Electra

Sophocles

Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.

  1. γελῶσι δʼ ἐχθροί· μαίνεται δʼ ὑφʼ ἡδονῆς
  2. μήτηρ ἀμήτωρ, ἧς ἐμοὶ σὺ πολλάκις
  3. φήμας λάθρᾳ προύπεμπες ὡς φανούμενος
  4. τιμωρὸς αὐτός. ἀλλὰ ταῦθʼ ὁ δυστυχὴς
  5. δαίμων ὁ σός τε κἀμὸς ἐξαφείλετο,
  6. ὅς σʼ ὧδέ μοι προύπεμψεν ἀντὶ φιλτάτης
  7. μορφῆς σποδόν τε καὶ σκιὰν ἀνωφελῆ.