Oedipus at Colonus

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. κακὰ κακῶν ξυνοικεῖ.
Χορός
  1. ἐν ᾧ τλάμων ὅδʼ, οὐκ ἐγὼ μόνος,
  2. πάντοθεν βόρειος ὥς τις
  3. ἀκτὰ κυματοπλὴξ χειμερία κλονεῖται,
  4. ὣς καὶ τόνδε κατʼ ἄκρας
  5. δειναὶ κυματοαγεῖς
  6. ἆται κλονέουσιν ἀεὶ ξυνοῦσαι,
  7. αἱ μὲν ἀπʼ ἀελίου δυσμᾶν,
  8. αἱ δʼ ἀνατέλλοντος·
  9. αἱ δʼ ἀνὰ μέσσαν ἀκτῖνʼ,
  10. αἱ δʼ ἐννυχιᾶν ἀπὸ Ῥιπᾶν.
Ἀντιγόνη
  1. καὶ μὴν ὅδʼ ἡμῖν, ὡς ἔοικεν, ὁ ξένος
  2. ἀνδρῶν γε μοῦνος, ὦ πάτερ, διʼ ὄμματος
  3. ἀστακτὶ λείβων δάκρυον ὧδʼ ὁδοιπορεῖ.
Οἰδίπους
  1. τίς οὗτος;