Oedipus at Colonus
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- ἐλπίδων γὰρ ἐς τίνʼ ἔτι με
- δαίμων τανῦν γʼ ἐλαύνει;
- παύετε θρήνων, παῖδες· ἐν οἷς γὰρ
- χάρις ἡ χθονία ξύνʼ ἀπόκειται,
- πενθεῖν οὐ χρή· νέμεσις γάρ.
- ὦ τέκνον Αἰγέως, προσπίτνομέν σοι.
- τίνος, ὦ παῖδες, χρείας ἀνύσαι;
- τύμβον θέλομεν προσιδεῖν αὐταὶ πατρὸς ἡμετέρου.
- ἀλλʼ οὐ θεμιτόν.
- πῶς εἶπας, ἄναξ, κοίρανʼ Ἀθηνῶν;
- ὦ παῖδες, ἀπεῖπεν ἐμοὶ κεῖνος
- μήτε πελάζειν ἐς τούσδε τόπους
- μήτʼ ἐπιφωνεῖν μηδένα θνητῶν
- θήκην ἱεράν, ἣν κεῖνος ἔχει.
- καὶ ταῦτά μʼ ἔφη πράσσοντα καλῶς