Electra

Sophocles

Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.

  1. εἰ δʼ οὖν, ἐρῶ γὰρ καὶ τὸ σόν, κεῖνον θέλων
  2. ἐπωφελῆσαι ταῦτʼ ἔδρα, τούτου θανεῖν
  3. χρῆν αὐτὸν οὕνεκʼ ἐκ σέθεν; ποίῳ νόμῳ;
  4. ὅρα τιθεῖσα τόνδε τὸν νόμον βροτοῖς
  5. μὴ πῆμα σαυτῇ καὶ μετάγνοιαν τιθῇς.
  6. εἰ γὰρ κτενοῦμεν ἄλλον ἀντʼ ἄλλου, σύ τοι
  7. πρώτη θάνοις ἄν, εἰ δίκης γε τυγχάνοις.