοι ἑλίκωπες Ἀχαιοί.
- δεύτερον αὖτʼ Ὀδυσῆα ἰδὼν ἐρέεινʼ ὁ γεραιός·
- εἴπʼ ἄγε μοι καὶ τόνδε φίλον τέκος ὅς τις ὅδʼ ἐστί·
- μείων μὲν κεφαλῇ Ἀγαμέμνονος Ἀτρεΐδαο,
- εὐρύτερος δʼ ὤμοισιν ἰδὲ στέρνοισιν ἰδέσθαι.
- τεύχεα μέν οἱ κεῖται ἐπὶ χθονὶ πουλυβοτείρῃ,
- αὐτὸς δὲ κτίλος ὣς ἐπιπωλεῖται στίχας ἀνδρῶν·
- ἀρνειῷ μιν ἔγωγε ἐΐσκω πηγεσιμάλλῳ,
- ὅς τʼ οἰῶν μέγα πῶϋ διέρχεται ἀργεννάων.
- τὸν δʼ ἠμείβετʼ ἔπειθʼ Ἑλένη Διὸς ἐκγεγαυῖα·
- οὗτος δʼ αὖ Λαερτιάδης πολύμητις Ὀδυσσεύς,
- ὃς τράφη ἐν δήμῳ Ἰθάκης κραναῆς περ ἐούσης
- εἰδὼς παντοίους τε δόλους καὶ μήδεα πυκνά.
- τὴν δʼ αὖτʼ Ἀντήνωρ πεπνυμένος ἀντίον ηὔδα·
- ὦ γύναι ἦ μάλα τοῦτο ἔπος νημερτὲς ἔειπες·
- ἤδη γὰρ καὶ δεῦρό ποτʼ ἤλυθε δῖος Ὀδυσσεὺς
- σεῦ ἕνεκʼ ἀγγελίης σὺν ἀρηϊφίλῳ Μενελάῳ·
- τοὺς δʼ ἐγὼ ἐξείνισσα καὶ ἐν μεγάροισι φίλησα,
- ἀμφοτέρων δὲ φυὴν ἐδάην καὶ μήδεα πυκνά.
- ἀλλʼ ὅτε δὴ Τρώεσσιν ἐν ἀγρομένοισιν ἔμιχθεν
- στάντων μὲν Μενέλαος ὑπείρεχεν εὐρέας ὤμους,
- ἄμφω δʼ ἑζομένω γεραρώτερος ἦεν Ὀδυσσεύς·
- ἀλλʼ ὅτε δὴ μύθους καὶ μήδεα πᾶσιν ὕφαινον
- ἤτοι μὲν Μενέλαος ἐπιτροχάδην ἀγόρευε,
- παῦρα μὲν ἀλλὰ μάλα λιγέως, ἐπεὶ οὐ πολύμυθος
- οὐδʼ ἀφαμαρτοεπής· ἦ καὶ γένει ὕστερος ἦεν.
- ἀλλʼ ὅτε δὴ πολύμητις ἀναΐξειεν Ὀδυσσεὺς
- στάσκεν, ὑπαὶ δὲ ἴδεσκε κατὰ χθονὸς ὄμματα πήξας,
- σκῆπτρον δʼ οὔτʼ ὀπίσω οὔτε προπρηνὲς ἐνώμα,
- ἀλλʼ ἀστεμφὲς ἔχεσκεν ἀΐδρεϊ φωτὶ ἐοικώς·
- φαίης κε ζάκοτόν τέ τινʼ ἔμμεναι ἄφρονά τʼ αὔτως.
- ἀλλʼ ὅτε δὴ ὄπα τε μεγάλην ἐκ στήθεος εἵη
- καὶ ἔπεα νιφάδεσσιν ἐοικότα χειμερίῃσιν,
- οὐκ ἂν ἔπειτʼ Ὀδυσῆΐ γʼ ἐρίσσειε βροτὸς ἄλλος·
- οὐ τότε γʼ ὧδʼ Ὀδυσῆος ἀγασσάμεθʼ εἶδος ἰδόντες.
- τὸ τρίτον αὖτʼ Αἴαντα ἰδὼν ἐρέεινʼ ὃ γεραιός·
- τίς τὰρ ὅδʼ ἄλλος Ἀχαιὸς ἀνὴρ ἠΰς τε μέγας τε
- ἔξοχος Ἀργείων κεφαλήν τε καὶ εὐρέας ὤμους;
- τὸν δʼ Ἑλένη τανύπεπλος ἀμείβετο δῖα γυναικῶν·
- οὗτος δʼ Αἴας ἐστὶ πελώριος ἕρκος Ἀχαιῶν·
- Ἰδομενεὺς δʼ ἑτέρωθεν ἐνὶ Κρήτεσσι θεὸς ὣς
- ἕστηκʼ, ἀμφὶ δέ μιν Κρητῶν ἀγοὶ ἠγερέθονται.
- πολλάκι μιν ξείνισσεν ἀρηΐφιλος Μενέλαος
- οἴκῳ ἐν ἡμετέρῳ ὁπότε Κρήτηθεν ἵκοιτο.
- νῦν δʼ ἄλλους μὲν πάντας ὁρῶ ἑλίκωπας Ἀχαιούς,
- οὕς κεν ἐῢ γνοίην καί τʼ οὔνομα μυθησαίμην·
- δοιὼ δʼ οὐ δύναμαι ἰδέειν κοσμήτορε λαῶν
- Κάστορά θʼ ἱππόδαμον καὶ πὺξ ἀγαθὸν Πολυδεύκεα
- αὐτοκασιγνήτω, τώ μοι μία γείνατο μήτηρ.
- ἢ οὐχ ἑσπέσθην Λακεδαίμονος ἐξ ἐρατεινῆς,
- ἢ δεύρω μὲν ἕποντο νέεσσʼ ἔνι ποντοπόροισι,
- νῦν αὖτʼ οὐκ ἐθέλουσι μάχην καταδύμεναι ἀνδρῶν
- αἴσχεα δειδιότες καὶ ὀνείδεα πόλλʼ ἅ μοί ἐστιν.
- ὣς φάτο, τοὺς δʼ ἤδη κάτεχεν φυσίζοος αἶα
- ἐν Λακεδαίμονι αὖθι φίλῃ ἐν πατρίδι γαίῃ.
- κήρυκες δʼ ἀνὰ ἄστυ θεῶν φέρον ὅρκια πιστὰ
- ἄρνε δύω καὶ οἶνον ἐΰφρονα καρπὸν ἀρούρης
- ἀσκῷ ἐν αἰγείῳ· φέρε δὲ κρητῆρα φαεινὸν
- κῆρυξ Ἰδαῖος ἠδὲ χρύσεια κύπελλα·
- ὄτρυνεν δὲ γέροντα παριστάμενος ἐπέεσσιν·
- ὄρσεο Λαομεδοντιάδη, καλέουσιν ἄριστοι
- Τρώων θʼ ἱπποδάμων καὶ Ἀχαιῶν χαλκοχιτώνων
- ἐς πεδίον καταβῆναι ἵνʼ ὅρκια πιστὰ τάμητε·
- αὐτὰρ Ἀλέξανδρος καὶ ἀρηΐφιλος Μενέλαος
- μακρῇς ἐγχείῃσι μαχήσοντʼ ἀμφὶ γυναικί·
- τῷ δέ κε νικήσαντι γυνὴ καὶ κτήμαθʼ ἕποιτο·
- οἳ δʼ ἄλλοι φιλότητα καὶ ὅρκια πιστὰ ταμόντες
- ναίοιμεν Τροίην ἐριβώλακα, τοὶ δὲ νέονται
- Ἄργος ἐς ἱππόβοτον καὶ Ἀχαιΐδα καλλιγύναικα.
- ὣς φάτο ῥίγησεν δʼ ὃ γέρων, ἐκέλευσε δʼ ἑταίρους
- ἵππους ζευγνύμεναι· τοὶ δʼ ὀτραλέως ἐπίθοντο.
- ἂν δʼ ἄρʼ ἔβη Πρίαμος, κατὰ δʼ ἡνία τεῖνεν ὀπίσσω·
- πὰρ δέ οἱ Ἀντήνωρ περικαλλέα βήσετο δίφρον·
- τὼ δὲ διὰ Σκαιῶν πεδίον δʼ ἔχον ὠκέας ἵππους.
- ἀλλʼ ὅτε δή ῥʼ ἵκοντο μετὰ Τρῶας καὶ Ἀχαιούς,
- ἐξ ἵππων ἀποβάντες ἐπὶ χθόνα πουλυβότειραν
- ἐς μέσσον Τρώων καὶ Ἀχαιῶν ἐστιχόωντο.
- ὄρνυτο δʼ αὐτίκʼ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων,
- ἂν δʼ Ὀδυσεὺς πολύμητις· ἀτὰρ κήρυκες ἀγαυοὶ
- ὅρκια πιστὰ θεῶν σύναγον, κρητῆρι δὲ οἶνον
- μίσγον, ἀτὰρ βασιλεῦσιν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν.
- Ἀτρεΐδης δὲ ἐρυσσάμενος χείρεσσι μάχαιραν,
- ἥ οἱ πὰρ ξίφεος μέγα κουλεόν αἰὲν ἄωρτο,
- ἀρνῶν ἐκ κεφαλέων τάμνε τρίχας· αὐτὰρ ἔπειτα
- κήρυκες Τρώων καὶ Ἀχαιῶν νεῖμαν ἀρίστοις.
- τοῖσιν δʼ Ἀτρεΐδης μεγάλʼ εὔχετο χεῖρας ἀνασχών·
- Ζεῦ πάτερ Ἴδηθεν μεδέων κύδιστε μέγιστε,
- Ἠέλιός θʼ, ὃς πάντʼ ἐφορᾷς καὶ πάντʼ ἐπακούεις,
- καὶ ποταμοὶ καὶ γαῖα, καὶ οἳ ὑπένερθε καμόντας
- ἀνθρώπους τίνυσθον ὅτις κʼ ἐπίορκον ὀμόσσῃ,
- ὑμεῖς μάρτυροι ἔστε, φυλάσσετε δʼ ὅρκια πιστά·
- εἰ μέν κεν Μενέλαον Ἀλέξανδρος καταπέφνῃ
- αὐτὸς ἔπειθʼ Ἑλένην ἐχέτω καὶ κτήματα πάντα,
- ἡμεῖς δʼ ἐν νήεσσι νεώμεθα ποντοπόροισιν·
- εἰ δέ κʼ Ἀλέξανδρον κτείνῃ ξανθὸς Μενέλαος,
- Τρῶας ἔπειθʼ Ἑλένην καὶ κτήματα πάντʼ ἀποδοῦναι,
- τιμὴν δʼ Ἀργείοις ἀποτινέμεν ἥν τινʼ ἔοικεν,
- ἥ τε καὶ ἐσσομένοισι μετʼ ἀνθρώποισι πέληται.
- εἰ δʼ ἂν ἐμοὶ τιμὴν Πρίαμος Πριάμοιό τε παῖδες
- τίνειν οὐκ ἐθέλωσιν Ἀλεξάνδροιο πεσόντος,
- αὐτὰρ ἐγὼ καὶ ἔπειτα μαχήσομαι εἵνεκα ποινῆς
- αὖθι μένων, ἧός κε τέλος πολέμοιο κιχείω.
- ἦ, καὶ ἀπὸ στομάχους ἀρνῶν τάμε νηλέϊ χαλκῷ·
- καὶ τοὺς μὲν κατέθηκεν ἐπὶ χθονὸς ἀσπαίροντας
- θυμοῦ δευομένους· ἀπὸ γὰρ μένος εἵλετο χαλκός.
- οἶνον δʼ ἐκ κρητῆρος ἀφυσσόμενοι δεπάεσσιν
- ἔκχεον, ἠδʼ εὔχοντο θεοῖς αἰειγενέτῃσιν.
- ὧδε δέ τις εἴπεσκεν Ἀχαιῶν τε Τρώων τε·
- Ζεῦ κύδιστε μέγιστε καὶ ἀθάνατοι θεοὶ ἄλλοι
- ὁππότεροι πρότεροι ὑπὲρ ὅρκια πημήνειαν
- ὧδέ σφʼ ἐγκέφαλος χαμάδις ῥέοι ὡς ὅδε οἶνος
- αὐτῶν καὶ τεκέων, ἄλοχοι δʼ ἄλλοισι δαμεῖεν.
- ὣς ἔφαν, οὐδʼ ἄρα πώ σφιν ἐπεκραίαινε Κρονίων.
- τοῖσι δὲ Δαρδανίδης Πρίαμος μετὰ μῦθον ἔειπε·
- κέκλυτέ μευ Τρῶες καὶ ἐϋκνήμιδες Ἀχαιοί·
- ἤτοι ἐγὼν εἶμι προτὶ Ἴλιον ἠνεμόεσσαν
- ἄψ, ἐπεὶ οὔ πω τλήσομʼ ἐν ὀφθαλμοῖσιν ὁρᾶσθαι
- μαρνάμενον φίλον υἱὸν ἀρηϊφίλῳ Μενελάῳ·
- Ζεὺς μέν που τό γε οἶδε καὶ ἀθάνατοι θεοὶ ἄλλοι
- ὁπποτέρῳ θανάτοιο τέλος πεπρωμένον ἐστίν.
- ἦ ῥα καὶ ἐς δίφρον ἄρνας θέτο ἰσόθεος φώς,
- ἂν δʼ ἄρʼ ἔβαινʼ αὐτός, κατὰ δʼ ἡνία τεῖνεν ὀπίσσω·
- πὰρ δέ οἱ Ἀντήνωρ περικαλλέα βήσετο δίφρον.
- τὼ μὲν ἄρʼ ἄψορροι προτὶ Ἴλιον ἀπονέοντο·
- Ἕκτωρ δὲ Πριάμοιο πάϊς καὶ δῖος Ὀδυσσεὺς
- χῶρον μὲν πρῶτον διεμέτρεον, αὐτὰρ ἔπειτα
- κλήρους ἐν κυνέῃ χαλκήρεϊ πάλλον ἑλόντες,
- ὁππότερος δὴ πρόσθεν ἀφείη χάλκεον ἔγχος.
- λαοὶ δʼ ἠρήσαντο, θεοῖσι δὲ χεῖρας ἀνέσχον,
- ὧδε δέ τις εἴπεσκεν Ἀχαιῶν τε Τρώων τε·
- Ζεῦ πάτερ Ἴδηθεν μεδέων κύδιστε μέγιστε
- ὁππότερος τάδε ἔργα μετʼ ἀμφοτέροισιν ἔθηκε,
- τὸν δὸς ἀποφθίμενον δῦναι δόμον Ἄϊδος εἴσω,
- ἡμῖν δʼ αὖ φιλότητα καὶ ὅρκια πιστὰ γενέσθαι.
- ὣς ἄρʼ ἔφαν, πάλλεν δὲ μέγας κορυθαίολος Ἕκτωρ
- ἂψ ὁρόων· Πάριος δὲ θοῶς ἐκ κλῆρος ὄρουσεν.
- οἳ μὲν ἔπειθʼ ἵζοντο κατὰ στίχας, ἧχι ἑκάστῳ
- ἵπποι ἀερσίποδες καὶ ποικίλα τεύχεʼ ἔκειτο·
- αὐτὰρ ὅ γʼ ἀμφʼ ὤμοισιν ἐδύσετο τεύχεα καλὰ
- δῖος Ἀλέξανδρος Ἑλένης πόσις ἠϋκόμοιο.
- κνημῖδας μὲν πρῶτα περὶ κνήμῃσιν ἔθηκε
- καλάς, ἀργυρέοισιν ἐπισφυρίοις ἀραρυίας·
- δεύτερον αὖ θώρηκα περὶ στήθεσσιν ἔδυνεν
- οἷο κασιγνήτοιο Λυκάονος· ἥρμοσε δʼ αὐτῷ.
- ἀμφὶ δʼ ἄρʼ ὤμοισιν βάλετο ξίφος ἀργυρόηλον
- χάλκεον, αὐτὰρ ἔπειτα σάκος μέγα τε στιβαρόν τε·
- κρατὶ δʼ ἐπʼ ἰφθίμῳ κυνέην εὔτυκτον ἔθηκεν
- ἵππουριν· δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν·
- εἵλετο δʼ ἄλκιμον ἔγχος, ὅ οἱ παλάμηφιν ἀρήρει.
- ὣς δʼ αὔτως Μενέλαος ἀρήϊος ἔντεʼ ἔδυνεν.
- οἳ δʼ ἐπεὶ οὖν ἑκάτερθεν ὁμίλου θωρήχθησαν,
- ἐς μέσσον Τρώων καὶ Ἀχαιῶν ἐστιχόωντο
- δεινὸν δερκόμενοι· θάμβος δʼ ἔχεν εἰσορόωντας
- Τρῶάς θʼ ἱπποδάμους καὶ ἐϋκνήμιδας Ἀχαιούς.
- καί ῥʼ ἐγγὺς στήτην διαμετρητῷ ἐνὶ χώρῳ
- σείοντʼ ἐγχείας ἀλλήλοισιν κοτέοντε.
- πρόσθε δʼ Ἀλέξανδρος προΐει δολιχόσκιον ἔγχος,
- καὶ βάλεν Ἀτρεΐδαο κατʼ ἀσπίδα πάντοσε ἴσην,
- οὐδʼ ἔρρηξεν χαλκός, ἀνεγνάμφθη δέ οἱ αἰχμὴ
- ἀσπίδʼ ἐνὶ κρατερῇ· ὃ δὲ δεύτερον ὄρνυτο χαλκῷ
- Ἀτρεΐδης Μενέλαος ἐπευξάμενος Διὶ πατρί·
- Ζεῦ ἄνα δὸς τίσασθαι ὅ με πρότερος κάκʼ ἔοργε
- δῖον Ἀλέξανδρον, καὶ ἐμῇς ὑπὸ χερσὶ δάμασσον,
- ὄφρα τις ἐρρίγῃσι καὶ ὀψιγόνων ἀνθρώπων
- ξεινοδόκον κακὰ ῥέξαι, ὅ κεν φιλότητα παράσχῃ.
- ἦ ῥα καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος,
- καὶ βάλε Πριαμίδαο κατʼ ἀσπίδα πάντοσε ἴσην·
- διὰ μὲν ἀσπίδος ἦλθε φαεινῆς ὄβριμον ἔγχος,
- καὶ διὰ θώρηκος πολυδαιδάλου ἠρήρειστο·
- ἀντικρὺ δὲ παραὶ λαπάρην διάμησε χιτῶνα
- ἔγχος· ὃ δʼ ἐκλίνθη καὶ ἀλεύατο κῆρα μέλαιναν.
- Ἀτρεΐδης δὲ ἐρυσσάμενος ξίφος ἀργυρόηλον
- πλῆξεν ἀνασχόμενος κόρυθος φάλον· ἀμφὶ δʼ ἄρʼ αὐτῷ
- τριχθά τε καὶ τετραχθὰ διατρυφὲν ἔκπεσε χειρός.
- Ἀτρεΐδης δʼ ᾤμωξεν ἰδὼν εἰς οὐρανὸν εὐρύν·
- Ζεῦ πάτερ οὔ τις σεῖο θεῶν ὀλοώτερος ἄλλος·
- ἦ τʼ ἐφάμην τίσασθαι Ἀλέξανδρον κακότητος·
- νῦν δέ μοι ἐν χείρεσσιν ἄγη ξίφος, ἐκ δέ μοι ἔγχος
- ἠΐχθη παλάμηφιν ἐτώσιον, οὐδʼ ἔβαλόν μιν.
- ἦ καὶ ἐπαΐξας κόρυθος λάβεν ἱπποδασείης,
- ἕλκε δʼ ἐπιστρέψας μετʼ ἐϋκνήμιδας Ἀχαιούς·
- ἄγχε δέ μιν πολύκεστος ἱμὰς ἁπαλὴν ὑπὸ δειρήν,
- ὅς οἱ ὑπʼ ἀνθερεῶνος ὀχεὺς τέτατο τρυφαλείης.
- καί νύ κεν εἴρυσσέν τε καὶ ἄσπετον ἤρατο κῦδος,
- εἰ μὴ ἄρʼ ὀξὺ νόησε Διὸς θυγάτηρ Ἀφροδίτη,
- ἥ οἱ ῥῆξεν ἱμάντα βοὸς ἶφι κταμένοιο·
- κεινὴ δὲ τρυφάλεια ἅμʼ ἕσπετο χειρὶ παχείῃ.
- τὴν μὲν ἔπειθʼ ἥρως μετʼ ἐϋκνήμιδας Ἀχαιοὺς
- ῥῖψʼ ἐπιδινήσας, κόμισαν δʼ ἐρίηρες ἑταῖροι·
- αὐτὰρ ὃ ἂψ ἐπόρουσε κατακτάμεναι μενεαίνων
- ἔγχεϊ χαλκείῳ· τὸν δʼ ἐξήρπαξʼ Ἀφροδίτη
- ῥεῖα μάλʼ ὥς τε θεός, ἐκάλυψε δʼ ἄρʼ ἠέρι πολλῇ,
- κὰδ δʼ εἷσʼ ἐν θαλάμῳ εὐώδεϊ κηώεντι.
- αὐτὴ δʼ αὖ Ἑλένην καλέουσʼ ἴε· τὴν δὲ κίχανε
- πύργῳ ἐφʼ ὑψηλῷ, περὶ δὲ Τρῳαὶ ἅλις ἦσαν·
- χειρὶ δὲ νεκταρέου ἑανοῦ ἐτίναξε λαβοῦσα,
- γρηῒ δέ μιν ἐϊκυῖα παλαιγενέϊ προσέειπεν
- εἰροκόμῳ, ἥ οἱ Λακεδαίμονι ναιετοώσῃ
- ἤσκειν εἴρια καλά, μάλιστα δέ μιν φιλέεσκε·
- τῇ μιν ἐεισαμένη προσεφώνεε δῖʼ Ἀφροδίτη·
- δεῦρʼ ἴθʼ· Ἀλέξανδρός σε καλεῖ οἶκον δὲ νέεσθαι.
- κεῖνος ὅ γʼ ἐν θαλάμῳ καὶ δινωτοῖσι λέχεσσι
- κάλλεΐ τε στίλβων καὶ εἵμασιν· οὐδέ κε φαίης
- ἀνδρὶ μαχεσσάμενον τόν γʼ ἐλθεῖν, ἀλλὰ χορὸν δὲ
- ἔρχεσθʼ, ἠὲ χοροῖο νέον λήγοντα καθίζειν.
- ὣς φάτο, τῇ δʼ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε·
- καί ῥʼ ὡς οὖν ἐνόησε θεᾶς περικαλλέα δειρὴν
- στήθεά θʼ ἱμερόεντα καὶ ὄμματα μαρμαίροντα,
- θάμβησέν τʼ ἄρʼ ἔπειτα ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·
- δαιμονίη, τί με ταῦτα λιλαίεαι ἠπεροπεύειν;
- ἦ πῄ με προτέρω πολίων εὖ ναιομενάων
- ἄξεις, ἢ Φρυγίης ἢ Μῃονίης ἐρατεινῆς,
- εἴ τίς τοι καὶ κεῖθι φίλος μερόπων ἀνθρώπων·
- οὕνεκα δὴ νῦν δῖον Ἀλέξανδρον Μενέλαος
- νικήσας ἐθέλει στυγερὴν ἐμὲ οἴκαδʼ ἄγεσθαι,
- τοὔνεκα δὴ νῦν δεῦρο δολοφρονέουσα παρέστης;
- ἧσο παρʼ αὐτὸν ἰοῦσα, θεῶν δʼ ἀπόεικε κελεύθου,
- μηδʼ ἔτι σοῖσι πόδεσσιν ὑποστρέψειας Ὄλυμπον,
- ἀλλʼ αἰεὶ περὶ κεῖνον ὀΐζυε καί ἑ φύλασσε,
- εἰς ὅ κέ σʼ ἢ ἄλοχον ποιήσεται ἢ ὅ γε δούλην.
- κεῖσε δʼ ἐγὼν οὐκ εἶμι· νεμεσσητὸν δέ κεν εἴη·
- κείνου πορσανέουσα λέχος· Τρῳαὶ δέ μʼ ὀπίσσω
- πᾶσαι μωμήσονται· ἔχω δʼ ἄχεʼ ἄκριτα θυμῷ.
- τὴν δὲ χολωσαμένη προσεφώνεε δῖʼ Ἀφροδίτη·
- μή μʼ ἔρεθε σχετλίη, μὴ χωσαμένη σε μεθείω,
- τὼς δέ σʼ ἀπεχθήρω ὡς νῦν ἔκπαγλʼ ἐφίλησα,
- μέσσῳ δʼ ἀμφοτέρων μητίσομαι ἔχθεα λυγρὰ
- Τρώων καὶ Δαναῶν, σὺ δέ κεν κακὸν οἶτον ὄληαι.
- ὣς ἔφατʼ, ἔδεισεν δʼ Ἑλένη Διὸς ἐκγεγαυῖα,
- βῆ δὲ κατασχομένη ἑανῷ ἀργῆτι φαεινῷ