Electra

Sophocles

Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.

  1. ἑῷα κινεῖ φθέγματʼ ὀρνίθων σαφῆ
  2. μέλαινά τʼ ἄστρων ἐκλέλοιπεν εὐφρόνη.
  3. πρὶν οὖν τινʼ ἀνδρῶν ἐξοδοιπορεῖν στέγης,
  4. ξυνάπτετον λόγοισιν· ὡς ἐνταῦθʼ ἐμέν,
  5. ἵνʼ οὐκέτʼ ὀκνεῖν καιρός, ἀλλʼ ἔργων ἀκμή.
Ὀρέστης
  1. ὦ φίλτατʼ ἀνδρῶν προσπόλων, ὥς μοι σαφῆ
  2. σημεῖα φαίνεις ἐσθλὸς εἰς ἡμᾶς γεγώς.