Oedipus Tyrannus
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- καὶ Φοῖβον ἑκαβόλον, ἰὼ
- τρισσοὶ ἀλεξίμοροι προφάνητέ μοι,
- εἴ ποτε καὶ προτέρας ἄτας ὕπερ ὀρνυμένας πόλει
- ἠνύσατʼ ἐκτοπίαν φλόγα πήματος, ἔλθετε καὶ νῦν.
- ὦ πόποι, ἀνάριθμα γὰρ φέρω
- πήματα· νοσεῖ δέ μοι πρόπας στόλος, οὐδʼ ἔνι φροντίδος ἔγχος
- ᾧ τις ἀλέξεται. οὔτε γὰρ ἔκγονα
- κλυτᾶς χθονὸς αὔξεται οὔτε τόκοισιν
- ἰηίων καμάτων ἀνέχουσι γυναῖκες·
- ἄλλον δʼ ἂν ἄλλῳ προσίδοις ἅπερ εὔπτερον ὄρνιν
- κρεῖσσον ἀμαιμακέτου πυρὸς ὄρμενον
- ἀκτὰν πρὸς ἑσπέρου θεοῦ.
- ὧν πόλις ἀνάριθμος ὄλλυται·
- νηλέα δὲ γένεθλα πρὸς πέδῳ θαναταφόρα κεῖται ἀνοίκτως·
- ἐν δʼ ἄλοχοι πολιαί τʼ ἔπι ματέρες
- ἀχὰν παραβώμιον ἄλλοθεν ἄλλαν
- λυγρῶν πόνων ἱκετῆρες ἐπιστενάχουσιν.
- παιὰν δὲ λάμπει στονόεσσά τε γῆρυς ὅμαυλος
- ὧν ὕπερ, ὦ χρυσέα θύγατερ Διός,
- εὐῶπα πέμψον ἀλκάν.