Iliad
Homer
Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.
- μῆνιν ἄειδε θεὰ Πηληϊάδεω Ἀχιλῆος
- οὐλομένην, ἣ μυρίʼ Ἀχαιοῖς ἄλγεʼ ἔθηκε,
- πολλὰς δʼ ἰφθίμους ψυχὰς Ἄϊδι προΐαψεν
- ἡρώων, αὐτοὺς δὲ ἑλώρια τεῦχε κύνεσσιν
- οἰωνοῖσί τε πᾶσι, Διὸς δʼ ἐτελείετο βουλή,
- ἐξ οὗ δὴ τὰ πρῶτα διαστήτην ἐρίσαντε
- Ἀτρεΐδης τε ἄναξ ἀνδρῶν καὶ δῖος Ἀχιλλεύς.
- τίς τʼ ἄρ σφωε θεῶν ἔριδι ξυνέηκε μάχεσθαι;
- Λητοῦς καὶ Διὸς υἱός· ὃ γὰρ βασιλῆϊ χολωθεὶς
- νοῦσον ἀνὰ στρατὸν ὄρσε κακήν, ὀλέκοντο δὲ λαοί,
- οὕνεκα τὸν Χρύσην ἠτίμασεν ἀρητῆρα
- Ἀτρεΐδης· ὃ γὰρ ἦλθε θοὰς ἐπὶ νῆας Ἀχαιῶν
- λυσόμενός τε θύγατρα φέρων τʼ ἀπερείσιʼ ἄποινα,
- στέμματʼ ἔχων ἐν χερσὶν ἑκηβόλου Ἀπόλλωνος
- χρυσέῳ ἀνὰ σκήπτρῳ, καὶ λίσσετο πάντας Ἀχαιούς,
- Ἀτρεΐδα δὲ μάλιστα δύω, κοσμήτορε λαῶν·
- Ἀτρεΐδαι τε καὶ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοί,
- ὑμῖν μὲν θεοὶ δοῖεν Ὀλύμπια δώματʼ ἔχοντες
- ἐκπέρσαι Πριάμοιο πόλιν, εὖ δʼ οἴκαδʼ ἱκέσθαι·
- παῖδα δʼ ἐμοὶ λύσαιτε φίλην, τὰ δʼ ἄποινα δέχεσθαι,
- ἁζόμενοι Διὸς υἱὸν ἑκηβόλον Ἀπόλλωνα.
- ἔνθʼ ἄλλοι μὲν πάντες ἐπευφήμησαν Ἀχαιοὶ
- αἰδεῖσθαί θʼ ἱερῆα καὶ ἀγλαὰ δέχθαι ἄποινα·
- ἀλλʼ οὐκ Ἀτρεΐδῃ Ἀγαμέμνονι ἥνδανε θυμῷ,
- ἀλλὰ κακῶς ἀφίει, κρατερὸν δʼ ἐπὶ μῦθον ἔτελλε·
- μή σε γέρον κοίλῃσιν ἐγὼ παρὰ νηυσὶ κιχείω
- ἢ νῦν δηθύνοντʼ ἢ ὕστερον αὖτις ἰόντα,
- μή νύ τοι οὐ χραίσμῃ σκῆπτρον καὶ στέμμα θεοῖο·
- τὴν δʼ ἐγὼ οὐ λύσω· πρίν μιν καὶ γῆρας ἔπεισιν
- ἡμετέρῳ ἐνὶ οἴκῳ ἐν Ἄργεϊ τηλόθι πάτρης
- ἱστὸν ἐποιχομένην καὶ ἐμὸν λέχος ἀντιόωσαν·
- ἀλλʼ ἴθι μή μʼ ἐρέθιζε σαώτερος ὥς κε νέηαι.
- ὣς ἔφατʼ, ἔδεισεν δʼ ὃ γέρων καὶ ἐπείθετο μύθῳ·
- βῆ δʼ ἀκέων παρὰ θῖνα πολυφλοίσβοιο θαλάσσης·
- πολλὰ δʼ ἔπειτʼ ἀπάνευθε κιὼν ἠρᾶθʼ ὃ γεραιὸς
- Ἀπόλλωνι ἄνακτι, τὸν ἠΰκομος τέκε Λητώ·
- κλῦθί μευ ἀργυρότοξʼ, ὃς Χρύσην ἀμφιβέβηκας
- Κίλλαν τε ζαθέην Τενέδοιό τε ἶφι ἀνάσσεις,
- Σμινθεῦ εἴ ποτέ τοι χαρίεντʼ ἐπὶ νηὸν ἔρεψα,
- ἢ εἰ δή ποτέ τοι κατὰ πίονα μηρίʼ ἔκηα
- ταύρων ἠδʼ αἰγῶν, τὸ δέ μοι κρήηνον ἐέλδωρ·
- τίσειαν Δαναοὶ ἐμὰ δάκρυα σοῖσι βέλεσσιν.
- ὣς ἔφατʼ εὐχόμενος, τοῦ δʼ ἔκλυε Φοῖβος Ἀπόλλων,
- βῆ δὲ κατʼ Οὐλύμποιο καρήνων χωόμενος κῆρ,
- τόξʼ ὤμοισιν ἔχων ἀμφηρεφέα τε φαρέτρην·
- ἔκλαγξαν δʼ ἄρʼ ὀϊστοὶ ἐπʼ ὤμων χωομένοιο,
- αὐτοῦ κινηθέντος· ὃ δʼ ἤϊε νυκτὶ ἐοικώς.
- ἕζετʼ ἔπειτʼ ἀπάνευθε νεῶν, μετὰ δʼ ἰὸν ἕηκε·
- δεινὴ δὲ κλαγγὴ γένετʼ ἀργυρέοιο βιοῖο·
- οὐρῆας μὲν πρῶτον ἐπῴχετο καὶ κύνας ἀργούς,
- αὐτὰρ ἔπειτʼ αὐτοῖσι βέλος ἐχεπευκὲς ἐφιεὶς
- βάλλʼ· αἰεὶ δὲ πυραὶ νεκύων καίοντο θαμειαί.
- ἐννῆμαρ μὲν ἀνὰ στρατὸν ᾤχετο κῆλα θεοῖο,
- τῇ δεκάτῃ δʼ ἀγορὴν δὲ καλέσσατο λαὸν Ἀχιλλεύς·
- τῷ γὰρ ἐπὶ φρεσὶ θῆκε θεὰ λευκώλενος Ἥρη·
- κήδετο γὰρ Δαναῶν, ὅτι ῥα θνήσκοντας ὁρᾶτο.
- οἳ δʼ ἐπεὶ οὖν ἤγερθεν ὁμηγερέες τε γένοντο,
- τοῖσι δʼ ἀνιστάμενος μετέφη πόδας ὠκὺς Ἀχιλλεύς·
- Ἀτρεΐδη νῦν ἄμμε παλιμπλαγχθέντας ὀΐω
- ἂψ ἀπονοστήσειν, εἴ κεν θάνατόν γε φύγοιμεν,
- εἰ δὴ ὁμοῦ πόλεμός τε δαμᾷ καὶ λοιμὸς Ἀχαιούς·
- ἀλλʼ ἄγε δή τινα μάντιν ἐρείομεν ἢ ἱερῆα
- ἢ καὶ ὀνειροπόλον, καὶ γάρ τʼ ὄναρ ἐκ Διός ἐστιν,
- ὅς κʼ εἴποι ὅ τι τόσσον ἐχώσατο Φοῖβος Ἀπόλλων,
- εἴτʼ ἄρʼ ὅ γʼ εὐχωλῆς ἐπιμέμφεται ἠδʼ ἑκατόμβης,
- αἴ κέν πως ἀρνῶν κνίσης αἰγῶν τε τελείων
- βούλεται ἀντιάσας ἡμῖν ἀπὸ λοιγὸν ἀμῦναι.
- ἤτοι ὅ γʼ ὣς εἰπὼν κατʼ ἄρʼ ἕζετο· τοῖσι δʼ ἀνέστη
- Κάλχας Θεστορίδης οἰωνοπόλων ὄχʼ ἄριστος,
- ὃς ᾔδη τά τʼ ἐόντα τά τʼ ἐσσόμενα πρό τʼ ἐόντα,
- καὶ νήεσσʼ ἡγήσατʼ Ἀχαιῶν Ἴλιον εἴσω
- ἣν διὰ μαντοσύνην, τήν οἱ πόρε Φοῖβος Ἀπόλλων·
- ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν·
- ὦ Ἀχιλεῦ κέλεαί με Διῒ φίλε μυθήσασθαι
- μῆνιν Ἀπόλλωνος ἑκατηβελέταο ἄνακτος·
- τοὶ γὰρ ἐγὼν ἐρέω· σὺ δὲ σύνθεο καί μοι ὄμοσσον
- ἦ μέν μοι πρόφρων ἔπεσιν καὶ χερσὶν ἀρήξειν·
- ἦ γὰρ ὀΐομαι ἄνδρα χολωσέμεν, ὃς μέγα πάντων
- Ἀργείων κρατέει καί οἱ πείθονται Ἀχαιοί·
- κρείσσων γὰρ βασιλεὺς ὅτε χώσεται ἀνδρὶ χέρηϊ·
- εἴ περ γάρ τε χόλον γε καὶ αὐτῆμαρ καταπέψῃ,
- ἀλλά τε καὶ μετόπισθεν ἔχει κότον, ὄφρα τελέσσῃ,
- ἐν στήθεσσιν ἑοῖσι· σὺ δὲ φράσαι εἴ με σαώσεις.
- τὸν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
- θαρσήσας μάλα εἰπὲ θεοπρόπιον ὅ τι οἶσθα·
- οὐ μὰ γὰρ Ἀπόλλωνα Διῒ φίλον, ᾧ τε σὺ Κάλχαν
- εὐχόμενος Δαναοῖσι θεοπροπίας ἀναφαίνεις,
- οὔ τις ἐμεῦ ζῶντος καὶ ἐπὶ χθονὶ δερκομένοιο
- σοὶ κοίλῃς παρὰ νηυσί βαρείας χεῖρας ἐποίσει
- συμπάντων Δαναῶν, οὐδʼ ἢν Ἀγαμέμνονα εἴπῃς,
- ὃς νῦν πολλὸν ἄριστος Ἀχαιῶν εὔχεται εἶναι.
- καὶ τότε δὴ θάρσησε καὶ ηὔδα μάντις ἀμύμων·
- οὔ τʼ ἄρ ὅ γʼ εὐχωλῆς ἐπιμέμφεται οὐδʼ ἑκατόμβης,
- ἀλλʼ ἕνεκʼ ἀρητῆρος ὃν ἠτίμησʼ Ἀγαμέμνων,
- οὐδʼ ἀπέλυσε θύγατρα καὶ οὐκ ἀπεδέξατʼ ἄποινα,
- τοὔνεκʼ ἄρʼ ἄλγεʼ ἔδωκεν ἑκηβόλος ἠδʼ ἔτι δώσει·
- οὐδʼ ὅ γε πρὶν Δαναοῖσιν ἀεικέα λοιγὸν ἀπώσει
- πρίν γʼ ἀπὸ πατρὶ φίλῳ δόμεναι ἑλικώπιδα κούρην
- ἀπριάτην ἀνάποινον, ἄγειν θʼ ἱερὴν ἑκατόμβην
- ἐς Χρύσην· τότε κέν μιν ἱλασσάμενοι πεπίθοιμεν.
- ἤτοι ὅ γʼ ὣς εἰπὼν κατʼ ἄρʼ ἕζετο· τοῖσι δʼ ἀνέστη
- ἥρως Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων
- ἀχνύμενος· μένεος δὲ μέγα φρένες ἀμφιμέλαιναι
- πίμπλαντʼ, ὄσσε δέ οἱ πυρὶ λαμπετόωντι ἐΐκτην·
- Κάλχαντα πρώτιστα κάκʼ ὀσσόμενος προσέειπε·
- μάντι κακῶν οὐ πώ ποτέ μοι τὸ κρήγυον εἶπας·
- αἰεί τοι τὰ κάκʼ ἐστὶ φίλα φρεσὶ μαντεύεσθαι,
- ἐσθλὸν δʼ οὔτέ τί πω εἶπας ἔπος οὔτʼ ἐτέλεσσας·
- καὶ νῦν ἐν Δαναοῖσι θεοπροπέων ἀγορεύεις
- ὡς δὴ τοῦδʼ ἕνεκά σφιν ἑκηβόλος ἄλγεα τεύχει,
- οὕνεκʼ ἐγὼ κούρης Χρυσηΐδος ἀγλάʼ ἄποινα
- οὐκ ἔθελον δέξασθαι, ἐπεὶ πολὺ βούλομαι αὐτὴν
- οἴκοι ἔχειν· καὶ γάρ ῥα Κλυταιμνήστρης προβέβουλα
- κουριδίης ἀλόχου, ἐπεὶ οὔ ἑθέν ἐστι χερείων,
- οὐ δέμας οὐδὲ φυήν, οὔτʼ ἂρ φρένας οὔτέ τι ἔργα.
- ἀλλὰ καὶ ὧς ἐθέλω δόμεναι πάλιν εἰ τό γʼ ἄμεινον·
- βούλομʼ ἐγὼ λαὸν σῶν ἔμμεναι ἢ ἀπολέσθαι·
- αὐτὰρ ἐμοὶ γέρας αὐτίχʼ ἑτοιμάσατʼ ὄφρα μὴ οἶος
- Ἀργείων ἀγέραστος ἔω, ἐπεὶ οὐδὲ ἔοικε·
- λεύσσετε γὰρ τό γε πάντες ὅ μοι γέρας ἔρχεται ἄλλῃ.
- τὸν δʼ ἠμείβετʼ ἔπειτα ποδάρκης δῖος Ἀχιλλεύς·
- Ἀτρεΐδη κύδιστε φιλοκτεανώτατε πάντων,
- πῶς γάρ τοι δώσουσι γέρας μεγάθυμοι Ἀχαιοί;
- οὐδέ τί που ἴδμεν ξυνήϊα κείμενα πολλά·
- ἀλλὰ τὰ μὲν πολίων ἐξεπράθομεν, τὰ δέδασται,
- λαοὺς δʼ οὐκ ἐπέοικε παλίλλογα ταῦτʼ ἐπαγείρειν.
- ἀλλὰ σὺ μὲν νῦν τήνδε θεῷ πρόες· αὐτὰρ Ἀχαιοὶ
- τριπλῇ τετραπλῇ τʼ ἀποτείσομεν, αἴ κέ ποθι Ζεὺς
- δῷσι πόλιν Τροίην εὐτείχεον ἐξαλαπάξαι.
- τὸν δʼ ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων·
- μὴ δʼ οὕτως ἀγαθός περ ἐὼν θεοείκελʼ Ἀχιλλεῦ
- κλέπτε νόῳ, ἐπεὶ οὐ παρελεύσεαι οὐδέ με πείσεις.
- ἦ ἐθέλεις ὄφρʼ αὐτὸς ἔχῃς γέρας, αὐτὰρ ἔμʼ αὔτως
- ἧσθαι δευόμενον, κέλεαι δέ με τήνδʼ ἀποδοῦναι;
- ἀλλʼ εἰ μὲν δώσουσι γέρας μεγάθυμοι Ἀχαιοὶ
- ἄρσαντες κατὰ θυμὸν ὅπως ἀντάξιον ἔσται·
- εἰ δέ κε μὴ δώωσιν ἐγὼ δέ κεν αὐτὸς ἕλωμαι
- ἢ τεὸν ἢ Αἴαντος ἰὼν γέρας, ἢ Ὀδυσῆος
- ἄξω ἑλών· ὃ δέ κεν κεχολώσεται ὅν κεν ἵκωμαι.
- ἀλλʼ ἤτοι μὲν ταῦτα μεταφρασόμεσθα καὶ αὖτις,
- νῦν δʼ ἄγε νῆα μέλαιναν ἐρύσσομεν εἰς ἅλα δῖαν,
- ἐν δʼ ἐρέτας ἐπιτηδὲς ἀγείρομεν, ἐς δʼ ἑκατόμβην
- θείομεν, ἂν δʼ αὐτὴν Χρυσηΐδα καλλιπάρῃον
- βήσομεν· εἷς δέ τις ἀρχὸς ἀνὴρ βουληφόρος ἔστω,
- ἢ Αἴας ἢ Ἰδομενεὺς ἢ δῖος Ὀδυσσεὺς
- ἠὲ σὺ Πηλεΐδη πάντων ἐκπαγλότατʼ ἀνδρῶν,
- ὄφρʼ ἥμιν ἑκάεργον ἱλάσσεαι ἱερὰ ῥέξας.
- τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
- ὤ μοι ἀναιδείην ἐπιειμένε κερδαλεόφρον
- πῶς τίς τοι πρόφρων ἔπεσιν πείθηται Ἀχαιῶν
- ἢ ὁδὸν ἐλθέμεναι ἢ ἀνδράσιν ἶφι μάχεσθαι;
- οὐ γὰρ ἐγὼ Τρώων ἕνεκʼ ἤλυθον αἰχμητάων
- δεῦρο μαχησόμενος, ἐπεὶ οὔ τί μοι αἴτιοί εἰσιν·
- οὐ γὰρ πώποτʼ ἐμὰς βοῦς ἤλασαν οὐδὲ μὲν ἵππους,
- οὐδέ ποτʼ ἐν Φθίῃ ἐριβώλακι βωτιανείρῃ
- καρπὸν ἐδηλήσαντʼ, ἐπεὶ ἦ μάλα πολλὰ μεταξὺ
- οὔρεά τε σκιόεντα θάλασσά τε ἠχήεσσα·
- ἀλλὰ σοὶ ὦ μέγʼ ἀναιδὲς ἅμʼ ἑσπόμεθʼ ὄφρα σὺ χαίρῃς,
- τιμὴν ἀρνύμενοι Μενελάῳ σοί τε κυνῶπα
- πρὸς Τρώων· τῶν οὔ τι μετατρέπῃ οὐδʼ ἀλεγίζεις·
- καὶ δή μοι γέρας αὐτὸς ἀφαιρήσεσθαι ἀπειλεῖς,
- ᾧ ἔπι πολλὰ μόγησα, δόσαν δέ μοι υἷες Ἀχαιῶν.
- οὐ μὲν σοί ποτε ἶσον ἔχω γέρας ὁππότʼ Ἀχαιοὶ
- Τρώων ἐκπέρσωσʼ εὖ ναιόμενον πτολίεθρον·
- ἀλλὰ τὸ μὲν πλεῖον πολυάϊκος πολέμοιο
- χεῖρες ἐμαὶ διέπουσʼ· ἀτὰρ ἤν ποτε δασμὸς ἵκηται,
- σοὶ τὸ γέρας πολὺ μεῖζον, ἐγὼ δʼ ὀλίγον τε φίλον τε
- ἔρχομʼ ἔχων ἐπὶ νῆας, ἐπεί κε κάμω πολεμίζων.
- νῦν δʼ εἶμι Φθίην δʼ, ἐπεὶ ἦ πολὺ φέρτερόν ἐστιν
- οἴκαδʼ ἴμεν σὺν νηυσὶ κορωνίσιν, οὐδέ σʼ ὀΐω
- ἐνθάδʼ ἄτιμος ἐὼν ἄφενος καὶ πλοῦτον ἀφύξειν.
- τὸν δʼ ἠμείβετʼ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων·
- φεῦγε μάλʼ εἴ τοι θυμὸς ἐπέσσυται, οὐδέ σʼ ἔγωγε
- λίσσομαι εἵνεκʼ ἐμεῖο μένειν· πάρʼ ἔμοιγε καὶ ἄλλοι
- οἵ κέ με τιμήσουσι, μάλιστα δὲ μητίετα Ζεύς.
- ἔχθιστος δέ μοί ἐσσι διοτρεφέων βασιλήων·
- αἰεὶ γάρ τοι ἔρις τε φίλη πόλεμοί τε μάχαι τε·
- εἰ μάλα καρτερός ἐσσι, θεός που σοὶ τό γʼ ἔδωκεν·
- οἴκαδʼ ἰὼν σὺν νηυσί τε σῇς καὶ σοῖς ἑτάροισι
- Μυρμιδόνεσσιν ἄνασσε, σέθεν δʼ ἐγὼ οὐκ ἀλεγίζω,
- οὐδʼ ὄθομαι κοτέοντος· ἀπειλήσω δέ τοι ὧδε·
- ὡς ἔμʼ ἀφαιρεῖται Χρυσηΐδα Φοῖβος Ἀπόλλων,
- τὴν μὲν ἐγὼ σὺν νηΐ τʼ ἐμῇ καὶ ἐμοῖς ἑτάροισι
- πέμψω, ἐγὼ δέ κʼ ἄγω Βρισηΐδα καλλιπάρῃον
- αὐτὸς ἰὼν κλισίην δὲ τὸ σὸν γέρας ὄφρʼ ἐῢ εἰδῇς
- ὅσσον φέρτερός εἰμι σέθεν, στυγέῃ δὲ καὶ ἄλλος
- ἶσον ἐμοὶ φάσθαι καὶ ὁμοιωθήμεναι ἄντην.
- ὣς φάτο· Πηλεΐωνι δʼ ἄχος γένετʼ, ἐν δέ οἱ ἦτορ
- στήθεσσιν λασίοισι διάνδιχα μερμήριξεν,
- ἢ ὅ γε φάσγανον ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ
- τοὺς μὲν ἀναστήσειεν, ὃ δʼ Ἀτρεΐδην ἐναρίζοι,
- ἦε χόλον παύσειεν ἐρητύσειέ τε θυμόν.
- ἧος ὃ ταῦθʼ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν,
- ἕλκετο δʼ ἐκ κολεοῖο μέγα ξίφος, ἦλθε δʼ Ἀθήνη
- οὐρανόθεν· πρὸ γὰρ ἧκε θεὰ λευκώλενος Ἥρη
- ἄμφω ὁμῶς θυμῷ φιλέουσά τε κηδομένη τε·
- στῆ δʼ ὄπιθεν, ξανθῆς δὲ κόμης ἕλε Πηλεΐωνα
- οἴῳ φαινομένη· τῶν δʼ ἄλλων οὔ τις ὁρᾶτο·
- θάμβησεν δʼ Ἀχιλεύς, μετὰ δʼ ἐτράπετʼ, αὐτίκα δʼ ἔγνω
- Παλλάδʼ Ἀθηναίην· δεινὼ δέ οἱ ὄσσε φάανθεν·
- καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
- τίπτʼ αὖτʼ αἰγιόχοιο Διὸς τέκος εἰλήλουθας;
- ἦ ἵνα ὕβριν ἴδῃ Ἀγαμέμνονος Ἀτρεΐδαο;
- ἀλλʼ ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τελέεσθαι ὀΐω·
- ᾗς ὑπεροπλίῃσι τάχʼ ἄν ποτε θυμὸν ὀλέσσῃ.
- τὸν δʼ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·
- ἦλθον ἐγὼ παύσουσα τὸ σὸν μένος, αἴ κε πίθηαι,
- οὐρανόθεν· πρὸ δέ μʼ ἧκε θεὰ λευκώλενος Ἥρη
- ἄμφω ὁμῶς θυμῷ φιλέουσά τε κηδομένη τε·
- ἀλλʼ ἄγε λῆγʼ ἔριδος, μηδὲ ξίφος ἕλκεο χειρί·
- ἀλλʼ ἤτοι ἔπεσιν μὲν ὀνείδισον ὡς ἔσεταί περ·
- ὧδε γὰρ ἐξερέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·
- καί ποτέ τοι τρὶς τόσσα παρέσσεται ἀγλαὰ δῶρα
- ὕβριος εἵνεκα τῆσδε· σὺ δʼ ἴσχεο, πείθεο δʼ ἡμῖν.
- τὴν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
- χρὴ μὲν σφωΐτερόν γε θεὰ ἔπος εἰρύσσασθαι
- καὶ μάλα περ θυμῷ κεχολωμένον· ὧς γὰρ ἄμεινον·
- ὅς κε θεοῖς ἐπιπείθηται μάλα τʼ ἔκλυον αὐτοῦ.
- ἦ καὶ ἐπʼ ἀργυρέῃ κώπῃ σχέθε χεῖρα βαρεῖαν,
- ἂψ δʼ ἐς κουλεὸν ὦσε μέγα ξίφος, οὐδʼ ἀπίθησε
- μύθῳ Ἀθηναίης· ἣ δʼ Οὔλυμπον δὲ βεβήκει
- δώματʼ ἐς αἰγιόχοιο Διὸς μετὰ δαίμονας ἄλλους.
- Πηλεΐδης δʼ ἐξαῦτις ἀταρτηροῖς ἐπέεσσιν
- Ἀτρεΐδην προσέειπε, καὶ οὔ πω λῆγε χόλοιο·
- οἰνοβαρές, κυνὸς ὄμματʼ ἔχων, κραδίην δʼ ἐλάφοιο,
- οὔτέ ποτʼ ἐς πόλεμον ἅμα λαῷ θωρηχθῆναι
- οὔτε λόχον δʼ ἰέναι σὺν ἀριστήεσσιν Ἀχαιῶν
- τέτληκας θυμῷ· τὸ δέ τοι κὴρ εἴδεται εἶναι.
- ἦ πολὺ λώϊόν ἐστι κατὰ στρατὸν εὐρὺν Ἀχαιῶν
- δῶρʼ ἀποαιρεῖσθαι ὅς τις σέθεν ἀντίον εἴπῃ·
- δημοβόρος βασιλεὺς ἐπεὶ οὐτιδανοῖσιν ἀνάσσεις·
- ἦ γὰρ ἂν Ἀτρεΐδη νῦν ὕστατα λωβήσαιο.
- ἀλλʼ ἔκ τοι ἐρέω καὶ ἐπὶ μέγαν ὅρκον ὀμοῦμαι·
- ναὶ μὰ τόδε σκῆπτρον, τὸ μὲν οὔ ποτε φύλλα καὶ ὄζους
- φύσει, ἐπεὶ δὴ πρῶτα τομὴν ἐν ὄρεσσι λέλοιπεν,
- οὐδʼ ἀναθηλήσει· περὶ γάρ ῥά ἑ χαλκὸς ἔλεψε
- φύλλά τε καὶ φλοιόν· νῦν αὖτέ μιν υἷες Ἀχαιῶν
- ἐν παλάμῃς φορέουσι δικασπόλοι, οἵ τε θέμιστας
- πρὸς Διὸς εἰρύαται· ὃ δέ τοι μέγας ἔσσεται ὅρκος·
- ἦ ποτʼ Ἀχιλλῆος ποθὴ ἵξεται υἷας Ἀχαιῶν
- σύμπαντας· τότε δʼ οὔ τι δυνήσεαι ἀχνύμενός περ
- χραισμεῖν, εὖτʼ ἂν πολλοὶ ὑφʼ Ἕκτορος ἀνδροφόνοιο
- θνήσκοντες πίπτωσι· σὺ δʼ ἔνδοθι θυμὸν ἀμύξεις
- χωόμενος ὅ τʼ ἄριστον Ἀχαιῶν οὐδὲν ἔτισας.
- ὣς φάτο Πηλεΐδης, ποτὶ δὲ σκῆπτρον βάλε γαίῃ
- χρυσείοις ἥλοισι πεπαρμένον, ἕζετο δʼ αὐτός·
- Ἀτρεΐδης δʼ ἑτέρωθεν ἐμήνιε· τοῖσι δὲ Νέστωρ
- ἡδυεπὴς ἀνόρουσε λιγὺς Πυλίων ἀγορητής,
- τοῦ καὶ ἀπὸ γλώσσης μέλιτος γλυκίων ῥέεν αὐδή·
- τῷ δʼ ἤδη δύο μὲν γενεαὶ μερόπων ἀνθρώπων
- ἐφθίαθʼ, οἵ οἱ πρόσθεν ἅμα τράφεν ἠδʼ ἐγένοντο
- ἐν Πύλῳ ἠγαθέῃ, μετὰ δὲ τριτάτοισιν ἄνασσεν·
- ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν·
- ὦ πόποι ἦ μέγα πένθος Ἀχαιΐδα γαῖαν ἱκάνει·
- ἦ κεν γηθήσαι Πρίαμος Πριάμοιό τε παῖδες
- ἄλλοι τε Τρῶες μέγα κεν κεχαροίατο θυμῷ
- εἰ σφῶϊν τάδε πάντα πυθοίατο μαρναμένοιϊν,
- οἳ περὶ μὲν βουλὴν Δαναῶν, περὶ δʼ ἐστὲ μάχεσθαι.
- ἀλλὰ πίθεσθʼ· ἄμφω δὲ νεωτέρω ἐστὸν ἐμεῖο·
- ἤδη γάρ ποτʼ ἐγὼ καὶ ἀρείοσιν ἠέ περ ὑμῖν
- ἀνδράσιν ὡμίλησα, καὶ οὔ ποτέ μʼ οἵ γʼ ἀθέριζον.
- οὐ γάρ πω τοίους ἴδον ἀνέρας οὐδὲ ἴδωμαι,
- οἷον Πειρίθοόν τε Δρύαντά τε ποιμένα λαῶν
- Καινέα τʼ Ἐξάδιόν τε καὶ ἀντίθεον Πολύφημον
- Θησέα τʼ Αἰγεΐδην, ἐπιείκελον ἀθανάτοισιν·
- κάρτιστοι δὴ κεῖνοι ἐπιχθονίων τράφεν ἀνδρῶν·
- κάρτιστοι μὲν ἔσαν καὶ καρτίστοις ἐμάχοντο
- φηρσὶν ὀρεσκῴοισι καὶ ἐκπάγλως ἀπόλεσσαν.
- καὶ μὲν τοῖσιν ἐγὼ μεθομίλεον ἐκ Πύλου ἐλθὼν
- τηλόθεν ἐξ ἀπίης γαίης· καλέσαντο γὰρ αὐτοί·
- καὶ μαχόμην κατʼ ἔμʼ αὐτὸν ἐγώ· κείνοισι δʼ ἂν οὔ τις
- τῶν οἳ νῦν βροτοί εἰσιν ἐπιχθόνιοι μαχέοιτο·
- καὶ μέν μευ βουλέων ξύνιεν πείθοντό τε μύθῳ·
- ἀλλὰ πίθεσθε καὶ ὔμμες, ἐπεὶ πείθεσθαι ἄμεινον·
- μήτε σὺ τόνδʼ ἀγαθός περ ἐὼν ἀποαίρεο κούρην,
- ἀλλʼ ἔα ὥς οἱ πρῶτα δόσαν γέρας υἷες Ἀχαιῶν·
- μήτε σὺ Πηλείδη ἔθελʼ ἐριζέμεναι βασιλῆϊ
- ἀντιβίην, ἐπεὶ οὔ ποθʼ ὁμοίης ἔμμορε τιμῆς
- σκηπτοῦχος βασιλεύς, ᾧ τε Ζεὺς κῦδος ἔδωκεν.
- εἰ δὲ σὺ καρτερός ἐσσι θεὰ δέ σε γείνατο μήτηρ,
- ἀλλʼ ὅ γε φέρτερός ἐστιν ἐπεὶ πλεόνεσσιν ἀνάσσει.
- Ἀτρεΐδη σὺ δὲ παῦε τεὸν μένος· αὐτὰρ ἔγωγε
- λίσσομʼ Ἀχιλλῆϊ μεθέμεν χόλον, ὃς μέγα πᾶσιν
- ἕρκος Ἀχαιοῖσιν πέλεται πολέμοιο κακοῖο.
- τὸν δʼ ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων·
- ναὶ δὴ ταῦτά γε πάντα γέρον κατὰ μοῖραν ἔειπες·
- ἀλλʼ ὅδʼ ἀνὴρ ἐθέλει περὶ πάντων ἔμμεναι ἄλλων,
- πάντων μὲν κρατέειν ἐθέλει, πάντεσσι δʼ ἀνάσσειν,
- πᾶσι δὲ σημαίνειν, ἅ τινʼ οὐ πείσεσθαι ὀΐω·
- εἰ δέ μιν αἰχμητὴν ἔθεσαν θεοὶ αἰὲν ἐόντες
- τοὔνεκά οἱ προθέουσιν ὀνείδεα μυθήσασθαι;
- τὸν δʼ ἄρʼ ὑποβλήδην ἠμείβετο δῖος Ἀχιλλεύς·
- ἦ γάρ κεν δειλός τε καὶ οὐτιδανὸς καλεοίμην
- εἰ δὴ σοὶ πᾶν ἔργον ὑπείξομαι ὅττί κεν εἴπῃς·
- ἄλλοισιν δὴ ταῦτʼ ἐπιτέλλεο, μὴ γὰρ ἔμοιγε
- σήμαινʼ· οὐ γὰρ ἔγωγʼ ἔτι σοὶ πείσεσθαι ὀΐω.
- ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσι·
- χερσὶ μὲν οὔ τοι ἔγωγε μαχήσομαι εἵνεκα κούρης
- οὔτε σοὶ οὔτέ τῳ ἄλλῳ, ἐπεί μʼ ἀφέλεσθέ γε δόντες·
- τῶν δʼ ἄλλων ἅ μοί ἐστι θοῇ παρὰ νηῒ μελαίνῃ
- τῶν οὐκ ἄν τι φέροις ἀνελὼν ἀέκοντος ἐμεῖο·
- εἰ δʼ ἄγε μὴν πείρησαι ἵνα γνώωσι καὶ οἵδε·
- αἶψά τοι αἷμα κελαινὸν ἐρωήσει περὶ δουρί.
- ὣς τώ γʼ ἀντιβίοισι μαχεσσαμένω ἐπέεσσιν
- ἀνστήτην, λῦσαν δʼ ἀγορὴν παρὰ νηυσὶν Ἀχαιῶν·
- Πηλεΐδης μὲν ἐπὶ κλισίας καὶ νῆας ἐΐσας
- ἤϊε σύν τε Μενοιτιάδῃ καὶ οἷς ἑτάροισιν·
- Ἀτρεΐδης δʼ ἄρα νῆα θοὴν ἅλα δὲ προέρυσσεν,
- ἐν δʼ ἐρέτας ἔκρινεν ἐείκοσιν, ἐς δʼ ἑκατόμβην
- βῆσε θεῷ, ἀνὰ δὲ Χρυσηΐδα καλλιπάρῃον
- εἷσεν ἄγων· ἐν δʼ ἀρχὸς ἔβη πολύμητις Ὀδυσσεύς.
- οἳ μὲν ἔπειτʼ ἀναβάντες ἐπέπλεον ὑγρὰ κέλευθα,
- λαοὺς δʼ Ἀτρεΐδης ἀπολυμαίνεσθαι ἄνωγεν·
- οἳ δʼ ἀπελυμαίνοντο καὶ εἰς ἅλα λύματα βάλλον,
- ἕρδον δʼ Ἀπόλλωνι τεληέσσας ἑκατόμβας
- ταύρων ἠδʼ αἰγῶν παρὰ θῖνʼ ἁλὸς ἀτρυγέτοιο·
- κνίση δʼ οὐρανὸν ἷκεν ἑλισσομένη περὶ καπνῷ.
- ὣς οἳ μὲν τὰ πένοντο κατὰ στρατόν· οὐδʼ Ἀγαμέμνων
- λῆγʼ ἔριδος τὴν πρῶτον ἐπηπείλησʼ Ἀχιλῆϊ,
- ἀλλʼ ὅ γε Ταλθύβιόν τε καὶ Εὐρυβάτην προσέειπε,
- τώ οἱ ἔσαν κήρυκε καὶ ὀτρηρὼ θεράποντε·
- ἔρχεσθον κλισίην Πηληϊάδεω Ἀχιλῆος·
- χειρὸς ἑλόντʼ ἀγέμεν Βρισηΐδα καλλιπάρῃον·
- εἰ δέ κε μὴ δώῃσιν ἐγὼ δέ κεν αὐτὸς ἕλωμαι
- ἐλθὼν σὺν πλεόνεσσι· τό οἱ καὶ ῥίγιον ἔσται.
- ὣς εἰπὼν προΐει, κρατερὸν δʼ ἐπὶ μῦθον ἔτελλε·
- τὼ δʼ ἀέκοντε βάτην παρὰ θῖνʼ ἁλὸς ἀτρυγέτοιο,
- Μυρμιδόνων δʼ ἐπί τε κλισίας καὶ νῆας ἱκέσθην,
- τὸν δʼ εὗρον παρά τε κλισίῃ καὶ νηῒ μελαίνῃ
- ἥμενον· οὐδʼ ἄρα τώ γε ἰδὼν γήθησεν Ἀχιλλεύς.
- τὼ μὲν ταρβήσαντε καὶ αἰδομένω βασιλῆα
- στήτην, οὐδέ τί μιν προσεφώνεον οὐδʼ ἐρέοντο·
- αὐτὰρ ὃ ἔγνω ᾗσιν ἐνὶ φρεσὶ φώνησέν τε·
- χαίρετε κήρυκες Διὸς ἄγγελοι ἠδὲ καὶ ἀνδρῶν,
- ἆσσον ἴτʼ· οὔ τί μοι ὔμμες ἐπαίτιοι ἀλλʼ Ἀγαμέμνων,
- ὃ σφῶϊ προΐει Βρισηΐδος εἵνεκα κούρης.
- ἀλλʼ ἄγε διογενὲς Πατρόκλεες ἔξαγε κούρην
- καί σφωϊν δὸς ἄγειν· τὼ δʼ αὐτὼ μάρτυροι ἔστων
- πρός τε θεῶν μακάρων πρός τε θνητῶν ἀνθρώπων
- καὶ πρὸς τοῦ βασιλῆος ἀπηνέος εἴ ποτε δʼ αὖτε
- χρειὼ ἐμεῖο γένηται ἀεικέα λοιγὸν ἀμῦναι
- τοῖς ἄλλοις· ἦ γὰρ ὅ γʼ ὀλοιῇσι φρεσὶ θύει,
- οὐδέ τι οἶδε νοῆσαι ἅμα πρόσσω καὶ ὀπίσσω,
- ὅππως οἱ παρὰ νηυσὶ σόοι μαχέοιντο Ἀχαιοί.
- ὣς φάτο, Πάτροκλος δὲ φίλῳ ἐπεπείθεθʼ ἑταίρῳ,
- ἐκ δʼ ἄγαγε κλισίης Βρισηΐδα καλλιπάρῃον,
- δῶκε δʼ ἄγειν· τὼ δʼ αὖτις ἴτην παρὰ νῆας Ἀχαιῶν·
- ἣ δʼ ἀέκουσʼ ἅμα τοῖσι γυνὴ κίεν· αὐτὰρ Ἀχιλλεὺς
- δακρύσας ἑτάρων ἄφαρ ἕζετο νόσφι λιασθείς,
- θῖνʼ ἔφʼ ἁλὸς πολιῆς, ὁρόων ἐπʼ ἀπείρονα πόντον·
- πολλὰ δὲ μητρὶ φίλῃ ἠρήσατο χεῖρας ὀρεγνύς·
- μῆτερ ἐπεί μʼ ἔτεκές γε μινυνθάδιόν περ ἐόντα,
- τιμήν πέρ μοι ὄφελλεν Ὀλύμπιος ἐγγυαλίξαι
- Ζεὺς ὑψιβρεμέτης· νῦν δʼ οὐδέ με τυτθὸν ἔτισεν·
- ἦ γάρ μʼ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων
- ἠτίμησεν· ἑλὼν γὰρ ἔχει γέρας αὐτὸς ἀπούρας.
- ὣς φάτο δάκρυ χέων, τοῦ δʼ ἔκλυε πότνια μήτηρ
- ἡμένη ἐν βένθεσσιν ἁλὸς παρὰ πατρὶ γέροντι·
- καρπαλίμως δʼ ἀνέδυ πολιῆς ἁλὸς ἠΰτʼ ὀμίχλη,
- καί ῥα πάροιθʼ αὐτοῖο καθέζετο δάκρυ χέοντος,
- χειρί τέ μιν κατέρεξεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·
- τέκνον τί κλαίεις; τί δέ σε φρένας ἵκετο πένθος;
- ἐξαύδα, μὴ κεῦθε νόῳ, ἵνα εἴδομεν ἄμφω.
- τὴν δὲ βαρὺ στενάχων προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
- οἶσθα· τί ἤ τοι ταῦτα ἰδυίῃ πάντʼ ἀγορεύω;
- ᾠχόμεθʼ ἐς Θήβην ἱερὴν πόλιν Ἠετίωνος,
- τὴν δὲ διεπράθομέν τε καὶ ἤγομεν ἐνθάδε πάντα·
- καὶ τὰ μὲν εὖ δάσσαντο μετὰ σφίσιν υἷες Ἀχαιῶν,
- ἐκ δʼ ἕλον Ἀτρεΐδῃ Χρυσηΐδα καλλιπάρῃον.
- Χρύσης δʼ αὖθʼ ἱερεὺς ἑκατηβόλου Ἀπόλλωνος
- ἦλθε θοὰς ἐπὶ νῆας Ἀχαιῶν χαλκοχιτώνων
- λυσόμενός τε θύγατρα φέρων τʼ ἀπερείσιʼ ἄποινα,
- στέμματʼ ἔχων ἐν χερσὶν ἑκηβόλου Ἀπόλλωνος
- χρυσέῳ ἀνὰ σκήπτρῳ, καὶ λίσσετο πάντας Ἀχαιούς,
- Ἀτρεΐδα δὲ μάλιστα δύω κοσμήτορε λαῶν.
- ἔνθʼ ἄλλοι μὲν πάντες ἐπευφήμησαν Ἀχαιοὶ
- αἰδεῖσθαί θʼ ἱερῆα καὶ ἀγλαὰ δέχθαι ἄποινα·
- ἀλλʼ οὐκ Ἀτρεΐδῃ Ἀγαμέμνονι ἥνδανε θυμῷ,
- ἀλλὰ κακῶς ἀφίει, κρατερὸν δʼ ἐπὶ μῦθον ἔτελλε·
- χωόμενος δʼ ὁ γέρων πάλιν ᾤχετο· τοῖο δʼ Ἀπόλλων
- εὐξαμένου ἤκουσεν, ἐπεὶ μάλα οἱ φίλος ἦεν,
- ἧκε δʼ ἐπʼ Ἀργείοισι κακὸν βέλος· οἳ δέ νυ λαοὶ
- θνῇσκον ἐπασσύτεροι, τὰ δʼ ἐπῴχετο κῆλα θεοῖο
- πάντῃ ἀνὰ στρατὸν εὐρὺν Ἀχαιῶν· ἄμμι δὲ μάντις
- εὖ εἰδὼς ἀγόρευε θεοπροπίας ἑκάτοιο.
- αὐτίκʼ ἐγὼ πρῶτος κελόμην θεὸν ἱλάσκεσθαι·
- Ἀτρεΐωνα δʼ ἔπειτα χόλος λάβεν, αἶψα δʼ ἀναστὰς
- ἠπείλησεν μῦθον ὃ δὴ τετελεσμένος ἐστί·
- τὴν μὲν γὰρ σὺν νηῒ θοῇ ἑλίκωπες Ἀχαιοὶ
- ἐς Χρύσην πέμπουσιν, ἄγουσι δὲ δῶρα ἄνακτι·
- τὴν δὲ νέον κλισίηθεν ἔβαν κήρυκες ἄγοντες
- κούρην Βρισῆος τήν μοι δόσαν υἷες Ἀχαιῶν.
- ἀλλὰ σὺ εἰ δύνασαί γε περίσχεο παιδὸς ἑῆος·
- ἐλθοῦσʼ Οὔλυμπον δὲ Δία λίσαι, εἴ ποτε δή τι
- ἢ ἔπει ὤνησας κραδίην Διὸς ἠὲ καὶ ἔργῳ.
- πολλάκι γάρ σεο πατρὸς ἐνὶ μεγάροισιν ἄκουσα
- εὐχομένης ὅτʼ ἔφησθα κελαινεφέϊ Κρονίωνι
- οἴη ἐν ἀθανάτοισιν ἀεικέα λοιγὸν ἀμῦναι,
- ὁππότε μιν ξυνδῆσαι Ὀλύμπιοι ἤθελον ἄλλοι
- Ἥρη τʼ ἠδὲ Ποσειδάων καὶ Παλλὰς Ἀθήνη·
- ἀλλὰ σὺ τόν γʼ ἐλθοῦσα θεὰ ὑπελύσαο δεσμῶν,
- ὦχʼ ἑκατόγχειρον καλέσασʼ ἐς μακρὸν Ὄλυμπον,
- ὃν Βριάρεων καλέουσι θεοί, ἄνδρες δέ τε πάντες
- Αἰγαίωνʼ, ὃ γὰρ αὖτε βίην οὗ πατρὸς ἀμείνων·
- ὅς ῥα παρὰ Κρονίωνι καθέζετο κύδεϊ γαίων·
- τὸν καὶ ὑπέδεισαν μάκαρες θεοὶ οὐδʼ ἔτʼ ἔδησαν.
- τῶν νῦν μιν μνήσασα παρέζεο καὶ λαβὲ γούνων
- αἴ κέν πως ἐθέλῃσιν ἐπὶ Τρώεσσιν ἀρῆξαι,
- τοὺς δὲ κατὰ πρύμνας τε καὶ ἀμφʼ ἅλα ἔλσαι Ἀχαιοὺς
- κτεινομένους, ἵνα πάντες ἐπαύρωνται βασιλῆος,
- γνῷ δὲ καὶ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων
- ἣν ἄτην ὅ τʼ ἄριστον Ἀχαιῶν οὐδὲν ἔτισεν.
- τὸν δʼ ἠμείβετʼ ἔπειτα Θέτις κατὰ δάκρυ χέουσα·
- ὤ μοι τέκνον ἐμόν, τί νύ σʼ ἔτρεφον αἰνὰ τεκοῦσα;
- αἴθʼ ὄφελες παρὰ νηυσὶν ἀδάκρυτος καὶ ἀπήμων
- ἧσθαι, ἐπεί νύ τοι αἶσα μίνυνθά περ οὔ τι μάλα δήν·
- νῦν δʼ ἅμα τʼ ὠκύμορος καὶ ὀϊζυρὸς περὶ πάντων
- ἔπλεο· τώ σε κακῇ αἴσῃ τέκον ἐν μεγάροισι.
- τοῦτο δέ τοι ἐρέουσα ἔπος Διὶ τερπικεραύνῳ
- εἶμʼ αὐτὴ πρὸς Ὄλυμπον ἀγάννιφον αἴ κε πίθηται.
- ἀλλὰ σὺ μὲν νῦν νηυσὶ παρήμενος ὠκυπόροισι
- μήνιʼ Ἀχαιοῖσιν, πολέμου δʼ ἀποπαύεο πάμπαν·
- Ζεὺς γὰρ ἐς Ὠκεανὸν μετʼ ἀμύμονας Αἰθιοπῆας
- χθιζὸς ἔβη κατὰ δαῖτα, θεοὶ δʼ ἅμα πάντες ἕποντο·
- δωδεκάτῃ δέ τοι αὖτις ἐλεύσεται Οὔλυμπον δέ,
- καὶ τότʼ ἔπειτά τοι εἶμι Διὸς ποτὶ χαλκοβατὲς δῶ,
- καί μιν γουνάσομαι καί μιν πείσεσθαι ὀΐω.
- ὣς ἄρα φωνήσασʼ ἀπεβήσετο, τὸν δὲ λίπʼ αὐτοῦ
- χωόμενον κατὰ θυμὸν ἐϋζώνοιο γυναικὸς
- τήν ῥα βίῃ ἀέκοντος ἀπηύρων· αὐτὰρ Ὀδυσσεὺς
- ἐς Χρύσην ἵκανεν ἄγων ἱερὴν ἑκατόμβην.
- οἳ δʼ ὅτε δὴ λιμένος πολυβενθέος ἐντὸς ἵκοντο
- ἱστία μὲν στείλαντο, θέσαν δʼ ἐν νηῒ μελαίνῃ,
- ἱστὸν δʼ ἱστοδόκῃ πέλασαν προτόνοισιν ὑφέντες
- καρπαλίμως, τὴν δʼ εἰς ὅρμον προέρεσσαν ἐρετμοῖς.
- ἐκ δʼ εὐνὰς ἔβαλον, κατὰ δὲ πρυμνήσιʼ ἔδησαν·
- ἐκ δὲ καὶ αὐτοὶ βαῖνον ἐπὶ ῥηγμῖνι θαλάσσης,
- ἐκ δʼ ἑκατόμβην βῆσαν ἑκηβόλῳ Ἀπόλλωνι·
- ἐκ δὲ Χρυσηῒς νηὸς βῆ ποντοπόροιο.
- τὴν μὲν ἔπειτʼ ἐπὶ βωμὸν ἄγων πολύμητις Ὀδυσσεὺς
- πατρὶ φίλῳ ἐν χερσὶ τίθει καί μιν προσέειπεν·
- ὦ Χρύση, πρό μʼ ἔπεμψεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων
- παῖδά τε σοὶ ἀγέμεν, Φοίβῳ θʼ ἱερὴν ἑκατόμβην
- ῥέξαι ὑπὲρ Δαναῶν ὄφρʼ ἱλασόμεσθα ἄνακτα,
- ὃς νῦν Ἀργείοισι πολύστονα κήδεʼ ἐφῆκεν.
- ὣς εἰπὼν ἐν χερσὶ τίθει, ὃ δὲ δέξατο χαίρων
- παῖδα φίλην· τοὶ δʼ ὦκα θεῷ ἱερὴν ἑκατόμβην
- ἑξείης ἔστησαν ἐΰδμητον περὶ βωμόν,
- χερνίψαντο δʼ ἔπειτα καὶ οὐλοχύτας ἀνέλοντο.
- τοῖσιν δὲ Χρύσης μεγάλʼ εὔχετο χεῖρας ἀνασχών·
- κλῦθί μευ ἀργυρότοξʼ, ὃς Χρύσην ἀμφιβέβηκας
- Κίλλαν τε ζαθέην Τενέδοιό τε ἶφι ἀνάσσεις·
- ἦ μὲν δή ποτʼ ἐμεῦ πάρος ἔκλυες εὐξαμένοιο,
- τίμησας μὲν ἐμέ, μέγα δʼ ἴψαο λαὸν Ἀχαιῶν·
- ἠδʼ ἔτι καὶ νῦν μοι τόδʼ ἐπικρήηνον ἐέλδωρ·
- ἤδη νῦν Δαναοῖσιν ἀεικέα λοιγὸν ἄμυνον.
- ὣς ἔφατʼ εὐχόμενος, τοῦ δʼ ἔκλυε Φοῖβος Ἀπόλλων.
- αὐτὰρ ἐπεί ῥʼ εὔξαντο καὶ οὐλοχύτας προβάλοντο,
- αὐέρυσαν μὲν πρῶτα καὶ ἔσφαξαν καὶ ἔδειραν,
- μηρούς τʼ ἐξέταμον κατά τε κνίσῃ ἐκάλυψαν
- δίπτυχα ποιήσαντες, ἐπʼ αὐτῶν δʼ ὠμοθέτησαν·
- καῖε δʼ ἐπὶ σχίζῃς ὁ γέρων, ἐπὶ δʼ αἴθοπα οἶνον
- λεῖβε· νέοι δὲ παρʼ αὐτὸν ἔχον πεμπώβολα χερσίν.
- αὐτὰρ ἐπεὶ κατὰ μῆρε κάη καὶ σπλάγχνα πάσαντο,
- μίστυλλόν τʼ ἄρα τἆλλα καὶ ἀμφʼ ὀβελοῖσιν ἔπειραν,
- ὤπτησάν τε περιφραδέως, ἐρύσαντό τε πάντα.
- αὐτὰρ ἐπεὶ παύσαντο πόνου τετύκοντό τε δαῖτα
- δαίνυντʼ, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης.
- αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
- κοῦροι μὲν κρητῆρας ἐπεστέψαντο ποτοῖο,
- νώμησαν δʼ ἄρα πᾶσιν ἐπαρξάμενοι δεπάεσσιν·
- οἳ δὲ πανημέριοι μολπῇ θεὸν ἱλάσκοντο
- καλὸν ἀείδοντες παιήονα κοῦροι Ἀχαιῶν
- μέλποντες ἑκάεργον· ὃ δὲ φρένα τέρπετʼ ἀκούων.
- ἦμος δʼ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθε,
- δὴ τότε κοιμήσαντο παρὰ πρυμνήσια νηός·