Oedipus Tyrannus
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- ἀλλʼ οὔ σʼ ἐγείνατʼ οὔτʼ ἐκεῖνος οὔτʼ ἐγώ.
- ἀλλʼ ἀντὶ τοῦ δὴ παῖδά μʼ ὠνομάζετο;
- δῶρόν ποτʼ, ἴσθι, τῶν ἐμῶν χειρῶν λαβών.
- κᾆθʼ ὧδʼ ἀπʼ ἄλλης χειρὸς ἔστερξεν μέγα;
- ἡ γὰρ πρὶν αὐτὸν ἐξέπεισʼ ἀπαιδία.
- σὺ δʼ ἐμπολήσας ἢ τυχών μʼ αὐτῷ δίδως;
- εὑρὼν ναπαίαις ἐν Κιθαιρῶνος πτυχαῖς.
- ὡδοιπόρεις δὲ πρὸς τί τούσδε τοὺς τόπους;
- ἐνταῦθʼ ὀρείοις ποιμνίοις ἐπεστάτουν.
- ποιμὴν γὰρ ἦσθα κἀπὶ θητείᾳ πλάνης;
- σοῦ τʼ, ὦ τέκνον, σωτήρ γε τῷ τότʼ ἐν χρόνῳ.
- τί δʼ ἄλγος ἴσχοντʼ ἀγκάλαις με λαμβάνεις;
- ποδῶν ἂν ἄρθρα μαρτυρήσειεν τὰ σά·
- οἴμοι, τί τοῦτʼ ἀρχαῖον ἐννέπεις κακόν;
- λύω σʼ ἔχοντα διατόρους ποδοῖν ἀκμάς.
- δεινόν γʼ ὄνειδος σπαργάνων ἀνειλόμην.
- ὥστʼ ὠνομάσθης ἐκ τύχης ταύτης ὃς εἶ.
- ὦ πρὸς θεῶν, πρὸς μητρὸς ἢ πατρός; φράσον.
- οὐκ οἶδʼ· ὁ δοὺς δὲ ταῦτʼ ἐμοῦ λῷον φρονεῖ.
- ἦ γὰρ παρʼ ἄλλου μʼ ἔλαβες οὐδʼ αὐτὸς τυχών;