Philoctetes
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- πετρίνης κοίτης.
- ποῦ γὰρ ὁ τλήμων αὐτὸς ἄπεστιν;
- δῆλον ἔμοιγʼ ὡς φορβῆς χρείᾳ
- στίβον ὀγμεύει τῇδε πέλας που.
- ταύτην γὰρ ἔχειν βιοτῆς αὐτὸν
- λόγος ἐστὶ φύσιν, θηροβολοῦντα
- πτηνοῖς ἰοῖς στυγερὸν στυγερῶς,
- οὐδέ τινʼ αὐτῷ
- παιῶνα κακῶν ἐπινωμᾶν.
- οἰκτίρω νιν ἔγωγʼ, ὅπως,
- μή του κηδομένου βροτῶν
- μηδὲ ξύντροφον ὄμμʼ ἔχων,
- δύστανος, μόνος ἀεί,
- νοσεῖ μὲν νόσον ἀγρίαν,
- ἀλύει δʼ ἐπὶ παντί τῳ
- χρείας ἱσταμένῳ. πῶς ποτε πῶς δύσμορος ἀντέχει;
- ὦ παλάμαι θεῶν,
- ὦ δύστανα γένη βροτῶν,
- οἷς μὴ μέτριος αἰών.
- οὗτος πρωτογόνων ἴσως