Electra

Sophocles

Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.

  1. μητρὸς σύ γʼ ἦσθα μᾶλλον ἢ κἀμοῦ φίλος,
  2. οὔθʼ οἱ κατʼ οἶκον ἦσαν, ἀλλʼ ἐγὼ τροφός,
  3. ἐγὼ δʼ ἀδελφὴ σοὶ προσηυδώμην ἀεί.
  4. νῦν δʼ ἐκλέλοιπε ταῦτʼ ἐν ἡμέρᾳ μιᾷ
  5. θανόντι σὺν σοί· πάντα γὰρ συναρπάσας
  6. θύελλʼ ὅπως βέβηκας. οἴχεται πατήρ·
  7. τέθνηκʼ ἐγὼ σοί· φροῦδος αὐτὸς εἶ θανών·