Electra
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- ὅθεν σε πατρὸς ἐκ φονῶν ἐγώ ποτε
- πρὸς σῆς ὁμαίμου καὶ κασιγνήτης λαβὼν
- ἤνεγκα κἀξέσωσα κἀξεθρεψάμην
- τοσόνδʼ ἐς ἥβης, πατρὶ τιμωρὸν φόνου.
- νῦν οὖν, Ὀρέστα καὶ σὺ φίλτατε ξένων
- Πυλάδη, τί χρὴ δρᾶν ἐν τάχει βουλευτέον·
- ὡς ἡμὶν ἤδη λαμπρὸν ἡλίου σέλας