Oedipus at Colonus

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. οὐ γάρ σε, θάρσει, πρὸς βίαν παρασπάσει
  2. γνώμης, ἃ μή σοι συμφέροντα λέξεται.
  3. λόγων δʼ ἀκοῦσαι τίς βλάβη; τά τοι κακῶς
  4. ηὑρημένʼ ἔργα τῷ λόγῳ μηνύεται.
  5. ἔφυσας αὐτόν· ὥστε μηδὲ δρῶντά σε
  6. τὰ τῶν κακίστων δυσσεβέστατʼ, ὦ πάτερ,
  7. θέμις σέ γʼ εἶναι κεῖνον ἀντιδρᾶν κακῶς.
  8. ἀλλʼ ἔασον· εἰσὶ χἀτέροις γοναὶ κακαὶ
  9. καὶ θυμὸς ὀξύς, ἀλλὰ νουθετούμενοι
  10. φίλων ἐπῳδαῖς ἐξεπᾴδονται φύσιν.
  11. σὺ δʼ εἰς ἐκεῖνα, μὴ τὰ νῦν, ἀποσκόπει
  12. πατρῷα καὶ μητρῷα πήμαθʼ ἅπαθες·
  13. κἂν κεῖνα λεύσσῃς, οἶδʼ ἐγώ, γνώσει κακοῦ
  14. θυμοῦ τελευτὴν ὡς κακὴ προσγίγνεται.
  15. ἔχεις γὰρ οὐχὶ βαιὰ τἀνθυμήματα,