Oedipus at Colonus
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- οὔτʼ εἰς ἔλεγχον χειρὸς οὐδʼ ἔργου μολών,
- πόλιν δὲ πείσας. ὧν ἐγὼ μάλιστα μὲν
- τὴν σὴν ἐρινὺν αἰτίαν εἶναι λέγω.
- ἔπειτα κἀπὸ μάντεων ταύτῃ κλύω.
- ἐπεὶ γὰρ ἦλθον Ἄργος ἐς τὸ Δωρικόν,
- λαβὼν Ἄδραστον πενθερόν, ξυνωμότας
- ἔστησʼ ἐμαυτῷ γῆς ὅσοιπερ Ἀπίας
- πρῶτοι καλοῦνται καὶ τετίμηνται δόρει,
- ὅπως τὸν ἑπτάλογχον ἐς Θήβας στόλον
- ξὺν τοῖσδʼ ἀγείρας ἢ θάνοιμι πανδίκως
- ἢ τοὺς τάδʼ ἐκπράξαντας ἐκβάλοιμι γῆς.
- εἶεν· τί δῆτα νῦν ἀφιγμένος κυρῶ;
- σοὶ προστροπαίους, ὦ πάτερ, λιτὰς ἔχων
- αὐτός τʼ ἐμαυτοῦ ξυμμάχων τε τῶν ἐμῶν,
- οἳ νῦν σὺν ἑπτὰ τάξεσιν σὺν ἑπτά τε