Electra

Sophocles

Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.

  1. ἥξοντʼ Ὀρέστην· τηνικαῦτα δʼ ἐμμανὴς
  2. βοᾷ παραστᾶσʼ· οὐ σύ μοι τῶνδʼ αἰτία;
  3. οὐ σὸν τόδʼ ἐστὶ τοὔργον, ἥτις ἐκ χερῶν
  4. κλέψασʼ Ὀρέστην τῶν ἐμῶν ὑπεξέθου;
  5. ἀλλʼ ἴσθι τοι τίσουσά γʼ ἀξίαν δίκην.
  6. τοιαῦθʼ ὑλακτεῖ, σὺν δʼ ἐποτρύνει πέλας
  7. ὁ κλεινὸς αὐτῇ ταὐτὰ νυμφίος παρών,