Electra
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- ἀλλʼ, ὦ πατρῴα γῆ θεοί τʼ ἐγχώριοι,
- δέξασθέ μʼ εὐτυχοῦντα ταῖσδε ταῖς ὁδοῖς,
- σύ τʼ, ὦ πατρῷον δῶμα· σοῦ γὰρ ἔρχομαι
- δίκῃ καθαρτὴς πρὸς θεῶν ὡρμημένος·
- καὶ μή μʼ ἄτιμον τῆσδʼ ἀποστείλητε γῆς,
- ἀλλʼ ἀρχέπλουτον καὶ καταστάτην δόμων.
- εἴρηκα μέν νυν ταῦτα· σοὶ δʼ ἤδη, γέρον,