Oedipus at Colonus

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. ὁθούνεκʼ εἴ τις γῆ θεοὺς ἐπίσταται
  2. τιμαῖς σεβίζειν, ἥδε τοῦθʼ ὑπερφέρει·
  3. ἀφʼ ἧς σὺ κλέψας τὸν ἱκέτην γέροντʼ ἐμὲ
  4. αὐτόν τʼ ἐχειροῦ τὰς κόρας τʼ οἴχει λαβών.
  5. ἀνθʼ ὧν ἐγὼ νῦν τάσδε τὰς θεὰς ἐμοὶ
  6. καλῶν ἱκνοῦμαι καὶ κατασκήπτω λιταῖς
  7. ἐλθεῖν ἀρωγοὺς ξυμμάχους θʼ, ἵνʼ ἐκμάθῃς
  8. οἵων ὑπʼ ἀνδρῶν ἥδε φρουρεῖται πόλις.
Χορός
  1. ὁ ξεῖνος, ὦναξ, χρηστός· αἱ δὲ συμφοραὶ
  2. αὐτοῦ πανώλεις, ἄξιαι δʼ ἀμυναθεῖν.
Θησεύς
  1. ἅλις λόγων, ὡς οἱ μὲν ἐξειργασμένοι
  2. σπεύδουσιν, ἡμεῖς δʼ οἱ παθόντες ἕσταμεν.
Κρέων
  1. τί δῆτʼ ἀμαυρῷ φωτὶ προστάσσεις ποεῖν;
Θησεύς
  1. ὁδοῦ κατάρχειν τῆς ἐκεῖ, πομπὸν δέ με
  2. χωρεῖν, ἵνʼ, εἰ μὲν ἐν τόποισι τοῖσδʼ ἔχεις