Oedipus at Colonus

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. μοῖρʼ ἀνδρὶ τῷδε τῇδε κρυφθῆναι χθονί.
  2. τῇδʼ ὧδε, τῇδε βᾶτε· τῇδε γάρ μʼ ἄγει
  3. Ἑρμῆς ὁ πομπὸς ἥ τε νερτέρα θεός.
  4. ὦ φῶς ἀφεγγές, πρόσθε πού ποτʼ ἦσθʼ ἐμόν,
  5. νῦν δʼ ἔσχατόν σου τοὐμὸν ἅπτεται δέμας.
  6. ἤδη γὰρ ἕρπω τὸν τελευταῖον βίον
  7. κρύψων παρʼ Ἅιδην. ἀλλά, φίλτατε ξένων,
  8. αὐτός τε χώρα θʼ ἥδε πρόσπολοί τε σοὶ
  9. εὐδαίμονες γένοισθε, κἀπʼ εὐπραξίᾳ
  10. μέμνησθέ μου θανόντος εὐτυχεῖς ἀεί.
Χορός
  1. εἰ θέμις ἐστί μοι τὰν ἀφανῆ θεὸν
  2. καὶ σὲ λιταῖς σεβίζειν,
  3. ἐννυχίων ἄναξ,
  4. Αἰδωνεῦ Αἰδωνεῦ, λίσσωμαι
  5. ἄπονα μήτʼ ἐπὶ βαρυαχεῖ