Electra
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- κἀκ τοῦδε μηνίσασα Λητῴα κόρη
- κατεῖχʼ Ἀχαιούς, ὡς πατὴρ ἀντίσταθμον
- τοῦ θηρὸς ἐκθύσειε τὴν αὑτοῦ κόρην.
- ὧδʼ ἦν τὰ κείνης θύματʼ· οὐ γὰρ ἦν λύσις
- ἄλλη στρατῷ πρὸς οἶκον οὐδʼ εἰς Ἴλιον.
- ἀνθʼ ὧν, βιασθεὶς πολλὰ κἀντιβάς, μόλις
- ἔθυσεν αὐτήν, οὐχὶ Μενέλεω χάριν.