Oedipus at Colonus

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. τοῦ ζῆν ἀφικνῇ, τῷ προφερτάτῳ μόνῳ
  2. σήμαινʼ, ὁ δʼ αἰεὶ τὠπιόντι δεικνύτω.
  3. χοὔτως ἀδῇον τήνδʼ ἐνοικήσεις πόλιν
  4. σπαρτῶν ἀπʼ ἀνδρῶν· αἱ δὲ μυρίαι πόλεις,
  5. κἂν εὖ τις οἰκῇ, ῥᾳδίως καθύβρισαν.
  6. θεοὶ γὰρ εὖ μέν, ὀψὲ δʼ εἰσορῶσʼ, ὅταν
  7. τὰ θεῖʼ ἀφείς τις εἰς τὸ μαίνεσθαι τραπῇ·
  8. ὃ μὴ σύ, τέκνον Αἰγέως, βούλου παθεῖν.
  9. τὰ μὲν τοιαῦτʼ οὖν εἰδότʼ ἐκδιδάσκομεν.
  10. χῶρον δʼ, ἐπείγει γάρ με τοὐκ θεοῦ παρόν,
  11. στείχωμεν ἤδη μηδʼ ἔτʼ ἐντρεπώμεθα.
  12. ὦ παῖδες, ὧδʼ ἕπεσθʼ· ἐγὼ γὰρ ἡγεμὼν
  13. σφῷν αὖ πέφασμαι καινός, ὥσπερ σφὼ πατρί.
  14. χωρεῖτε καὶ μὴ ψαύετʼ, ἀλλʼ ἐᾶτέ με
  15. αὐτὸν τὸν ἱερὸν τύμβον ἐξευρεῖν, ἵνα