Oedipus Tyrannus
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- κείνῳ προσαρκῶν οὖν ἐμαυτὸν ὠφελῶ.
- ἀλλʼ ὡς τάχιστα, παῖδες, ὑμεῖς μὲν βάθρων
- ἵστασθε, τούσδʼ ἄραντες ἱκτῆρας κλάδους,
- ἄλλος δὲ Κάδμου λαὸν ὧδʼ ἀθροιζέτω,
- ὡς πᾶν ἐμοῦ δράσοντος· ἢ γὰρ εὐτυχεῖς
- σὺν τῷ θεῷ φανούμεθʼ ἢ πεπτωκότες.
- ὦ παῖδες, ἱστώμεσθα· τῶνδε γὰρ χάριν
- καὶ δεῦρʼ ἔβημεν ὧν ὅδʼ ἐξαγγέλλεται.
- Φοῖβος δʼ ὁ πέμψας τάσδε μαντείας ἅμα
- σωτήρ δʼ ἵκοιτο καὶ νόσου παυστήριος.
- ὦ Διὸς ἁδυεπὲς φάτι, τίς ποτε τᾶς πολυχρύσου
- Πυθῶνος ἀγλαὰς ἔβας
- Θήβας; ἐκτέταμαι φοβερὰν φρένα, δείματι πάλλων,
- ἰήιε Δάλιε Παιάν,
- ἀμφὶ σοὶ ἁζόμενος τί μοι ἢ νέον
- ἢ περιτελλομέναις ὥραις πάλιν ἐξανύσεις χρέος.
- εἰπέ μοι, ὦ χρυσέας τέκνον Ἐλπίδος, ἄμβροτε Φάμα.
- πρῶτα σὲ κεκλόμενος, θύγατερ Διός, ἄμβροτʼ Ἀθάνα
- γαιάοχόν τʼ ἀδελφεὰν
- Ἄρτεμιν, ἃ κυκλόεντʼ ἀγορᾶς θρόνον εὐκλέα θάσσει,