Electra
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- θυμῷ ματαίῳ μὴ χαρίζεσθαι κενά;
- καίτοι τοσοῦτόν γʼ οἶδα κἀμαυτήν, ὅτι
- ἀλγῶ ʼπὶ τοῖς παροῦσιν· ὥστʼ ἄν, εἰ σθένος
- λάβοιμι, δηλώσαιμʼ ἂν οἷʼ αὐτοῖς φρονῶ.
- νῦν δʼ ἐν κακοῖς μοι πλεῖν ὑφειμένῃ δοκεῖ,
- καὶ μὴ δοκεῖν μὲν δρᾶν τι, πημαίνειν δὲ μή·
- τοιαῦτα δʼ ἄλλα καὶ σὲ βούλομαι ποεῖν.
- καίτοι τὸ μὲν δίκαιον οὐχ ᾗ ʼγὼ λέγω,
- ἀλλʼ ᾗ σὺ κρίνεις· εἰ δʼ ἐλευθέραν με δεῖ
- ζῆν, τῶν κρατούντων ἐστὶ πάντʼ ἀκουστέα.
- δεινόν γέ σʼ οὖσαν πατρὸς οὗ σὺ παῖς ἔφυς,
- κείνου λελῆσθαι, τῆς δὲ τικτούσης μέλειν.
- ἅπαντα γάρ σοι τἀμὰ νουθετήματα
- κείνης διδακτά, κοὐδὲν ἐκ σαυτῆς λέγεις.
- ἔπειθʼ ἑλοῦ γε θάτερʼ, ἢ φρονεῖν κακῶς
- ἢ τῶν φίλων φρονοῦσα μὴ μνήμην ἔχειν·
- ἥτις λέγεις μὲν ἀρτίως ὡς, εἰ λάβοις
- σθένος, τὸ τούτων μῖσος ἐκδείξειας ἄν,
- ἐμοῦ δὲ πατρὶ πάντα τιμωρουμένης
- οὔτε ξυνέρδεις τήν τε δρῶσαν ἐκτρέπεις.