Oedipus at Colonus

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. ἓν γάρ μʼ ἄμειψαι μοῦνον ὧν σʼ ἀνιστορῶ.
  2. εἴ τις σὲ τὸν δίκαιον αὐτίκʼ ἐνθάδε
  3. κτείνοι παραστάς, πότερα πυνθάνοιʼ ἂν εἰ
  4. πατήρ σʼ ὁ καίνων ἢ τίνοιʼ ἂν εὐθέως;
  5. δοκῶ μέν, εἴπερ ζῆν φιλεῖς, τὸν αἴτιον
  6. τίνοιʼ ἂν οὐδὲ τοὔνδικον περιβλέποις.
  7. τοιαῦτα μέντοι καὐτὸς εἰσέβην κακά,
  8. θεῶν ἀγόντων· οἷς ἐγὼ οὐδὲ τὴν πατρὸς
  9. ψυχὴν ἂν οἶμαι ζῶσαν ἀντειπεῖν ἐμοί.
  10. σὺ δʼ, εἶ γὰρ οὐ δίκαιος, ἀλλʼ ἅπαν καλὸν
  11. λέγειν νομίζων ῥητὸν ἄρρητόν τʼ ἔπος,
  12. τοιαῦτʼ ὀνειδίζεις με τῶνδʼ ἐναντίον.
  13. καί σοι τὸ Θησέως ὄνομα θωπεῦσαι καλόν,
  14. καὶ τὰς Ἀθήνας, ὡς κατῴκηνται καλῶς·
  15. κᾆθʼ ὧδʼ ἐπαινῶν πολλὰ τοῦδʼ ἐκλανθάνει,