Electra

Sophocles

Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.

  1. ἔργοισι σωθῶ κἀξενέγκωμαι κλέος;
  2. δοκῶ μέν, οὐδὲν ῥῆμα σὺν κέρδει κακόν.
  3. ἤδη γὰρ εἶδον πολλάκις καὶ τοὺς σοφοὺς
  4. λόγῳ μάτην θνῄσκοντας· εἶθʼ, ὅταν δόμους
  5. ἔλθωσιν αὖθις, ἐκτετίμηνται πλέον·
  6. ὡς κἄμʼ ἐπαυχῶ τῆσδε τῆς φήμης ἄπο
  7. δεδορκότʼ ἐχθροῖς ἄστρον ὣς λάμψειν ἔτι.