Electra

Sophocles

Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.

  1. τί δρῶσα; πότερα χερσὶν ἢ λύμῃ βίου;
Ἠλέκτρα
  1. καὶ χερσὶ καὶ λύμαισι καὶ πᾶσιν κακοῖς.
Ὀρέστης
  1. οὐδʼ οὑπαρήξων οὐδʼ ὁ κωλύσων πάρα;
Ἠλέκτρα
  1. οὐ δῆθʼ. ὃς ἦν γάρ μοι σὺ προὔθηκας σποδόν.
Ὀρέστης
  1. ὦ δύσποτμʼ, ὡς ὁρῶν σʼ ἐποικτίρω πάλαι.
Ἠλέκτρα
  1. μόνος βροτῶν νυν ἴσθʼ ἐποικτίρας ποτέ.
Ὀρέστης
  1. μόνος γὰρ ἥκω τοῖς ἴσοις ἀλγῶν κακοῖς.