Philoctetes

Sophocles

Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.

  1. τὸν οὐκέτʼ ὄντα ζῶντʼ Ἀχιλλέα πάλιν.
  2. κεῖνος μὲν οὖν ἔκειτʼ· ἐγὼ δʼ ὁ δύσμορος
  3. ἐπεὶ ʼδάκρυσα κεῖνον, οὐ μακρῷ χρόνῳ
  4. ἐλθὼν Ἀτρείδας πρὸς φίλους, ὡς εἰκὸς ἦν,
  5. τά θʼ ὅπλʼ ἀπῄτουν τοῦ πατρὸς τά τʼ ἄλλʼ ὅσʼ ἦν.