Oedipus at Colonus

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. ἦ καὶ κατασκιῶσι Θηβαίᾳ κόνει;
Ἰσμήνη
  1. ἀλλʼ οὐκ ἐᾷ τοὔμφυλον αἷμά σʼ, ὦ πάτερ.
Οἰδίπους
  1. οὐκ ἆρʼ ἐμοῦ γε μὴ κρατήσωσίν ποτε.
Ἰσμήνη
  1. ἔσται ποτʼ ἆρα τοῦτο Καδμείοις βάρος.
Οἰδίπους
  1. ποίας φανείσης, ὦ τέκνον, συναλλαγῆς;
Ἰσμήνη
  1. τῆς σῆς ὑπʼ ὀργῆς, σοῖς ὅταν στῶσιν τάφοις.
Οἰδίπους
  1. ἃ δʼ ἐννέπεις, κλύουσα τοῦ λέγεις, τέκνον;
Ἰσμήνη
  1. ἀνδρῶν θεωρῶν Δελφικῆς ἀφʼ ἑστίας.
Οἰδίπους
  1. καὶ ταῦτʼ ἐφʼ ἡμῖν Φοῖβος εἰρηκὼς κυρεῖ;
Ἰσμήνη
  1. ὥς φασιν οἱ μολόντες εἰς Θήβης πέδον.
Οἰδίπους
  1. παίδων τις οὖν ἤκουσε τῶν ἐμῶν τάδε;
Ἰσμήνη
  1. ἄμφω γʼ ὁμοίως, κἀξεπίστασθον καλῶς.
Οἰδίπους
  1. κᾆθʼ οἱ κάκιστοι τῶνδʼ ἀκούσαντες, πάρος
  2. τοὐμοῦ πόθου προύθεντο τὴν τυραννίδα;
Ἰσμήνη
  1. ἀλγῶ κλύουσα ταῦτʼ ἐγώ, φέρω δʼ ὅμως.
Οἰδίπους
  1. ἀλλʼ οἱ θεοί σφιν μήτε τὴν πεπρωμένην
  2. ἔριν κατασβέσειαν, ἔν τʼ ἐμοὶ τέλος
  3. αὐτοῖν γένοιτο τῆσδε τῆς μάχης πέρι,
  4. ἧς νῦν ἔχονται κἀπαναίρονται δόρυ·
  5. ὡς οὔτʼ ἂν ὃς νῦν σκῆπτρα καὶ θρόνους ἔχει