Oedipus at Colonus
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- λόγχαις τὸ Θήβης πέδιον ἀμφεστᾶσι πᾶν·
- οἷος δορυσσοῦς Ἀμφιάρεως, τὰ πρῶτα μὲν
- δόρει κρατύνων, πρῶτα δʼ οἰωνῶν ὁδοῖς·
- ὁ δεύτερος δʼ Αἰτωλὸς Οἰνέως τόκος
- Τυδεύς. τρίτος δʼ Ἐτέοκλος, Ἀργεῖος γεγώς·
- τέταρτον Ἱππομέδοντʼ ἀπέστειλεν πατὴρ
- Ταλαός· ὁ πέμπτος δʼ εὔχεται κατασκαφῇ
- Καπανεὺς τὸ Θήβης ἄστυ δῃώσειν πυρί·
- ἕκτος δὲ Παρθενοπαῖος Ἀρκὰς ὄρνυται,
- ἐπώνυμος τῆς πρόσθεν ἀδμήτης χρόνῳ
- μητρὸς λοχευθείς, πιστὸς Ἀταλάντης γόνος·
- ἐγὼ δὲ σός, κεἰ μὴ σός, ἀλλὰ τοῦ κακοῦ
- πότμου φυτευθείς, σός γέ τοι καλούμενος,
- ἄγω τὸν Ἄργους ἄφοβον ἐς Θήβας στρατόν.
- οἵ σʼ ἀντὶ παίδων τῶνδε καὶ ψυχῆς, πάτερ,