Electra

Sophocles

Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.

  1. αὕτη γὰρ ἡ λόγοισι γενναία γυνὴ
  2. φωνοῦσα τοιάδʼ ἐξονειδίζει κακά·
  3. ὦ δύσθεον μίσημα, σοὶ μόνῃ πατὴρ
  4. τέθνηκεν; ἄλλος δʼ οὔτις ἐν πένθει βροτῶν;
  5. κακῶς ὄλοιο, μηδέ σʼ ἐκ γόων ποτὲ
  6. τῶν νῦν ἀπαλλάξειαν οἱ κάτω θεοί.
  7. τάδʼ ἐξυβρίζει· πλὴν ὅταν κλύῃ τινὸς