Oedipus at Colonus

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. καὶ τοὐπιεικὲς καὶ τὸ μὴ ψευδοστομεῖν.
  2. εἰδὼς δʼ ἀμύνω τοῖσδε τοῖς λόγοις τάδε·
  3. ἔχω γὰρ ἅχω διὰ σὲ κοὐκ ἄλλον βροτῶν·
  4. καί μοι χέρʼ, ὦναξ, δεξιὰν ὄρεξον, ὡς
  5. ψαύσω φιλήσω τʼ, εἰ θέμις, τὸ σὸν κάρα.
  6. καίτοι τί φωνῶ; πῶς σʼ ἂν ἄθλιος γεγὼς
  7. θιγεῖν θελήσαιμʼ ἀνδρός, ᾧ τίς οὐκ ἔνι
  8. κηλὶς κακῶν ξύνοικος; οὐκ ἔγωγέ σε,
  9. οὐδʼ οὖν ἐάσω· τοῖς γὰρ ἐμπείροις βροτῶν
  10. μόνοις οἷόν τε συνταλαιπωρεῖν τάδε.
  11. σὺ δʼ αὐτόθεν μοι χαῖρε καὶ τὰ λοιπά μου
  12. μέλου δικαίως, ὥσπερ ἐς τόδʼ ἡμέρας.
Θησεύς
  1. οὔτʼ εἴ τι μῆκος τῶν λόγων ἔθου πλέον,
  2. τέκνοισι τερφθεὶς τοῖσδε, θαυμάσας ἔχω,
  3. οὔτʼ εἰ πρὸ τοὐμοῦ προύλαβες τὰ τῶνδʼ ἔπη.