Oedipus at Colonus

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. πράγματος ποίου; λέγε.
Οἰδίπους
  1. ἔξοιδʼ ἀκούων τῶνδʼ ὅς ἐσθʼ ὁ προστάτης.
Θησεύς
  1. καὶ τίς ποτʼ ἐστὶν ὅν γʼ ἐγὼ ψέξαιμί τι;
Οἰδίπους
  1. παῖς οὑμός, ὦναξ, στυγνός, οὗ λόγων ἐγὼ
  2. ἄλγιστʼ ἂν ἀνδρῶν ἐξανασχοίμην κλύων.
Θησεύς
  1. τί δʼ; οὐκ ἀκούειν ἔστι καὶ μὴ δρᾶν ἃ μὴ
  2. χρῄζεις; τί σοι τοῦτʼ ἐστὶ λυπηρὸν κλύειν;
Οἰδίπους
  1. ἔχθιστον, ὦναξ, φθέγμα τοῦθʼ ἥκει πατρί·
  2. καὶ μή μʼ ἀνάγκῃ προσβάλῃς τάδʼ εἰκαθεῖν.
Θησεύς
  1. ἀλλʼ εἰ τὸ θάκημʼ ἐξαναγκάζει, σκόπει
  2. μή σοι πρόνοιʼ ᾖ τοῦ θεοῦ φυλακτέα.
Ἀντιγόνη
  1. πάτερ, πιθοῦ μοι, κεἰ νέα παραινέσω.
  2. τὸν ἄνδρʼ ἔασον τόνδε τῇ θʼ αὑτοῦ φρενὶ
  3. χάριν παρασχεῖν τῷ θεῷ θʼ ἃ βούλεται,
  4. καὶ νῷν ὕπεικε τὸν κασίγνητον μολεῖν.