Electra
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- ὡς εἴ τις αὐτῶν ἐλπίσιν κεναῖς πάρος
- ἐξῄρετʼ ἀνδρὸς τοῦδε, νῦν ὁρῶν νεκρὸν
- στόμια δέχηται τἀμὰ μηδὲ πρὸς βίαν
- ἐμοῦ κολαστοῦ προστυχὼν φύσῃ φρένας.
- καὶ δὴ τελεῖται τἀπʼ ἐμοῦ· τῷ γὰρ χρόνῳ
- νοῦν ἔσχον, ὥστε συμφέρειν τοῖς κρείσσοσιν.
- ὦ Ζεῦ, δέδορκα φάσμʼ ἄνευ φθόνου μὲν οὐ