Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ἁζόμενοι Διὸς υἱὸν ἑκηβόλον Ἀπόλλωνα.
  2. ἔνθʼ ἄλλοι μὲν πάντες ἐπευφήμησαν Ἀχαιοὶ
  3. αἰδεῖσθαί θʼ ἱερῆα καὶ ἀγλαὰ δέχθαι ἄποινα·
  4. ἀλλʼ οὐκ Ἀτρεΐδῃ Ἀγαμέμνονι ἥνδανε θυμῷ,
  5. ἀλλὰ κακῶς ἀφίει, κρατερὸν δʼ ἐπὶ μῦθον ἔτελλε·
  6. μή σε γέρον κοίλῃσιν ἐγὼ παρὰ νηυσὶ κιχείω
  7. ἢ νῦν δηθύνοντʼ ἢ ὕστερον αὖτις ἰόντα,
  8. μή νύ τοι οὐ χραίσμῃ σκῆπτρον καὶ στέμμα θεοῖο·
  9. τὴν δʼ ἐγὼ οὐ λύσω· πρίν μιν καὶ γῆρας ἔπεισιν
  10. ἡμετέρῳ ἐνὶ οἴκῳ ἐν Ἄργεϊ τηλόθι πάτρης
  11. ἱστὸν ἐποιχομένην καὶ ἐμὸν λέχος ἀντιόωσαν·
  12. ἀλλʼ ἴθι μή μʼ ἐρέθιζε σαώτερος ὥς κε νέηαι.
  13. ὣς ἔφατʼ, ἔδεισεν δʼ ὃ γέρων καὶ ἐπείθετο μύθῳ·
  14. βῆ δʼ ἀκέων παρὰ θῖνα πολυφλοίσβοιο θαλάσσης·
  15. πολλὰ δʼ ἔπειτʼ ἀπάνευθε κιὼν ἠρᾶθʼ ὃ γεραιὸς
  16. Ἀπόλλωνι ἄνακτι, τὸν ἠΰκομος τέκε Λητώ·
  17. κλῦθί μευ ἀργυρότοξʼ, ὃς Χρύσην ἀμφιβέβηκας
  18. Κίλλαν τε ζαθέην Τενέδοιό τε ἶφι ἀνάσσεις,
  19. Σμινθεῦ εἴ ποτέ τοι χαρίεντʼ ἐπὶ νηὸν ἔρεψα,
  20. ἢ εἰ δή ποτέ τοι κατὰ πίονα μηρίʼ ἔκηα