Electra

Sophocles

Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.

  1. οὐ δή ποθʼ ἡμῖν ξυγγενὴς ἥκεις ποθέν;
Ὀρέστης
  1. ἐγὼ φράσαιμʼ ἄν, εἰ τὸ τῶνδʼ εὔνουν πάρα.
Ἠλέκτρα
  1. ἀλλʼ ἐστὶν εὔνουν, ὥστε πρὸς πιστὰς ἐρεῖς.
Ὀρέστης
  1. μέθες τόδʼ ἄγγος νῦν, ὅπως τὸ πᾶν μάθῃς.
Ἠλέκτρα
  1. μὴ δῆτα πρὸς θεῶν τοῦτό μʼ ἐργάσῃ, ξένε.
Ὀρέστης
  1. πείθου λέγοντι κοὐχ ἁμαρτήσει ποτέ.
Ἠλέκτρα
  1. μή, πρὸς γενείου, μὴ ʼξέλῃ τὰ φίλτατα.