Oedipus at Colonus
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- ὅνπερ καὶ πάλαι κατείχομεν
- γνώμῃ, πάρεστι δεῦρο Πολυνείκης ὅδε.
- οἴμοι, τί δράσω; πότερα τἀμαυτοῦ κακὰ
- πρόσθεν δακρύσω, παῖδες, ἢ τὰ τοῦδʼ ὁρῶν
- πατρὸς γέροντος; ὃς ξένης ἐπὶ χθονὸς
- σὺν σφῷν ἐφηύρηκʼ ἐνθάδʼ ἐκβεβλημένον
- ἐσθῆτι σὺν τοιᾷδε, τῆς ὁ δυσφιλὴς
- γέρων γέροντι συγκατῴκηκεν πίνος
- πλευρὰν μαραίνων, κρατὶ δʼ ὀμματοστερεῖ
- κόμη διʼ αὔρας ἀκτένιστος ᾄσσεται·
- ἀδελφὰ δʼ, ὡς ἔοικε, τούτοισιν φορεῖ
- τὰ τῆς ταλαίνης νηδύος θρεπτήρια.
- ἁγὼ πανώλης ὄψʼ ἄγαν ἐκμανθάνω·
- καὶ μαρτυρῶ κάκιστος ἀνθρώπων τροφαῖς
- ταῖς σαῖσιν ἥκειν· τἀμὰ μὴ ʼξ ἄλλων πύθῃ.