Oedipus at Colonus
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- σαφὴς μὲν ἀστῶν, ἐμφανὴς δὲ τοῦ ξένου;
- μή τις Διὸς κεραυνὸς ἤ τις ὀμβρία
- χάλαζʼ ἐπιρράξασα; πάντα γὰρ θεοῦ
- τοιαῦτα χειμάζοντος εἰκάσαι πάρα.
- ἄναξ, ποθοῦντι προυφάνης, καί σοι θεῶν
- τύχην τις ἐσθλὴν τῆσδʼ ἔθηκε τῆς ὁδοῦ.
- τί δʼ ἐστίν, ὦ παῖ Λαΐου, νέορτον αὖ;
- ῥοπὴ βίου μοι· καί σʼ ἅπερ ξυνῄνεσα
- θέλω πόλιν τε τήνδε μὴ ψεύσας θανεῖν.
- τῷ δʼ ἐκπέπεισαι τοῦ μόρου τεκμηρίῳ;
- αὐτοὶ θεοὶ κήρυκες ἀγγέλλουσί μοι,
- ψεύδοντες οὐδὲν σῆμα τῶν προκειμένων.
- πῶς εἶπας, ὦ γεραιέ, δηλοῦσθαι τάδε;
- αἱ πολλὰ βρονταὶ διατελεῖς τὰ πολλά τε
- στράψαντα χειρὸς τῆς ἀνικήτου βέλη.