Oedipus at Colonus

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. ματέρι τυγχάνεις ἀφεγγὲς φέρων.
  2. ἐναισίου δὲ σοῦ τύχοιμι, μηδʼ ἄλαστον ἄνδρʼ ἰδὼν
  3. ἀκερδῆ χάριν μετάσχοιμί πως. Ζεῦ ἄνα σοὶ φωνῶ.
Οἰδίπους
  1. ἆρʼ ἐγγὺς ἁνήρ; ἆρʼ ἔτʼ ἐμψύχου, τέκνα,
  2. κιχήσεταί μου καὶ κατορθοῦντος φρένα;
Ἀντιγόνη
  1. τί δʼ ἂν θέλοις τὸ πιστὸν ἐμφῦναι φρενί;
Οἰδίπους
  1. ἀνθʼ ὧν ἔπασχον εὖ, τελεσφόρον χάριν
  2. δοῦναί σφιν, ἥνπερ τυγχάνων ὑπεσχόμην.
Χορός
  1. ἰὼ ἰὼ παῖ, βᾶθι βᾶθʼ, εἴτʼ ἄκρα,
  2. περὶ γύαλʼ ἐναλίῳ Ποσειδωνίῳ θεῷ, τυγχάνεις
  3. βούθυτον ἑστίαν ἁγίζων, ἱκοῦ.
  4. ὁ γὰρ ξένος σε καὶ πόλισμα καὶ φίλους ἐπαξιοῖ
  5. δικαίαν χάριν παρασχεῖν παθών.
  6. σπεῦσον ἄϊσσʼ, ὦναξ.
Θησεύς
  1. τίς αὖ παρʼ ὑμῶν κοινὸς ἠχεῖται κτύπος,