Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. μῆνιν ἄειδε θεὰ Πηληϊάδεω Ἀχιλῆος
  2. οὐλομένην, ἣ μυρίʼ Ἀχαιοῖς ἄλγεʼ ἔθηκε,
  3. πολλὰς δʼ ἰφθίμους ψυχὰς Ἄϊδι προΐαψεν
  4. ἡρώων, αὐτοὺς δὲ ἑλώρια τεῦχε κύνεσσιν
  5. οἰωνοῖσί τε πᾶσι, Διὸς δʼ ἐτελείετο βουλή,
  6. ἐξ οὗ δὴ τὰ πρῶτα διαστήτην ἐρίσαντε
  7. Ἀτρεΐδης τε ἄναξ ἀνδρῶν καὶ δῖος Ἀχιλλεύς.
  8. τίς τʼ ἄρ σφωε θεῶν ἔριδι ξυνέηκε μάχεσθαι;
  9. Λητοῦς καὶ Διὸς υἱός· ὃ γὰρ βασιλῆϊ χολωθεὶς
  10. νοῦσον ἀνὰ στρατὸν ὄρσε κακήν, ὀλέκοντο δὲ λαοί,
  11. οὕνεκα τὸν Χρύσην ἠτίμασεν ἀρητῆρα
  12. Ἀτρεΐδης· ὃ γὰρ ἦλθε θοὰς ἐπὶ νῆας Ἀχαιῶν
  13. λυσόμενός τε θύγατρα φέρων τʼ ἀπερείσιʼ ἄποινα,
  14. στέμματʼ ἔχων ἐν χερσὶν ἑκηβόλου Ἀπόλλωνος
  15. χρυσέῳ ἀνὰ σκήπτρῳ, καὶ λίσσετο πάντας Ἀχαιούς,
  16. Ἀτρεΐδα δὲ μάλιστα δύω, κοσμήτορε λαῶν·
  17. Ἀτρεΐδαι τε καὶ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοί,
  18. ὑμῖν μὲν θεοὶ δοῖεν Ὀλύμπια δώματʼ ἔχοντες
  19. ἐκπέρσαι Πριάμοιο πόλιν, εὖ δʼ οἴκαδʼ ἱκέσθαι·
  20. παῖδα δʼ ἐμοὶ λύσαιτε φίλην, τὰ δʼ ἄποινα δέχεσθαι,