Oedipus at Colonus

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. ἐρείσατʼ, ὦ παῖ, πλευρὸν ἀμφιδέξιον
  2. ἐμφύντε τῷ φύσαντι, κἀναπαύσατον
  3. τοῦ πρόσθʼ ἐρήμου τοῦδε δυστήνου πλάνου.
  4. καί μοι τὰ πραχθέντʼ εἴπαθʼ ὡς βράχιστʼ, ἐπεὶ
  5. ταῖς τηλικαῖσδε σμικρὸς ἐξαρκεῖ λόγος.
Ἀντιγόνη
  1. ὅδʼ ἔσθʼ ὁ σώσας· τοῦδε χρὴ κλύειν, πάτερ,
  2. οὗ κἄστι τοὔργον· τοὐμὸν ὧδʼ ἔσται βραχύ.
Οἰδίπους
  1. ὦ ξεῖνε, μὴ θαύμαζε, πρὸς τὸ λιπαρὲς
  2. τέκνʼ εἰ φανέντʼ ἄελπτα μηκύνω λόγον.
  3. ἐπίσταμαι γὰρ τήνδε τὴν ἐς τάσδε μοι
  4. τέρψιν παρʼ ἄλλου μηδενὸς πεφασμένην·
  5. σὺ γάρ νιν ἐξέσωσας, οὐκ ἄλλος βροτῶν.
  6. καί σοι θεοὶ πόροιεν ὡς ἐγὼ θέλω,
  7. αὐτῷ τε καὶ γῇ τῇδʼ, ἐπεὶ τό γʼ εὐσεβὲς
  8. μόνοις παρʼ ὑμῖν ηὗρον ἀνθρώπων ἐγὼ