Philoctetes

Sophocles

Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.

  1. οἴκων οὐδενὸς ὕστερος,
  2. πάντων ἄμμορος ἐν βίῳ
  3. κεῖται μοῦνος ἀπʼ ἄλλων,
  4. στικτῶν ἢ λασίων μετὰ
  5. θηρῶν, ἔν τʼ ὀδύναις ὁμοῦ
  6. λιμῷ τʼ οἰκτρός, ἀνήκεστα μεριμνήματʼ ἔχων· ὀρεί-
  7. α δʼ ἀθυρόστομος
  8. Ἀχὼ τηλεφανὴς πικραῖς
  9. οἰμωγαῖς ὑπακούει.
Νεοπτόλεμος
  1. οὐδὲν τούτων θαυμαστὸν ἐμοί·
  2. θεῖα γάρ, εἴπερ κἀγώ τι φρονῶ,
  3. καὶ τὰ παθήματα κεῖνα πρὸς αὐτὸν
  4. τῆς ὠμόφρονος Χρύσης ἐπέβη,
  5. καὶ νῦν ἃ πονεῖ δίχα κηδεμόνων,
  6. οὐκ ἔσθʼ ὡς οὐ θεῶν του μελέτῃ
  7. τοῦ μὴ πρότερον τόνδʼ ἐπὶ Τροίᾳ
  8. τεῖναι τὰ θεῶν ἀμάχητα βέλη,
  9. πρὶν ὅδʼ ἐξήκοι χρόνος, ᾧ λέγεται
  10. χρῆναί σφʼ ὑπὸ τῶνδε δαμῆναι.
Χορός
  1. εὔστομʼ ἔχε, παῖ.