Oedipus at Colonus
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- ὤραν τινʼ ἕξειν, ὥστε σωθῆναί ποτε;
- ἔγωγε τοῖς νὺν γʼ, ὦ πάτερ, μαντεύμασιν.
- ποίοισι τούτοις; τί δὲ τεθέσπισται, τέκνον;
- σὲ τοῖς ἐκεῖ ζητητὸν ἀνθρώποις ποτὲ
- θανόντʼ ἔσεσθαι ζῶντά τʼ εὐσοίας χάριν.
- τίς δʼ ἂν τοιοῦδʼ ὑπʼ ἀνδρὸς εὖ πράξειεν ἄν;
- ἐν σοὶ τὰ κείνων φασὶ γίγνεσθαι κράτη.
- ὅτʼ οὐκέτʼ εἰμί, τηνικαῦτʼ ἄρʼ εἴμʼ ἀνήρ;
- νῦν γὰρ θεοί σʼ ὀρθοῦσι, πρόσθε δʼ ὤλλυσαν.
- γέροντα δʼ ὀρθοῦν φλαῦρον ὃς νέος πέσῃ.
- καὶ μὴν Κρέοντά γʼ ἴσθι σοι τούτων χάριν
- ἥξοντα βαιοῦ κοὐχὶ μυρίου χρόνου.
- ὅπως τί δράσῃ, θύγατερ; ἑρμήνευέ μοι.
- ὥς σʼ ἄγχι γῆς στήσωσι Καδμείας, ὅπως
- κρατῶσι μὲν σοῦ, γῆς δὲ μὴ ʼμβαίνῃς ὅρων.
- ἡ δʼ ὠφέλησις τίς θύρασι κειμένου;
- κείνοις ὁ τύμβος δυστυχῶν ὁ σὸς βαρύς.
- κἄνευ θεοῦ τις τοῦτό γʼ ἂν γνώμῃ μάθοι.
- τούτου χάριν τοίνυν σε προσθέσθαι πέλας
- χώρας θέλουσι, μηδʼ ἵνʼ ἂν σαυτοῦ κρατοῖς.