Philoctetes
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- εἰ τἀπὶ Τροίᾳ πέργαμʼ αἱρήσοιμʼ ἰών.
- ἦν δʼ ἦμαρ ἤδη δεύτερον πλέοντί μοι,
- κἀγὼ πικρὸν Σίγειον οὐρίῳ πλάτῃ
- κατηγόμην· καί μʼ εὐθὺς ἐν κύκλῳ στρατὸς
- ἐκβάντα πᾶς ἠσπάζετʼ, ὀμνύντες βλέπειν