Electra

Sophocles

Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.

  1. πεπτωκός· εἰ δʼ ἔπεστι νέμεσις, οὐ λέγω.
  2. χαλᾶτε πᾶν κάλυμμʼ ἀπʼ ὀφθαλμῶν, ὅπως
  3. τὸ συγγενές τοι κἀπʼ ἐμοῦ θρήνων τύχῃ.
Ὀρέστης
  1. αὐτὸς σὺ βάσταζʼ· οὐκ ἐμὸν τόδʼ, ἀλλὰ σόν,
  2. τὸ ταῦθʼ ὁρᾶν τε καὶ προσηγορεῖν φίλως.
Αἴγισθος
  1. ἀλλʼ εὖ παραινεῖς κἀπιπείσομαι· σὺ δέ,
  2. εἴ που κατʼ οἶκόν μοι Κλυταιμνήστρα, κάλει.